← 朱利安

皇帝群像

§33-34

屋大维受诘问与马可奥勒留效法神明

屋大维与图拉真因其统治企图与私欲遭到西勒诺斯的严厉讥刺,随后马可·奥勒留登场,以效法神明与寡欲行善之理令西勒诺斯折服。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

Λήξαντος δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Ὀκταβιανὸν αὖθις ὁ Ἑρμῆς ἐκίνει. Σὺ δέ, εἶπεν, οὐκ ἐρεῖς ἡμῖν, τί κάλλιστον ἐνόμιζες εἶναι; καὶ ὅς, Βασιλεῦσαι, ἔφη, καλῶς. Τί δέ ἐστι τὸ καλῶς, ὦ Σεβαστέ, φράσον, ἐπεὶ τοῦτό γε ἔστι καὶ τοῖς πονηροτάτοις λέγειν. ᾤετο γοῦν καὶ Διονύσιος καλῶς βασιλεύειν καὶ ὁ τούτου μιαρώτερος Ἀγαθοκλῆς. Ἀλλ’ ἴστε, εἶπεν, ὦ θεοί, ὡς προπέμπων τὸν θυγατριδοῦν ηὐξάμην ὑμῖν τόλμαν μὲν αὐτῷ δοῦναι τὴν Καίσαρος, δεινότητα δὲ τὴν Πομπηίου, τύχην δὲ τὴν ἐμήν. Πολλά, εἶπεν ὁ Σειληνός, καὶ θεῶν ὄντως σωτήρων ἔργα δεόμενα συνεφόρησεν οὗτος ὁ κοροπλάθος. Εἶτα διὰ τί τοῦτο, ἔφη, τὸ ὄνομά μοι γελοῖον οὕτως ἔθου; Ἤ γὰρ οὐκ ἔπλαττες ἡμῖν, εἶπεν, ὥσπερ ἐκεῖνοι τὰς νύμφας, ὦ Σεβαστέ, θεούς, ὧν ἕνα καὶ πρῶτον τουτονὶ Καίσαρα; καὶ ὁ μὲν Ὀκταβιανὸς ὥσπερ δυσωπούμενος ἀπεσιώπησεν.

当这番言论亦告结束时,赫尔墨斯转而敦促屋大维:“那么你呢,”他说道,“难道不肯告诉我们,你认为何事为至善至美吗?”屋大维答道:“善治天下。”赫尔墨斯说:“奥古斯都啊,请说明何谓‘善’,因为这话即便是穷凶极恶之徒也是说得出来的。狄奥尼修斯自以为治理得极善,比他更为可鄙的阿加托克利斯亦作如是想。”屋大维说道:“然而众神啊,你们是知晓的,当我在为外孙送行时,曾向你们祈求赐予他恺撒的胆魄、庞培的才干以及我本人的幸运。”西勒诺斯说道:“这位捏泥偶的匠人,竟把诸多且当真需要救世神祇的事功堆砌在了一起!”屋大维便问:“那么,你为何要给我冠上如此可笑的名号?”西勒诺斯说道:“奥古斯都啊,难道你未曾为我们塑造神祇,就像那些匠人捏造泥偶一般吗?其中头一个便是这眼前的恺撒。”于是屋大维面露惭色,默然不语。

§34

Ὁ δὲ Ἑρμῆς πρὸς τὸν Τραϊανὸν βλέψας, Σὺ δέ, εἶπε, τί διανοούμενος ἔπραττες ὅσαπερ ἔπραξας; Τῶν αὐτῶν Ἀλεξάνδρῳ σωφρονέστερον, εἶπεν, ὠρέχθην. καὶ ὁ Σειληνός, Ἡττήθης μὲν οὖν, εἶπε, καὶ σὺ τῶν ἀγεννεστέρων. ὁ μὲν γὰρ θυμοῦ τὸ πλεῖστον ἥττων ἦν, σὺ δὲ αἰσχρᾶς ἡδονῆς καὶ ἐπονειδίστου. Βάλλ’ εἰς μακαρίαν,1 εἶπεν ὁ Διόνυσος, ἐπεὶ σκώπτεις σὺ πάντας αὐτοὺς καὶ ποιεῖς οὐδὲν ὑπὲρ ἑαυτῶν λέγειν. ἀλλ’ ἐπ’ ἐκείνων εἶχέ σοι χώραν τὰ σκώμματα· πρόσεχε δὲ νῦν, ὅπως ἀντιλήψῃ τοῦ Μάρκου δοκεῖ γὰρ εἶναί μοί πως ἀνὴρ κατὰ τὸν Σιμωνίδην τετράγωνος ἄνευ ψόγου τετυγμένος.2 ὁ Ἑρμῆς δὲ βλέψας εἰς τὸν Μάρκον, Σοὶ δέ, εἶπεν, ὦ Βῆρε, τί κάλλιστον ἐδόκει τοῦ βίου τέλος εἶναι; καὶ ὃς ἠρέμα καὶ σωφρόνως, Τὸ μιμεῖσθαι, ἔφη, τοὺς θεούς. ἔδοξε μὲν οὖν εὐθέως ἡ ἀπόκρισις οὐκ ἀγεννής, ἀλλὰ καὶ τοῦ παντὸς ἀξία. ἀλλὰ καὶ ὁ Ἑρμῆς οὐκ ἐβούλετο πολυπραγμονεῖν, πεπεισμένος ὅτι πάντα ὁ Μάρκος ἀκολούθως ἐρεῖ. τοῖς μὲν οὖν ἄλλοις θεοῖς ἐδόκει ταύτῃ· μόνος δὲ ὁ Σειληνός, Ἀλλ’ οὐ μὰ τὸν Διόνυσον ἀνέξομαι τούτου τοῦ σοφιστοῦ. τί δήποτε γὰρ ἤσθιες, εἰπέ, καὶ ἔπινες οὐχ ὥσπερ ἡμεῖς ἀμβροσίας τε καὶ νέκταρος, ἄρτου δὲ καὶ οἴνου; Ἀλλ’ ἔγωγε, εἶπεν, οὐχ ᾗπερ οὖν ᾤμην τοὺς θεοὺς μιμεῖσθαι, ταύτῃ3 προσεφερόμην σιτία καὶ ποτά· τὸ σῶμα δὲ ἔτρεφον, ἴσως μὲν ψευδῶς, πειθόμενος δέ, ὅτι καὶ τὰ ὑμέτερα σώματα δεῖται τῆς ἐκ τῶν ἀναθυμιάσεων τροφῆς. πλὴν οὐ κατὰ ταῦτά γε ὑμᾶς εἶναι μιμητέους, ἀλλὰ κατὰ τὴν διάνοιαν ὑπέλαβον. ὀλίγον ὁ Σειληνὸς διαπορήσας ὥσπερ ὑπὸ πύκτου δεξιοῦ πληγείς, Εἴρηται μέν σοι τοῦτο, εἶπε, τυχὸν οὐκ ἀτόπως, ἐμοὶ δέ, ἔφη, φράσον, τί ποτε ἐνόμιζες εἶναι τὴν τῶν θεῶν μίμησιν; καὶ ὅς, Δεῖσθαι μὲν ὡς ἐλαχίστων, εὖ ποιεῖν δὲ ὡς ὅ, τι μάλιστα πλείστους. Μῶν οὖν, εἶπεν, οὐδενὸς ἐδέου; καὶ ὁ Μάρκος, Ἐγὼ μὲν οὐδενός, ἴσως δὲ τὸ σωμάτιόν μου μικρῶν.

赫尔墨斯转向图拉真说道:“那么你呢,你怀着怎样的意图行了你所行的一切?”图拉真答道:“我追求与亚历山大相同的事业,只是更为节制克己罢了。”西勒诺斯遂说:“不,倒不如说你也是被更为低劣的事物所制服了!盖因他大半沦为愤怒的奴隶,而你却沦为可耻且招人非议之享乐的奴隶。”狄奥尼索斯说道:“滚一边去吧!你把他们所有人都嘲弄了一番,让他们无法为自己辩白一词。不过,针对先前的那些人,你的讥讽尚有几分道理;如今且留神你该如何应对马可,因为在我看来,他正是西蒙尼德斯所说的那种‘雕琢得方正完备、无可指摘之人’。”赫尔墨斯注视着马可说道:“韦鲁斯啊,依你之见,人生至善至美的终极目的是什么?”马可沉稳而从容地答道:“效法神明。”这番回答立刻被视为绝非卑劣之论,反倒极具价值。赫尔墨斯亦不愿多加盘诘,确信马可此后所言必皆前后一贯。其余众神皆作如是想,唯独西勒诺斯说道:“凭着狄奥尼索斯起誓,我可忍受不了这个诡辩家!你且说说,你究竟为何吃喝面包与葡萄酒,而不是像我们这样享用神馔与琼浆呢?”马可答道:“然而,我进用饮食,绝非在我自以为效法神明的方面;我滋养肉体,固然或许是谬见,却也是信以为你们的躯体同样需要祭烟升腾而成的滋养。不过,我认为并不应当在这些方面效法你们,而当在心智上加以效法。”西勒诺斯略显窘迫,仿若被技艺高超的拳击手击中一般,说道:“你这话或许倒也不无道理;不过请告诉我,你究竟认为何为效法神明?”马可说道:“所求者极微,所善者极众。”西勒诺斯问:“难道你便一无所求吗?”马可答道:“我自身一无所求,但我的羸弱之躯或许需要微薄之物。”

语法注3 条
  1. 333bΒάλλ’ εἰς μακαρίαν

    此句为βάλλ’ εἰς κόρακας(“遭乌鸦啄去/下地狱吧”)的委婉且具反讽意味的习语表达(字面意为“投身到福地去吧”,引申为“滚开/见鬼去吧”)。动词命令式βάλλε作不及物用法,意为“离开/滚”。

  2. 333bτετράγωνος ἄνευ ψόγου τετυγμένος

    化用西蒙尼德斯著名的残篇诗句(PMG 542,见于柏拉图《普罗泰戈拉篇》339b)。该句为形容道德完备无瑕的典故性表达,字面意为“雕琢得方正、毫无瑕疵”。τετράγωνος(方形的)象征稳固与完全,τετυγμένος为τεύχω(制作/造就)的完成时被动分词。

  3. 333dοὐχ ᾗπερ οὖν ᾤμην τοὺς θεοὺς μιμεῖσθαι, ταύτῃ

    由关系副词ᾗπερ(“正如/在……方面”)与指示副词ταύτῃ(“在那样的方式/方面”)构成的呼应句式。否定词οὐχ否定的是主句部分:“我并非在自以为效法神明的那个方面(进用饮食)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:33-34