← 朱利安

皇帝群像

§35-38

马可的申辩获胜与诸帝选择守护神

马可·奥勒留援引神明前例,为其神化妻子与传位嗣子辩护,而君士坦丁则因追求享乐聚敛遭西勒诺斯讥讽。众神投票裁定马可获胜,诸帝各自选择引路神祇,君士坦丁投奔奢靡与耶稣,赫尔墨斯最终嘱咐作者尤利安谨守密特拉教诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

δόξαντος οὖν καὶ τοῦτο ὀρθῶς εἰρηκέναι τοῦ Μάρκου,1 τὸ τέλος ἀπορούμενος ὁ Σειληνὸς ἐπιφύεται τοῖς περὶ τὸν παῖδα καὶ τὴν γαμετὴν αὐτῷ δοκοῦσιν οὐκ ὀρθῶς οὐδὲ κατὰ λόγον πεποιῆσθαι, τὴν μὲν ὅτι ταῖς ἡρωίναις ἐνέγραψε, τῷ δὲ ὅτι τὴν ἡγεμονίαν ἐπέτρεψεν. Ἐμιμησάμην, εἶπε, καὶ κατὰ τοῦτο τοὺς θεούς· Ὁμήρῳ μὲν γὰρ ἐπειθόμην λέγοντι περὶ τῆς γαμετῆς, ὅτι ἄρα, ὅστις ἀγαθὸς καὶ ἐχέφρων, τὴν αὑτοῦ φιλέει καὶ κήδεται· περὶ δὲ τοῦ παιδὸς αὐτοῦ τοῦ Διὸς ἀπόφασιν ἔχω· αἰτιώμενος γὰρ τὸν Ἄρεα, Πάλαι ἄν, εἶπεν, ἐβέβλησο τῷ κεραυνῷ, εἰ μὴ διὰ τὸ παῖδά σε εἶναι ἠγάπων.2 ἄλλως τε καὶ οὐδὲ ᾤμην ἐγὼ τὸν παῖδα πονηρὸν οὕτως ἔσεσθαι. εἰ δὲ ἡ νεότης ἐφ’ ἑκάτερα μεγάλας ποιουμένη ῥοπὰς ἐπὶ τὸ χεῖρον ἠνέχθη, οὐχὶ πονηρῷ τὴν ἡγεμονίαν ἐπέτρεψα, συνηνέχθη δὲ τὸν λαβόντα πονηρὸν γενέσθαι. τά τε οὖν περὶ τὴν γυναῖκα πεποίηταί μοι κατὰ ζῆλον Ἀχιλλέως τοῦ θείου, καὶ τὰ περὶ τὸν παῖδα κατὰ μίμησιν τοῦ μεγίστου Διός, ἄλλως τε καὶ οὐδὲν καινοτομήσαντι.3 παισί τε γὰρ νόμιμον ἐπιτρέπειν τὰς διαδοχάς, καὶ τοῦτο ἅπαντες εὔχονται, τήν τε γαμετὴν οὐκ ἐγὼ πρῶτος, ἀλλὰ μετὰ πολλοὺς ἄλλους ἐτίμησα. ἴσως δὲ τὸ μὲν ἄρξασθαι τῶν τοιούτων οὐκ ἔστιν εὔλογον, τὸ δὲ ἐπὶ πολλῶν γενόμενον τοὺς οἰκειοτάτους ἀποστερεῖν ἐγγὺς ἀδικίας. ἀλλ’ ἔλαθον ἐμαυτὸν ἐγὼ μακρότερα ἀπολογούμενος πρὸς εἰδότας ὑμᾶς, ὦ Ζεῦ καὶ θεοί· διόπερ μοι τῆς προπετείας ταυτησὶ συγγνώμονες γένοισθε.

当马可在此事上亦被认为说得中肯时,西勒诺斯无计可施,最终揪住了马可关于其子与妻子的作为——在他看来,这些做法既非正当,亦不合情理——亦即,他将妻子列入神女名录,并将帝国托付给了儿子。马可答道:“在这一点上,我同样效法了神明。关于妻子,我遵从了荷马的教诲,他说:‘凡善良明智之人,皆爱抚并珍视己妻’;而关于儿子,我则有宙斯本人的断语为凭。宙斯在责备阿瑞斯时曾说:‘若非念在你是我儿而疼惜你,你早就被雷霆击中了。’况且,我也从未料想我儿竟会变得如此邪恶。即便青春在两端剧烈摇摆而偏向了恶劣的一方,我所托付帝位的并非一个恶人,只不过是接掌者恰好沦为恶人罢了。因此,关乎我妻之事,我是效法神圣的阿喀琉斯而行;关乎我儿之事,则是效法至高的宙斯而为;更何况我也未曾开创任何新制。盖将继嗣托付给子嗣本是惯例,亦为众人所祈求之事;至于尊崇妻子,我也并非首开先河,而是随从众多前人的做法。或许开创此类做法并不合情理,但在前例众多之下剥夺至亲的权利,却近乎不义。然而宙斯与众神啊,向洞悉一切的你们作此冗长的辩护,是我不知不觉中的冒失;因此,愿你们宽恕我这般唐突。”

§36

Παυσαμένου δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Κωνσταντῖνον ὁ Ἑρμῆς ἤρετο, Σὺ δὲ τί καλὸν ἐνόμισας; Πολλά, εἶπε, κτησάμενον πολλὰ χαρίσασθαι, ταῖς τ’ ἐπιθυμίαις ταῖς ἑαυτοῦ καὶ ταῖς τῶν φίλων ὑπουργοῦντα. ἀνακαγχάσας οὖν ὁ Σειληνὸς μέγα, Ἀλλ’ ἦ τραπεζίτης εἶναι, ἔφη, θέλων ἐλελήθεις σεαυτὸν ὀψοποιοῦ καὶ κομμωτρίας βίον ζῶν;4 ᾐνίττετο δ’ αὐτὰ πάλαι μὲν ἥ τε κόμη τό τε εἶδος, ἀτὰρ νῦν καὶ ἡ γνώμη σοῦ κατηγορεῖ. τούτου μὲν οὖν ὁ Σειληνὸς πικρότερόν πως καθήψατο.

这番言论告终后,赫尔墨斯询问君士坦丁:“那么你呢,你认为何事为善?”君士坦丁答道:“聚敛丰厚,广施恩泽,既满足自己的欲求,亦效力于朋友的欲望。”西勒诺斯于是放声大笑,说道:“这么说来,你本想做个钱庄掌柜,却在不自知中过着庖丁与梳头妇的生涯!从前你的发式与仪容便已暗指了这些,如今连你的见解也在指控你了。”西勒诺斯遂这般颇为尖刻地抨击了他。

§37

Σιωπῆς δὲ γενομένης ἔφερον οἱ θεοὶ λάθρᾳ τὰς ψήφους. εἶτα ἐγένοντο πολλαὶ τῷ Μάρκῳ. κοινολογησάμενος δὲ ὁ Ζεὺς ἰδίᾳ πρὸς τὸν πατέρα προσέταξε κηρῦξαι τῷ Ἑρμῇ. ὁ δὲ ἐκήρυττεν, Ἄνδρες οἱ παρελθόντες ἐπὶ τουτονὶ τὸν ἀγῶνα, νόμοι παρ’ ἡμῖν εἰσι καὶ κρίσεις τοιαῦται γίνονται, ὥστε καὶ τὸν νικῶντα χαίρειν καὶ τὸν ἡττώμενον μὴ μέμφεσθαι. πορεύεσθε οὖν, εἶπεν, ὅποι φίλον ἑκάστῳ, ὑπὸ θεοῖς ἡγεμόσι βιωσόμενοι τὸ ἐντεῦθεν· ἑλέσθω δ’ ἕκαστος ἑαυτῷ τὸν προστάτην τε καὶ ἡγεμόνα. μετὰ τὸ κήρυγμα τοῦτο ὁ μὲν Ἀλέξανδρος ἔθει πρὸς τὸν Ἡρακλέα, Ὀκταβιανὸς δὲ πρὸς τὸν Ἀπόλλωνα, ἀμφοῖν δὲ ἀπρὶξ εἴχετο τοῦ Διὸς καὶ Κρόνου Μάρκος. πλανώμενον δὲ πολλὰ καὶ περιτρέχοντα τὸν Καίσαρα κατελεήσας ὁ μέγας Ἄρης ἥ τε Ἀφροδίτη παρ’ ἑαυτοὺς ἐκαλεσάτην· Τραϊανὸς δὲ παρὰ τὸν Ἀλέξανδρον ἔθει ὡς ἐκείνῳ συγκαθεδούμενος.

待场内归于肃静,众神秘密投票。随后,多数选票投给了马可。宙斯与父亲私下商议后,吩咐赫尔墨斯进行宣告。赫尔墨斯遂高声宣布:“参与这场竞赛的诸君啊,我们这里的法则与裁决向来如此,既能让胜者欣喜,亦使败者无由抱怨。因此,”他说道,“各自前往心之所向吧,今后在作为领路人的众神治下生活;且让诸位各自选定自己的庇护者与领路人。”宣召之后,亚历山大奔向赫拉克勒斯,屋大维奔向阿波罗,而马可则紧紧依附着宙斯与克洛诺斯两者。见恺撒四处彷徨奔忙,伟大的阿瑞斯与阿芙洛狄忒心生怜悯,将他唤至身旁;图拉真则奔向亚历山大,意欲与他同席共处。

§38

ὁ δὲ Κωνσταντῖνος, οὐχ εὑρίσκων ἐν θεοῖς τοῦ βίου τὸ ἀρχέτυπον, ἐγγύθεν τὴν Τρυφὴν κατιδὼν ἔδραμε πρὸς αὐτήν· ἡ δὲ ὑπολαβοῦσα μαλακῶς καὶ περιβαλοῦσα τοῖς πήχεσι πέπλοις τε αὐτὸν ποικίλοις ἀσκήσασα καὶ καλλωπίσασα πρὸς τὴν Ἀσωτίαν ἀπήγαγεν, ἵνα καὶ τὸν Ἰησοῦν εὑρὼν ἀναστρεφόμενον καὶ προαγορεύοντα πᾶσιν, Ὅστις φθορεύς, ὅστις μιαιφόνος, ὅστις ἐναγὴς καὶ βδελυρός, ἴτω θαρρῶν· ἀποφανῶ γὰρ αὐτὸν τουτῳὶ τῷ ὕδατι λούσας αὐτίκα καθαρόν, κἂν πάλιν ἔνοχος τοῖς αὐτοῖς γένηται, δώσω τὸ στῆθος πλήξαντι καὶ τὴν κεφαλὴν πατάξαντι καθαρῷ γενέσθαι,5 σφόδρα ἄσμενος ἐνέτυχεν αὐτῷ, συνεξαγαγὼν τῆς τῶν θεῶν ἀγορᾶς τοὺς παῖδας. ἐπέτριβον δ’ αὐτόν τε κἀκείνους οὐχ ἧττον τῆς ἀθεότητος οἱ παλαμναῖοι δαίμονες, αἱμάτων συγγενῶν τιννύμενοι δίκας, ἕως ὁ Ζεὺς διὰ τὸν Κλαύδιον καὶ Κωνστάντιον ἔδωκεν ἀναπνεῦσαι. Σοὶ δέ, πρὸς ἡμᾶς λέγων ὁ Ἑρμῆς, δέδωκα τὸν πατέρα Μίθραν ἐπιγνῶναι· σὺ δ’ αὐτοῦ τῶν ἐντολῶν ἔχου, πεῖσμα καὶ ὅρμον ἀσφαλῆ ζῶντί τε σεαυτῷ παρασκευάζων, καὶ ἡνίκα ἂν ἐνθένδε ἀπιέναι δέῃ, μετὰ τῆς ἀγαθῆς ἐλπίδος ἡγεμόνα θεὸν εὐμενῆ καθιστὰς σεαυτῷ.

然而君士坦丁在众神之中寻不到自己生活的原型,窥见近旁的‘奢靡’,便朝她飞奔而去。奢靡温存地接纳了他,用臂弯拥抱他,以锦绣华服装饰他并替他盛装打扮,将他引至‘放荡’那里。在那里,他遇见耶稣四处往来,并对所有人宣告: “无论谁是诱奸者,无论谁是杀人犯,无论谁背负罪孽且污秽可憎,皆可安心前来!因我若用这水洗涤他,便立即使他显得洁净;即便他再次犯下相同的罪愆,只要他捶打胸膛、拍击己首,我便许他重获洁净。” 君士坦丁喜出望外地迎上前去,并将儿子们一同带离了众神的集会。然而那些向至亲之血索求报应的复仇神灵,毫不亚于因其不敬神那样折磨惩处着他与诸子,直到宙斯因克劳狄乌斯与君士坦提乌斯的缘故,才恩准他们稍作喘息。 赫尔墨斯转向我们说道:“至于你,我已准许你认识圣父密特拉;你当谨守他的诫命,在活着时为自己备下一条缆绳与安全的港湾;而当必须离弃尘世之时,你当满怀美好的期冀,立一位慈仁的神祇为自己的引路人。”

语法注5 条
  1. 35δόξαντος οὖν καὶ τοῦτο ὀρθῶς εἰρηκέναι τοῦ Μάρκου

    δόξαντος ... τοῦ Μάρκου 为独立属格结构。不定过去时主动态分词 δόξαντος(人称用法,“被认为”)与其属格主语 τοῦ Μάρκου 一致,并接补充不定式短语 καὶ τοῦτο ὀρθῶς εἰρηκέναι。

  2. 334cΠάλαι ἄν, εἶπεν, ἐβέβλησο τῷ κεραυνῷ, εἰ μὴ διὰ τὸ παῖδά σε εἶναι ἠγάπων

    过去反事实条件句。归结句使用 ἄν 搭配直陈式过去完成时被动态 ἐβέβλησο,表示过去未曾发生的结果;条件句则以 εἰ 搭配直陈式未完成过去时 ἠγάπων,表示过去持续的情感状态(“若非我疼惜你”)。

  3. 334dἄλλως τε καὶ οὐδὲν καινοτομήσαντι

    与格分词 καινοτομήσαντι 与前句(πεποίηταί μοι)中的与格代词 μοι(对我而言 / 由我)保持一致,起修饰作用,意为“更何况对我这个未曾开创新制的人而言”。

  4. 335bἐλελήθεις σεαυτὸν ὀψοποιοῦ καὶ κομμωτρίας βίον ζῶν

    λανθάνω 搭配补充性分词(ζῶν)并结合反身代词 σεαυτόν 的习惯句式,字面意为“你未察觉自己在过着庖丁与梳头妇的生活(即不知不觉中过着这样的生活)”。

  5. 336bδώσω τὸ στῆθος πλήξαντι καὶ τὴν κεφαλὴν πατάξαντι καθαρῷ γενέσθαι

    动词 δώσω 在此表示“允许/恩准”,以后续不定式 καθαρῷ γενέσθαι 作宾语;不定式的逻辑主语通过与格分词短语(τὸ στῆθος πλήξαντι...)呈现,表语形容词 καθαρῷ 亦被吸引为与格以求一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:35-38