- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:31-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
众神决定依凭内在志向而非外在功业进行评定,赫尔墨斯遂就人生目的分别质询亚历山大与恺撒,然而无论是亚历山大“征服万物”的豪言,抑或是恺撒追求至高权力的自白,皆遭到西勒诺斯尖锐的嘲弄与拆穿。
Ἡσυχίας δὲ γενομένης οἱ μὲν ἐῴκεσαν περιμένειν, ὅτῳ θήσονται τὴν ὑπὲρ τῶν πρωτείων οἱ θεοὶ ψῆφον· οἱ δ’ ᾤοντο δεῖν τὰς προαιρέσεις εἰς τοὐμφανὲς τῶν ἀνδρῶν προάγειν καὶ οὐ κρίνειν ἐκ τῶν πεπραγμένων αὐτοῖς, ὧν ἡ Τύχη μετεποιεῖτο τὸ πλεῖστον καὶ πάντων αὐτῶν καταβοῶσα παρειστήκει πλὴν Ὀκταβιανοῦ μόνου. τοῦτον δὲ εὐγνώμονα πρὸς ἑαυτὴν εἶναι ἔλεγεν. ἔδοξεν οὖν τοῖς θεοῖς ἐπιτρέψαι καὶ τοῦτο τῷ Ἑρμῇ, καὶ ἔδοσαν αὐτῷ πρῶτον Ἀλεξάνδρου πυθέσθαι, τί νομίσειε κάλλιστον καὶ πρὸς τί βλέπων ἐργάσαιτο καὶ πάθοι πάντα ὅσαπερ δεδράκοι τε καὶ πεπόνθοι. ὁ δὲ ἔφη, Τὸ πάντα νικᾶν. εἶτα, εἶπεν ὁ Ἑρμῆς, οἴει σοι τοῦτο πεποιῆσθαι; καὶ μάλα, ἔφη ὁ Ἀλέξανδρος. ὁ δὲ Σειληνὸς τωθαστικῶς μάλα γελάσας, Ἀλλὰ ἐκράτουν γέ σου πολλάκις αἱ ἡμέτεραι θυγατέρες, αἰνιττόμενος τὰς ἀμπέλους, τὸν Ἀλέξανδρον οἷα δή τινα μέθυσον καὶ φίλοινον σκώπτων. καὶ ὁ Ἀλέξανδρος ἅτε δὴ γέμων Περιπατητικῶν παρακουσμάτων, Οὐ τὰ ἄψυχα, ἔφη, νικᾶν· οὐδὲ γὰρ ἀγὼν ἡμῖν ἐστι πρὸς ταῦτα· ἀλλὰ πᾶν μὲν ἀνθρώπων, πᾶν δὲ θηρίων γένος. καὶ ὁ Σειληνὸς ὥσπερ οἱ θαυμάζοντες εἰρωνικῶς μάλα, Ἰού, ἰού, ἔφη, τῶν διαλεκτικῶν κιγκλίδων.1 αὐτὸς δὲ ἡμῖν ἐν ποτέρῳ σαυτὸν θήσεις γένει, τῶν ἀψύχων ἢ τῶν ἐμψύχων τε καὶ ζώντων; καὶ ὃς ὥσπερ ἀγανακτήσας, Εὐφήμει, ἔφη· ὑπὸ γὰρ μεγαλοψυχίας, ὅτι δὴ καὶ θεὸς γενοίμην, μᾶλλον δ’ εἴην, ἐπεπείσμην. Αὐτὸς οὖν, εἶπεν, ἡττήθης σεαυτοῦ πολλάκις. Ἀλλ’ αὐτὸν ἑαυτοῦ, εἶπεν ὁ Ἀλέξανδρος, κρατεῖν καὶ ἡττᾶσθαι ὁμωνύμως λέγεται· ἐμοὶ δὲ ἦν ὑπὲρ τῶν πρὸς ἄλλους ὁ λόγος. Βαβαὶ τῆς διαλεκτικῆς, εἶπεν, ὅπως ἡμῶν τὰ σοφίσματα διελέγχεις. ἀλλ’ ἡνίκα, εἶπεν, ἐν Ἰνδοῖς ἐτρώθης καὶ ὁ Πευκέστης ἔκειτο παρὰ σέ, σὺ δὲ ἐξήγου ψυχορραγῶν τῆς πόλεως, ἆρα ἥττων ἦσθα τοῦ τρώσαντος, ἢ καὶ ἐκεῖνον ἐνίκας; Οὐκ ἐκεῖνον, ἔφη, μόνον, ἀλλὰ καὶ αὐτὴν ἐξεπόρθησα τὴν πόλιν. Οὐ σύ γε, εἶπεν, ὦ μακάριε· σὺ μὲν γὰρ ἔκεισο κατὰ τὸν Ὁμηρικὸν Ἕκτορα ὀλιγοδρανέων καὶ ψυχορραγῶν· οἱ δὲ ἠγωνίζοντο καὶ ἐνίκων. Ἡγουμένων γ’ ἡμῶν,2 εἶπεν ὁ Ἀλέξανδρος. καὶ ὁ Σειληνός, Πῶς; οἵ γε ἐφέρεσθε μικροῦ νεκροί; εἶτα ᾖδε τῶν ἐξ Εὐριπίδου "Οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται, Ὅταν τρόπαιον πολεμίων στήσῃ στρατός." καὶ ὁ Διόνυσος, Παῦσαι, εἶπεν, ὦ παππίδιον, τοιαῦτα λέγων, μή σε οὗτος ὁποῖα τὸν Κλεῖτον ἐργάσηται. καὶ ὁ Ἀλέξανδρος ἐρυθριάσας τε ἅμα καὶ ὥσπερ συγχυθεὶς ὑπὸ τῶν δακρύων τὰ ὄμματα ἐσιώπα. καὶ ὅδε μὲν ὧδε ἔληξεν ὁ λόγος.
当全场归于肃静时,一部分人似乎在等待众神将争夺桂冠的选票投给何人;而另一部分人则认为,应当将这些人的根本志向昭示于众,而不当凭其功业作出评判,因为命运女神主张这些功业大半归功于己,且正伫立一旁斥责他们所有人,唯独屋大维除外。她称唯有此人懂得对自己感恩戴德。因此众神决定将此事亦托付给赫尔墨斯,并准许他首先质询亚历山大:他认为何为至善至美之事,又是怀着何种目的去经受并完成了他所做所受的一切。亚历山大答道:“征服万物。”赫尔墨斯遂问:“那么,你以为自己做到了这一点吗?”亚历山大说:“正是如此。”西勒诺斯极其嘲弄地大笑起来,说道:“然而我们的女儿们却常常将你制服呢”,借此影射葡萄树,嘲笑亚历山大是个嗜酒如命的酒鬼。而亚历山大因满脑子充斥着听偏了的逍遥学派教条,便说道:“并非指征服无灵之物——因为我们与这些事物并无争胜之理——而是指征服人类的全族与野兽的全族。”西勒诺斯仿若惊叹之人一般,极其讽刺地说道:“哎呀呀,好厉害的辩证法防栅!那么请问,你自己要把自己归入哪一个范畴之中呢,是无灵之物的范畴,还是有灵且具生命的范畴?”亚历山大仿若被激怒一般说道:“住口!盖因出于非凡的气魄,我早已确信自己已然成神,或者说本来就是神明。”西勒诺斯遂说:“如此说来,你自己便常常被你自己击败了。”亚历山大说道:“然而自胜与被自己击败,不过是同名异义的说法罢了;我的论述乃是指对待他人的关系而言。”西勒诺斯说道:“好惊人的辩证法啊,你竟这般驳倒了我们的诡辩!然而,”他又道,“当你在印度负伤、佩乌凯斯塔斯卧于你身旁、而你自己奄奄一息被抬出城池之时,难道你落败于刺伤你的人,还是说你甚至征服了他呢?”亚历山大说:“不仅是他,我甚至攻陷了整座城池。”西勒诺斯答道:“老兄啊,那可绝非是你;因为你当时正如同荷马史诗中的赫克托耳那般,浑身无力、垂死喘息,而真正奋战并克敌制胜的是他们。”亚历山大说道:“那至少是在我们的统帅之下。”西勒诺斯说:“何以见得?你们这群险些丧命、被抬着走的人吗?”随后他唱起了欧里庇得斯剧作中的诗句: “悲夫,全希腊的习俗何其不公,每当军旅立起克敌的战功碑。” 狄奥尼索斯遂说:“打住吧,老爷爷,休要再说这等话了,免得此人像对待克莱图斯那样来处置你。”亚历山大顿时面红耳赤,双眼仿若因泪水而模糊,默然不语。这番对话便由此告终。
Ὁ δὲ Ἑρμῆς ἤρετο πάλιν τὸν Καίσαρα, Σοὶ δέ, εἶπεν, ὦ Καῖσαρ, τίς ἐγένετο σκοπὸς τοῦ βίου; Τὸ πρωτεύειν, ἔφη, τῆς ἐμαυτοῦ3 καὶ μηδενὸς μήτε εἶναι μήτε νομίζεσθαι δεύτερον. Τοῦτο, εἶπεν ὁ Ἑρμῆς, ἀσαφές ἐστι· πότερον γάρ, εἰπέ, κατὰ σοφίαν ἢ τὴν ἐν τοῖς λόγοις δεινότητα ἢ πολεμικὴν ἐμπειρίαν ἢ πολιτικὴν δύναμιν; Ἦν μὲν οὖν, ἔφη ὁ Καῖσαρ, ἡδύ μοι τῶν πάντων ἐν πᾶσιν εἶναι πρώτῳ· τούτου δὲ οὐ δυνάμενος ἐπιτυχεῖν τὸ δύνασθαι μέγιστον παρὰ τοῖς ἐμαυτοῦ πολίταις ἐζήλωσα. Σὺ δέ, εἶπεν, ἐδυνήθης μέγα; πρὸς αὐτὸν ὁ Σειληνός. καὶ ὅς, Πάνυ γε, ἔφη· κύριος γοῦν αὐτῶν ἐγενόμην. Ἀλλὰ τοῦτο μέν, εἶπεν, ἐδυνήθης· ἀγαπηθῆναι δὲ ὑπ’ αὐτῶν οὐχ οἷός τε ἐγένου, καὶ ταῦτα πολλὴν μὲν ὑποκρινάμενος ὥσπερ ἐν δράματι καὶ σκηνῇ φιλανθρωπίαν, αἰσχρῶς δὲ αὐτοὺς πάντας κολακεύων. Εἶτα οὐκ ἀγαπηθῆναι δοκῶ, εἶπεν, ὑπὸ τοῦ δήμου τοῦ διώξαντος Βροῦτον καὶ Κάσσιον; Οὐκ ἐπειδή σε ἀπέκτειναν, ἔφη· διὰ τοῦτο μὲν γὰρ αὐτοὺς ὁ δῆμος ἐψηφίσατο εἶναι ὑπάτους· ἀλλὰ διὰ τὸ ἀργύριον, ἐπειδὴ τῶν διαθηκῶν ἀκροασάμενοι μισθὸν ἑώρων τῆς ἀγανακτήσεως αὐτοῖς οὔτοι τὸν τυχόντα προσεγγεγραμμένον.
接着赫尔墨斯转而询问恺撒:“那么你呢,恺撒,你一生的目的究竟为何?”恺撒答道:“在自己的祖国居于首位,既不沦为、亦不被视为任何人的次席。”赫尔墨斯说:“此话尚欠明确。请讲,究竟是在智慧上、演说造诣上、军事经验上,抑或是在政治权柄上?”恺撒说道:“在万事万物上皆居于万人之先,于我固然是极惬意之事;然而由于未能企及这一点,我便一心在自己的同胞公民中获取至高无上的权柄。”西勒诺斯向他问道:“那么,你当真获得了巨大权势吗?”他答道:“千真万确;至少我成了他们的主人。”西勒诺斯说:“这你倒是做到了;然而你却未能赢得他们的爱戴,尽管你如同在戏剧和舞台上那般扮演了无数的仁爱,并卑劣地向所有人谄媚奉承。”恺撒说道:“难道我不曾被那追捕布鲁图斯与卡西乌斯的民众所爱戴吗?”西勒诺斯答道:“绝非因他们刺杀了你;盖因民众正是为了那场刺杀而投票选举他们为执政官的;民众此举完全是为了金钱,因为在听闻了遗嘱之后,他们见其中为自己的愤慨明文记下了非同寻常的丰厚报酬。”
- 330dτῶν διαλεκτικῶν κιγκλίδων
由感叹词“Ἰού, ἰού”(哎呀呀)所引发的感叹属格。名词“κιγκλίδες”原指法庭或会场周围的格栅或围栏,此处借喻为亚历山大借辩证技巧构筑的防卫护栏或笼网。
- 331bἩγουμένων γ’ ἡμῶν
独立属格结构。句中虽使用第一人称复数代词“ἡμῶν”,但按语境实指亚历山大个人作为统帅的“尊称复数”(royal plural)。该复数与前文西勒诺斯所用的单数“ἔκεισο”(你卧着)形成对比,并直接引发后文西勒诺斯带有讽刺意味的复数应答“οἵ γε ἐφέρεσθε”(你们被抬着)。
- 331dτῆς ἐμαυτοῦ
阴性名词“πατρίδος”(祖国)的省略。动词“πρωτεύειν”(居于首位)直接支配属格,全句意为“在自己的祖国中居于首位”。
