← 朱利安

皇帝群像

§28-30

图拉真、马可·奥勒留与君士坦丁的申辩

图拉真、马可·奥勒留与君士坦丁依次在诸神面前陈述功业;马可以缄默交由全知的诸神裁决而备受赞赏,君士坦丁则因功绩短暂虚妄而遭西勒诺斯嘲弄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

Δίδοται μετὰ τοῦτον τῷ Τραϊανῷ τοῦ λέγειν ἐξουσία. ὁ δέ, καίπερ δυνάμενος λέγειν, ὑπὸ ῥᾳθυμίας· ἐπιτρέπειν γὰρ εἰώθει τὰ πολλὰ τῷ Σούρᾳ γράφειν ὑπὲρ αὑτοῦ· φθεγγόμενος μᾶλλον ἢ λέγων, ἐπεδείκνυεν αὐτοῖς τό τε Γετικὸν καὶ τὸ Παρθικὸν τρόπαιον. ᾐτιᾶτο δὲ τὸ γῆρας ὡς οὐκ ἐπιτρέψαν αὐτῷ τοῖς Παρθικοῖς πράγμασιν ἐπεξελθεῖν. καὶ ὁ Σειληνός, Ἀλλ’, ὦ μάταιε, ἔφη, εἴκοσι βεβασίλευκας ἔτη, Ἀλέξανδρος δὲ οὑτοσὶ δώδεκα. τί οὖν ἀφεὶς αἰτιᾶσθαι τὴν σαυτοῦ τρυφὴν τὴν τοῦ χρόνου μέμφῃ στενότητα; παροξυνθεὶς οὖν ὑπὸ τοῦ σκώμματος, οὐδὲ γὰρ ἦν ἔξω τοῦ δύνασθαι ῥητορεύειν, ὑπὸ δὲ τῆς φιλοποσίας ἀμβλύτερος ἑαυτοῦ πολλάκις ἦν, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, τὴν ἀρχὴν παραλαβὼν ναρκῶσαν ὥσπερ καὶ διαλελυμένην ὑπό τε τῆς οἴκοι πολὺν χρόνον ἐπικρατησάσης τυραννίδος καὶ τῆς τῶν Γετῶν ὕβρεως, μόνος ὑπὲρ τὸν Ἴστρον ἐτόλμησα προσλαβεῖν ἔθνη, καὶ τὸ Γετῶν ἔθνος ἐξεῖλον, οἳ τῶν πώποτε μαχιμώτατοι γεγόνασιν, οὐχ ὑπὸ ἀνδρείας μόνον τοῦ σώματος, ἀλλὰ καὶ ὧν ἔπεισεν αὐτοὺς ὁ τιμώμενος παρ’ αὐτοῖς Ζάμολξις.1 οὐ γὰρ ἀποθνήσκειν, ἀλλὰ μετοικίζεσθαι νομίζοντες ἑτοιμότερον αὐτὸ ποιοῦσιν ἢ ἄλλοι τὰς ἀποδημίας ὑπομένουσιν. ἐπράχθη δέ μοι τὸ ἔργον τοῦτο ἐν ἐνιαυτοῖς ἴσως που πέντε. πάντων δὲ ὅτι τῶν πρὸ ἐμαυτοῦ γεγονότων αὐτοκρατόρων ὤφθην τοῖς ὑπηκόοις πρᾳότατος καὶ οὔτε Καῖσαρ οὑτοσὶ περὶ τούτων ἀμφισβητήσειεν ἄν μοι οὔτ’ ἄλλος οὐδὲ εἷς, εὔδηλόν ἐστί που. πρὸς Παρθυαίους δέ, πρὶν μὲν ἀδικεῖσθαι παρ’ αὐτῶν, οὐκ ᾤμην δεῖν χρῆσθαι τοῖς ὅπλοις· ἀδικοῦσι δὲ ἐπεξῆλθον οὐδὲν ὑπὸ τῆς ἡλικίας κωλυθείς, καίτοι διδόντων μοι τῶν νόμων τὸ μὴ στρατεύεσθαι. τούτων δὴ τοιούτων ὄντων, ἆρ’ οὐχὶ καὶ τιμᾶσθαι πρὸ τῶν ἄλλων εἰμὶ δίκαιος,2 πρᾷος μὲν πρὸς τοὺς ὑπηκόους, φοβερὸς δὲ πρὸς τοὺς πολεμίους διαφερόντως γενόμενος, αἰδεσθεὶς δὲ καὶ τὴν ὑμετέραν ἔκγονον φιλοσοφίαν; τοιαῦτα ὁ Τραϊανὸς εἰπὼν ἐδόκει τῇ πρᾳότητι πάντων κρατεῖν, καὶ δῆλοί πως ἦσαν οἱ θεοὶ μάλιστα ἡσθέντες ἐπὶ τούτῳ.

在此人之后,图拉真获得了发言的机会。然而,他虽然具备演说才能,却因怠惰——盖因他惯于将大部分文辞托付给苏拉代为撰写——与其说是演讲,毋宁说是呼喊,向众神展示了他的盖塔与帕提亚战胜纪念碑。他又归咎于年老,称年迈未能容许他彻底解决帕提亚战事。于是西勒诺斯说道:“喂,蠢汉,你执政了二十年,而这边的亚历山大只统治了十二载。你为何不归咎于自身的纵欲享乐,反而抱怨时间的紧迫呢?”因这番嘲讽而受激奋——盖因他并非完全缺乏演说之能,只是常常由于嗜酒而比平时的自己更为迟钝——图拉真遂说道:“宙斯与诸神啊,我接受政权之时,帝国因国内长期横行的暴政以及盖塔人的侮慢而陷入麻木瓦解之境,唯独我敢于跨越伊斯特罗斯河兼并外族,并荡平了盖塔部族;他们是有史以来最好战之民,不仅由于肉体的勇武,更因其受敬奉的扎摩尔克西斯对他们的训谕。盖因他们认为自己绝非死亡,而仅是迁居别处,故而赴死比起他人承受出游远行更为从容。而此项功业我大概仅用五年便告竣。况且,在我之前的一切皇帝中,我对臣民展现出最为温和宽厚,不仅此处的恺撒绝无法与我就此争辩,任何其他人亦然,此乃昭然若揭之事。至于对帕提亚人,在遭受其侵害之前,我认为不当动用武力;然而一旦其作恶,我便前去征伐,丝毫不受年迈阻碍,尽管法律赋予我免于兵役之权。凡此种种既然属实,我在臣民面前极其温和,在敌人面前分外可畏,又尊奉你们神明的后裔哲学,难道我不应当享有高于他人的尊荣吗?”图拉真言毕,似乎以其温和征服了全场,而众神显然亦对此深感悦纳。

§29

Τοῦ Μάρκου δὲ ἀρχομένου λέγειν, ὁ Σειληνὸς ἠρέμα πρὸς τὸν Διόνυσον, Ἀκούσωμεν, ἔφη, τοῦ Στωικοῦ τουτουί, τί ποτε ἄρα τῶν παραδόξων ἐκείνων ἐρεῖ καὶ τεραστίων δογμάτων. ὁ δὲ ἀποβλέψας πρὸς τὸν Δία καὶ τοὺς θεούς, Ἀλλ’ ἔμοιγε, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, λόγων οὐδὲν δεῖ καὶ ἀγῶνος. εἰ μὲν γὰρ ἠγνοεῖτε τἀμά, προσῆκον ἦν ἐμοὶ διδάσκειν ὑμᾶς· ἐπεὶ δὲ ἴστε καὶ λέληθεν ὑμᾶς τῶν ἁπάντων οὐδέν, αὐτοί μοι τιμᾶτε τῆς ἀξίας.3 ἔδοξε δὴ οὖν ὁ Μάρκος τά τε ἄλλα θαυμάσιός τις εἶναι καὶ σοφὸς διαφερόντως ἅτε οἶμαι διαγινώσκων, "Λέγειν θ’ ὅπου χρὴ καὶ σιγᾶν ὅπου καλόν."

当马可开始发言时,西勒诺斯悄声对狄奥尼索斯说:“且让我们听听这位斯多亚派门徒,看他究竟会从那些悖论与惊人教义中道出什么。”而马可注视着宙斯与诸神,说道:“宙斯与诸神啊,于我而言绝无长篇大论与竞辩之必要。倘若你们对我的行迹一无所知,我理当向你们陈明;但既然你们洞悉一切,且万物无一能瞒过你们,便请你们自行按我的品格与价值评定我当得的奖赏。”于是马可被公认在其他方面皆是非凡卓越之人,且深具非凡智慧,盖因我想,他深知‘当言之处则言,当默之所则默’的道理。

§30

Τῷ Κωνσταντίνῳ μετὰ τοῦτον λέγειν ἐπέτρεπον. ὁ δὲ πρότερον μὲν ἐθάρρει τὴν ἀγωνίαν.4 ὡς δὲ ἀπέβλεπεν εἰς τὰ τῶν ἄλλων ἔργα, μικρὰ παντάπασιν εἶδε τὰ ἑαυτοῦ. δύο γὰρ τυράννους, εἴ γε χρὴ τἀληθῆ φάναι, καθῃρήκει, τὸν μὲν ἀπόλεμόν τε καὶ μαλακόν, τὸν δὲ ἄθλιόν τε καὶ διὰ τὸ γῆρας ἀσθενῆ, ἀμφοτέρω δὲ θεοῖς τε καὶ ἀνθρώποις ἐχθίστω. τά γε μὴν εἰς τοὺς βαρβάρους ἦν γελοῖα αὐτῷ· φόρους γὰρ ὥσπερ ἐτετελέκει, καὶ πρὸς τὴν Τρυφὴν ἀφεώρα· πόρρω δὲ εἱστήκει τῶν θεῶν αὕτη περὶ τὰ πρόθυρα τῆς Σελήνης· ἐρωτικῶς τε οὖν εἶχεν αὐτῆς, καὶ ὅλος πρὸς ἐκείνην βλέπων οὐδὲν ἔμελεν αὐτῷ περὶ τῆς νίκης. ἐπεὶ δὲ ἐχρῆν καὶ αὐτὸν εἰπεῖν τι, Ταύτῃ τούτων κρείττων, ἔφη, εἰμί, τοῦ Μακεδόνος μέν, ὅτι πρὸς Ῥωμαίους καὶ τὰ Γερμανικὰ καὶ Σκυθικὰ γένη καὶ οὐχὶ πρὸς τοὺς Ἀσιανοὺς βαρβάρους ἠγωνισάμην, Καίσαρος δὲ καὶ Ὀκταβιανοῦ τῷ μή, καθάπερ οὗτοι, πρὸς καλοὺς κἀγαθοὺς πολίτας στασιάσαι, τοῖς μιαρωτάτοις δὲ καὶ πονηροτάτοις τῶν τυράννων ἐπεξελθεῖν. Τραϊανοῦ δὲ τοῖς μὲν κατὰ τῶν τυράννων ἀνδραγαθήμασιν εἰκότως ἂν προτιμηθείην, τῷ δὲ ἣν οὗτος προσεκτήσατο χώραν ἀναλαβεῖν ἴσος ἂν οὐκ ἀπεικότως νομιζοίμην, εἰ μὴ καὶ μεῖζόν ἐστι τὸ ἀνακτήσασθαι τοῦ κτήσασθαι. Μάρκος δὲ οὑτοσὶ σιωπῶν ὑπὲρ αὑτοῦ πᾶσιν ἡμῖν τῶν πρωτείων ἐξίσταται. καὶ ὁ Σειληνός, Ἀλλ’ ἦ τοὺς Ἀδώνιδος κήπους ὡς ἔργα ἡμῖν, ὦ Κωνσταντῖνε, σεαυτοῦ προφέρεις; τί δέ, εἶπεν, εἰσὶν οὓς λέγεις Ἀδώνιδος κήπους; οὓς αἱ γυναῖκες, ἔφη, τῷ τῆς Ἀφροδίτης ἀνδρὶ φυτεύουσιν ὀστρακίοις ἐπαμησάμεναι γῆν λαχανίαν· χλοήσαντα δὲ ταῦτα πρὸς ὀλίγον αὐτίκα ἀπομαραίνεται. καὶ ὁ Κωνσταντῖνος ἠρυθρίασεν, ἄντικρυς ἐπιγνοὺς τοιοῦτον τὸ ἑαυτοῦ ἔργον.

在此之后,他们准许君士坦丁发言。起初他对这场辩争颇具自信;但当他回顾他人的功业时,方才察觉自己的功绩全然微不足道。盖因实事求是地说,他仅推翻了两位僭主,其中一人怯战柔弱,另一人凄惨且因年老而衰竭,两人皆深为神明与人类所憎恶。况且他对蛮族的战事更是滑稽可笑:他近乎是在向其缴纳贡赋,且其目光始终凝视着‘骄奢’。骄奢女神远离诸神,伫立于月亮的前庭附近;他对她满怀迷恋,全神贯注地凝望着她,对胜利浑不在意。然而由于他也必须陈辞,便说道:“在以下几点上我胜过他们:胜过那位马其顿人,乃因我交战的对象是罗马人以及日耳曼与斯基泰诸族,而非亚洲的蛮族;胜过恺撒与屋大维,乃因我未曾如他们一般与优秀的公民互相争斗,而是讨伐了最污秽邪恶的僭主。而在诛除僭主的英武功业上,我自当享有优先于图拉真的尊荣;至于收复图拉真所兼并的土地,我理所当然被视为与他平分秋色,倘若收复失地并不比开疆拓土更为伟大的话。而这里的马可为自己保持缄默,实则是向我们所有人让出了桂冠。”西勒诺斯遂说:“君士坦丁啊,难道你竟将‘阿多尼斯之园’当作自己的功绩呈献于我们面前吗?”他问:“你所说的阿多尼斯之园究竟是何物?”西勒诺斯答道:“那是妇人们为阿佛洛狄忒的丈夫所栽种之物,不过是在碎陶片中捧拢些许菜圃泥土;它们稍稍泛绿片刻,便旋即枯萎凋零。”君士坦丁顿时面红耳赤,彻底认识到自己的功业正是这般货色。

语法注4 条
  1. 327dἀλλὰ καὶ ὧν ἔπεισεν αὐτοὺς ὁ τιμώμενος παρ’ αὐτοῖς Ζάμολξις

    关系代词 ὧν 属于先行词省略的关系代词格吸引(attraction)。其原初结构为 οὐχ ὑπὸ ἀνδρείας μόνον τοῦ σώματος, ἀλλὰ καὶ [ὑπὸ τούτων] ὧν ἔπεισεν...,作为 ἔπεισεν 宾语的原宾格代词 ἅ 受介词 ὑπό 所支配的省略先行词(属格)同化,被吸引为属格 ὧν。

  2. 328bἆρ’ οὐχὶ καὶ τιμᾶσθαι πρὸ τῶν ἄλλων εἰμὶ δίκαιος

    此处为 δίκαιός εἰμι 接不定词的人称构文(personal construction)。它在意义上等同于非人称构文 δίκαιόν ἐστί με τιμᾶσθαι(“我受尊荣乃是理所应当的”),但语义主语被提升为主句谓语的语法主语。

  3. 328dαὐτοί μοι τιμᾶτε τῆς ἀξίας

    动词 τιμάω 搭配受评者与格(μοι)及表示价值/代价的属格(τῆς ἀξίας,价值属格)。整句意为“请根据我的价值来评定我”。

  4. 328dὁ δὲ πρότερον μὲν ἐθάρρει τὴν ἀγωνίαν

    常作不及物动词使用的 θαρρέω 在此直接带宾格名词(τὴν ἀγωνίαν),属于同族宾格(cognate accusative)或表示“对……满怀信心/勇敢面对”的及物化用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:28-30