- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者与对话者商讨如何在克洛诺斯节消遣,叙述者随即开始讲述一个得自赫尔墨斯的神话。在神话中,罗慕路斯邀请诸神与历代凯撒赴宴,天上为他们设下了壮丽的席位。
Ἐπειδὴ δίδωσιν ὁ θεὸς παίζειν· ἔστι γὰρ Κρόνια· γελοῖον δὲ οὐδὲν οὐδὲ τερπνὸν οἶδα ἐγώ, τὸ μὴ καταγέλαστα φράσαι1 φροντίδος ἔοικεν εἶναι ἄξιον, ὦ φιλότης. Εἶτα τίς οὕτω παχύς ἐστι καὶ ἀρχαῖος, ὦ Καῖσαρ, ὥστε καὶ παίζειν πεφροντισμένα; ἐγὼ ᾤμην τὴν παιδιὰν ἄνεσίν τε εἶναι ψυχῆς καὶ ἀπαλλαγὴν τῶν φροντίδων. Ὀρθῶς γε σὺ τοῦτο ὑπολαμβάνων, ἐμοὶ δὲ οὐ ταύτῃ ἔοικεν ἀπαντᾶν τὸ χρῆμα. πέφυκα γὰρ οὐδαμῶς ἐπιτήδειος οὔτε σκώπτειν οὔτε παρῳδεῖν οὔτε γελοιάζειν. ἐπεὶ δὲ χρὴ τῷ νόμῳ πείθεσθαι τοῦ θεοῦ, βούλει σοι ἐν παιδιᾶς μέρει μῦθον διεξέλθω2 πολλὰ ἴσως ἔχοντα ἀκοῆς ἄξια; Λέγοις ἂν καὶ μάλα ἀσμένῳ,3 ἐπεὶ καὶ αὐτὸς οὐκ ἀτιμάζω τοὺς μύθους οὐδὲ παντάπασιν ἐξελαύνω τοὺς ὀρθῶς ἔχοντας, ἀκόλουθά σοί τε καὶ φίλῳ τῷ σῷ, μᾶλλον δὲ τῷ κοινῷ, Πλάτωνι διανοούμενος, ἐπεὶ καὶ αὐτῷ πολλὰ ἐν μύθοις ἐσπούδασται. Λέγεις ναὶ μὰ Δία ταῦτα ἀληθῆ. Τίς δὲ καὶ ποταπὸς ὁ μῦθος; Οὐ τῶν παλαιῶν τις, ὁποίους Αἴσωπος ἐποίησεν, ἀλλ’ εἴτε πλάσμα λέγοις Ἑρμοῦ· πεπυσμένος γὰρ αὐτὸν ἐκεῖθέν σοι φράσω· εἴτε καὶ τἀληθὲς οὕτως ἔχει εἴτε μίξις τίς ἐστιν ἀμφοῖν, αὐτό, φασί, δείξει τὸ πρᾶγμα. Τουτὶ μὲν οὖν ἤδη μυθικῶς ἅμα καὶ ῥητορικῶς ἐξείργασταί σοι τὸ προοίμιον· ἀλλά μοι τὸν λόγον αὐτόν, ὁποῖός ποτέ ἐστιν, ἤδη διέξελθε.
“既然神祇准许嬉戏——因为正值克洛诺斯节——而我自己又不知晓任何滑稽或愉悦之事,那么,亲爱的朋友,说出不致招人耻笑之事似乎是值得一番思虑的。” “那么,凯撒啊,有谁会如此笨拙而古板,以至于在嬉戏时也要运用深思熟虑之物呢?我本以为嬉戏是心灵的放松与忧虑的解脱。” “你这样理解固然不错,但对我而言,事情似乎并非如此。因为我生来绝不适于嘲弄、戏仿或打趣。然而既然必须顺从神祇的法度,你是否愿意让我以嬉戏的方式向你讲述一个神话,其中或许包含许多值得一听之事?” “你尽可对一个极为乐意倾听的人讲述;因为我自己也并不蔑视神话,亦不全盘驱逐那些合宜的神话,我与你以及你的朋友——更确切地说是我们共同的朋友——柏拉图抱有相同的想法,因为他本人也在神话中倾注了诸多心血。” “凭着宙斯起誓,你这话千真万确。” “那究竟是怎样的一个神话呢?” “它并非古老的那种,如伊索所作的寓言;但无论你称之为赫尔墨斯的虚构——因为我是从他那里得知并转述与你的——抑或事实确然如此,抑或是两者的某种混合,正如人们所说,‘事情本身会表明一切’。” “你这篇序言已经同时兼具神话色彩与修辞技巧了;现在就把故事本身,无论它究竟如何,详述给我听吧。”
Μανθάνοις ἄν. Θύων ὁ Ῥωμύλος τὰ Κρόνια πάντας ἐκάλει τοὺς θεούς, καὶ δὴ καὶ αὐτοὺς τοὺς καίσαρας. κλῖναι δὲ ἐτύγχανον παρεσκευασμέναι τοῖς μὲν θεοῖς ἄνω κατ’ αὐτό, φασίν, οὐρανοῦ τὸ μετέωρον, "Οὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί." λέγεται γὰρ μεθ’ Ἡρακλέα παρελθεῖν ἐκεῖσε καὶ ὁ Κυρῖνος,4 ᾧ δὴ χρὴ καλεῖν αὐτὸν ὀνόματι, τῇ θείᾳ πειθομένους φήμῃ. τοῖς μὲν οὖν θεοῖς ἐκεῖσε παρεσκεύαστο τὸ συμπόσιον· ὑπ’ αὐτὴν δὲ τὴν σελήνην ἐπὶ μετεώρου τοῦ ἀέρος ἐδέδοκτο τοὺς καίσαρας δειπνεῖν. ἀνεῖχε δὲ αὐτοὺς ἥ τε τῶν σωμάτων κουφότης, ἅπερ ἐτύγχανον ἠμφιεσμένοι, καὶ ἡ περιφορὰ τῆς σελήνης. κλῖναι μὲν οὖν ἔκειντο τέτταρες, εὐτρεπεῖς τοῖς μεγίστοις θεοῖς. ἐβένου μὲν ἦν ἡ τοῦ Κρόνου στιλβούσης καὶ πολλὴν ἐν τῷ μέλανι καὶ θείαν αὐγὴν κρυπτούσης, ὥστε οὐδεὶς οἷός τε ἦν ἀντιβλέπειν. ἔπασχε δὲ ταὐτὸ πρὸς τὴν ἔβενον ἐκείνην τὰ ὄμματα δι’ ὑπερβολὴν τῆς λαμπηδόνος, ὅπερ οἶμαι πρὸς ἥλιον, ὅταν αὐτοῦ τῷ δίσκῳ τις ἀτενέστερον προσβλέπῃ. ἡ δὲ τοῦ Διὸς ἦν ἀργύρου μὲν στιλπνοτέρα, χρυσίου δὲ λευκοτέρα. τοῦτο εἴτε ἤλεκτρον χρὴ καλεῖν εἴτε ἄλλο τι λέγειν, οὐ σφόδρα εἶχέ μοι γνωρίμως ὁ Ἑρμῆς φράσαι. χρυσοθρόνω δὲ παρ’ ἑκάτερον ἐκαθεζέσθην ἥ τε μήτηρ καὶ ἡ θυγάτηρ, Ἥρα μὲν παρὰ τὸν Δία, Ῥέα δὲ παρὰ τὸν Κρόνον. τὸ δὲ τῶν θεῶν κάλλος οὐδὲ ἐκεῖνος ἐπεξῄει τῷ λόγῳ, μεῖζον εἶναι λέγων αὐτὸ καὶ νῷ θεατόν, ἀκοῇ δὲ καὶ ῥήμασιν οὔτε προοισθῆναι ῥᾴδιον οὔτε παραδεχθῆναι δυνατόν. οὐχ οὕτω τις ἔσται καὶ φανεῖται μεγαλόφωνος, ὥστε τὸ μέγεθος ἐκεῖνο φράσαι τοῦ κάλλους, ὁπόσον ἐπιπρέπει τῇ τῶν θεῶν ὄψει. Παρεσκεύαστο δὲ καὶ τοῖς ἄλλοις θεοῖς ἑκάστῳ θρόνος ἢ κλίνη κατὰ πρεσβείαν. ἤριζε δὲ οὐδείς, ἀλλ’ ὅπερ Ὅμηρος ὀρθῶς ποιῶν ἔφη, δοκεῖν μοι5 παρὰ τῶν Μουσῶν αὐτῶν ἀκηκοώς, ἔχειν ἕκαστον τῶν θεῶν θρόνον, ἐφ’ οὗ πάντως αὐτῷ θέμις καθῆσθαι στερεῶς καὶ ἀμετακινήτως· ἐπεὶ καὶ πρὸς τὴν παρουσίαν τοῦ πατρὸς ἐξανιστάμενοι ταράττουσιν οὐδαμῶς τὰς καθέδρας οὐδὲ μεταβαίνουσιν οὐδὲ ὑφαρπάζουσιν ἀλλήλων, γνωρίζει δὲ ἕκαστος τὸ προσῆκον αὑτῷ.
“那么请听。 罗慕路斯在克洛诺斯节献祭时,邀请了所有的神祇,自然也包括各位凯撒本人。为神祇准备的卧榻正好位于上方,正如人们所说,在天的最高处: ‘去往奥林波斯,人们说那里永远是诸神安稳的居所。’ 因为据说奎里努斯——顺从神的启示,确实应当以这个名字称呼他——继赫拉克勒斯之后也登临了那里。于是,神祇的宴席就在那里备齐;而各位凯撒则被安排在月亮的正下方、高空的空气之中用餐。他们碰巧披带的轻盈躯体以及月亮的运转支撑着他们。为至高神祇准备的卧榻摆放着四张。克洛诺斯的卧榻是由乌木制成的,乌木闪烁着光泽,并在其漆黑之中蕴藏着充沛而神圣的光辉,以至于无人能够正视。由于光芒极其炫目,眼睛在面对那块乌木时所承受的感觉,我想正如人们过于凝神直视太阳圆盘时所承受的一样。宙斯的卧榻比白银更明亮,比黄金更白晰;无论该称之为琥珀金还是别的什么,赫尔墨斯都未能向我解释得十分清楚。身坐金宝座的母亲与女儿分别坐在他们各自的身旁:赫拉在宙斯身旁,瑞亚在克洛诺斯身旁。至于诸神的美貌,连他也不曾在叙述中穷尽,只说它过于崇高,唯能以理智观照,若通过耳闻与言辞,既不易传达,亦不可能领会。绝不会有人具有或显出如此宏亮之声,以至于能描述出配得上诸神容貌的绝美之宏大。 对于其他神祇,也按照长幼尊卑为每一位准备了宝座或卧榻。无人争执,而是正如荷马所正确描述的那样——在我看来,他是直接从缪斯那里听来的——诸神各有其宝座,其上完全合乎礼法地供其坚定而不可动摇地安坐;因为即使在天父降临时起立,他们也绝不扰乱座位,既不移位,亦不互相争夺,而是各自明晓属于自己的合宜位置。”
- 306aτὸ μὴ καταγέλαστα φράσαι
带冠词的不定式短语(中性单数主格)用作主句的主语。谓语部分为 φροντίδος ἔοικεν εἶναι ἄξιον(“似乎值得一番思虑”),其中属格 φροντίδος 由形容词 ἄξιον 支配。
- 306bβούλει σοι ἐν παιδιᾶς μέρει μῦθον διεξέλθω
动词 βούλει(第二人称单数中被动态)后直接跟第一人称单数虚拟式 διεξέλθω,没有连接词 ἵνα(并列或附属性意愿虚拟式),意为“你是否愿意让我向你讲述一个神话?”。
- 306cΛέγοις ἂν καὶ μάλα ἀσμένῳ
带有 ἄν 的希求法(λέγοις ἄν)表示委婉的命令或邀请。与格形容词 ἀσμένῳ 用作动词 λέγοις 的间接宾语(省略的代词 μοι)的谓语性与格,意为“你尽可对一个极为乐意倾听的人讲述”。
- 307bλέγεται γὰρ μεθ’ Ἡρακλέα παρελθεῖν ἐκεῖσε καὶ ὁ Κυρῖνος
此处使用的是人称结构(主格加不定式结构,nominativus cum infinitivo),而非无人称句型(λέγεται 支配宾格加不定式);ὁ Κυρῖνος 作主格,既是主动词 λέγεται 的语法主语,也是不定式 παρελθεῖν 的逻辑主语(“据说奎里努斯也前往了……”)。
- 308bδοκεῖν μοι
独立不定式(infinitivus absolutus)构成的插入语,意为“在我看来”。
