← 朱利安

皇帝群像

§26-27

亚历山大的辩解总结与屋大维的演说

亚历山大为自己的严酷举措辩白后结束了演说;随后登场的屋大维敏锐察觉到水时计被削减,遂摒弃贬抑他人之词,着重宣扬自己平定内战、尊崇哲学、划定帝国边界以及在和平时期立法的卓越功绩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

Ὅσα μὲν οὖν ἐχρῆν, ὦ θεοί, πρὸς τοῦτον ἀπολογήσασθαι· καίτοι κρεῖττον ἦν ὑπεριδεῖν αὐτοῦ· εἴρηται.1 εἰ δέ τι πικρὸν ὑφ’ ἡμῶν ἐπράχθη, οὔτι παντάπασιν εἰς ἀναιτίους ἀνθρώπους, ἀλλὰ ἢ πολλάκις καὶ ἐπὶ πολλοῖς προσκρούσαντας ἢ τῷ καιρῷ μὴ καλῶς μηδὲ πρεπόντως χρησαμένους, ἠκολούθησε γοῦν ἐπὶ μὲν τοῖς διὰ τὸν καιρὸν ἐξαμαρτηθεῖσιν ἡ μεταμέλεια, σώφρων πάνυ καὶ τῶν ἐξημαρτηκότων σώτειρα δαίμων, τοὺς δὲ ὥσπερ φιλοτιμουμένους ἐπὶ τῷ πολλάκις ἀπεχθάνεσθαι καὶ προσκρούειν οὐδὲν ᾤμην ἄδικον ποιεῖν κολάζων.

“诸神啊,因此针对此人所应当辩白的一切——尽管不予理睬本更为恰当——皆已陈述完毕。若我等曾行有任何严苛之事,绝非施加于全然无辜之人,而是针对那些屡次且在诸多事端上触犯过恶者,或是未能合宜妥帖地善用时机者。无论如何,悔悟紧随着因时势所犯的过失而至,而悔悟乃是极尽克制、拯救有过者的神明;但对于那些仿佛以屡屡招人怨恨和挑起冲突为傲之人,我认为惩治他们绝非不义。”

§27

Ἐπεὶ δὲ εἴρητο καὶ τούτῳ στρατιωτικώτερον ὁ λόγος, ἐπὶ τὸν Ὀκταβιανὸν τὴν ὑδρίαν ἔφερεν ὁ τοῦ Ποσειδῶνος θεράπων, ἐπιμετρῶν αὐτῷ τοῦ ὕδατος ἔλασσον διὰ τὸν καιρόν, ἄλλως τε καὶ μνησικακῶν αὐτῷ τῆς εἰς τὸν θεὸν ὑπερηφανίας. καὶ ὃς ἐπειδὴ συνῆκεν ὑπὸ ἀγχινοίας, ἀφεὶς τὸ λέγειν τι περὶ τῶν ἀλλοτρίων, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, τοῦ διασύρειν μὲν τὰ τῶν ἄλλων ἔργα καὶ μικρὰ ποιεῖν ἀφέξομαι, περὶ δὲ τῶν ἐμαυτοῦ τὸν πάντα ποιήσομαι λόγον. νέος προύστην τῆς ἐμαυτοῦ πόλεως ὥσπερ οὗτος ὁ γενναῖος Ἀλέξανδρος, κατώρθωσα δὲ Γερμανικοὺς πολέμους ὥσπερ ὁ ἐμὸς πατὴρ οὑτοσὶ Καῖσαρ. συμπλακεὶς δὲ τοῖς ἐμφυλίοις ἀγῶσιν Αἴγυπτον μὲν περὶ τὸ Ἄκτιον κατεναυμάχησα, Βροῦτον δὲ καὶ Κάσσιον περὶ τοὺς Φιλίππους κατεπολέμησα, καὶ τὸν Πομπηίου παῖδα Σέξτον πάρεργον ἐθέμην τῆς ἐμαυτοῦ στρατηγίας. οὕτω δὲ παρέσχον ἐμαυτὸν τῇ φιλοσοφίᾳ χειροήθη, ὥστε καὶ τῆς Ἀθηνοδώρου παρρησίας ἠνεσχόμην, οὐκ ἀγανακτῶν, ἀλλ’ εὐφραινόμενος ἐπ’ αὐτῇ, καὶ τὸν ἄνδρα καθάπερ παιδαγωγὸν ἢ πατέρα μᾶλλον αἰδούμενος. Ἄρειον δὲ καὶ φίλον καὶ συμβιωτὴν ἐπιγράφομαι, καὶ ὅλως οὐδέν ἐστιν ὑφ’ ἡμῶν εἰς τὴν φιλοσοφίαν ἁμαρτηθέν. ὑπὸ δὲ τῶν ἐμφυλίων στάσεων τὴν Ῥώμην ὁρῶν εἰς τὸν ἔσχατον ἐλαύνουσαν πολλάκις κίνδυνον οὕτω διεθέμην τὰ περὶ αὐτήν, ὥστε εἶναι, εἰ μὴ δι’ ὑμᾶς, ὦ θεοί, τὸ λοιπὸν ἀδαμαντίνην.2 οὐ γὰρ ταῖς ἀμέτροις ἐπιθυμίαις εἴκων ἐπικτᾶσθαι πάντως αὐτῇ διενοήθην, ὅρια δὲ διττά, ὥσπερ ὑπὸ τῆς φύσεως ἀποδεδειγμένα, Ἴστρον καὶ Εὐφράτην ποταμοὺς ἐθέμην. εἶτα ὑποτάξας τὸ Σκυθῶν καὶ Θρᾳκῶν ἔθνος, ἐπιμετρούντων ὑμῶν τῆς βασιλείας μοι τὸν χρόνον, οὐ πόλεμον ἄλλον ἐξ ἄλλου περιεσκόπουν, ἀλλὰ εἰς νομοθεσίαν καὶ τῶν ἐκ τοῦ πολέμου συμφορῶν ἐπανόρθωσιν τὴν σχολὴν διετιθέμην, οὐδενὸς νομίζων τῶν πρὸ ἐμαυτοῦ χεῖρον βεβουλεῦσθαι, μᾶλλον δέ, εἰ χρὴ θαρρήσαντα φάναι, κρεῖσσον τῶν πώποτε τηλικαύτας ἡγεμονίας ἐπιτροπευσάντων. οἱ μὲν γὰρ ταῖς στρατηγίαις ἐναπέθανον, ἐξὸν λοιπὸν ἡσυχάζειν καὶ μὴ στρατεύεσθαι,3 πολέμους ἐκ πολέμων ἑαυτοῖς, ὥσπερ οἱ φιλοπράγμονες δίκας κατασκευάζοντες· οἱ δὲ καὶ πολεμούμενοι τῇ τρυφῇ προσεῖχον, οὐ μόνον τῆς μετὰ ταῦτα εὐκλείας τὴν αἰσχρὰν τρυφὴν προτιμῶντες, ἀλλὰ καὶ τῆς σωτηρίας αὐτῆς. ἐγὼ μὲν οὖν ταῦτα διανοούμενος οὐκ ἀξιῶ τῆς χείρονος ἐμαυτὸν μερίδος· ὅ, τι δ’ ἂν ὑμῖν, ὦ θεοί, φαίνηται, τοῦτο εἰκός ἐστιν ἐμὲ δήπουθεν στέργειν.

当他也以颇具武人风度的方式陈述完言辞后,波塞冬的扈从将水罐端至屋大维面前,借口时机而为他少度量了水,尤其是因为对他冒犯波塞冬神的傲慢心怀宿怨。而屋大维凭借敏锐的洞察力察知此事后,便放弃了论及他人的行径,说道:“宙斯与诸神啊,至于我,我将避免诋毁贬抑他人的功业,而将全篇言辞用于叙述我自身之事。我少年时便如这位高贵的亚历山大一般领率自己的城邦,又如我身旁的父亲恺撒一般完结了日耳曼战事。我卷入内战的纷争,在阿克提乌姆附近的海战中重创埃及,在腓立比附近荡平布鲁图与卡西乌斯,并将制服庞培之子塞克斯图斯视为我军旅谋略的附带余事。我更使自己对哲学极其顺服,以至于连雅典诺多鲁斯的直言不讳亦能容忍,非但不恼怒,反而以此为乐,视此人如塾师,毋宁说如父亲般敬重。我亦视阿里乌斯为挚友与终身同伴;总之,我等对哲学未曾犯下任何过失。目睹罗马因内讧党争屡屡陷入绝境,我整饬其政局,以至于若非因你们诸神的缘故,此后它当如金刚石般牢不可破。盖因我未曾屈从于无节制的欲望而妄图无论如何都要为其扩张疆土,而是以伊斯特罗斯河与幼发拉底河这两条宛如天造的界线作为双重边界。其后,在降服斯基泰与色雷斯的部族之后,在你们度量赐予我统治岁月的同时,我并未穷兵黩武、辗转于战事,而是将闲暇倾注于立法与战后灾祸的平复,自认决策丝毫不逊于在我之前的任何人;或者若容我直言,实乃胜过一切曾掌理如此浩大帝国之人。盖因有些人本可安享太平、不再出征,却如好讼之徒罗织官司一般,为自己接连制造战事,终至殒命戎马;另有些人甚至在遭遇战祸之时仍沉溺于享乐,不仅将可耻的骄奢置于后世美名之上,甚至更凌驾于安全本身。因此,怀抱此等思虑的我,自认不当归于低劣的一等;然而诸神啊,凡是你们所决断者,我自然当欣然承受。”

语法注3 条
  1. 26Ὅσα μὲν οὖν ἐχρῆν, ὦ θεοί, πρὸς τοῦτον ἀπολογήσασθαι· καίτοι κρεῖττον ἦν ὑπεριδεῖν αὐτοῦ· εἴρηται.

    该句的基本句式结构为由关系代词引导的名词性分句 Ὅσα... ἀπολογήσασθαι(“针对此人所应当辩白的一切”)充当主语,后接主要谓语动词 εἴρηται(“已陈述完毕”)。中间插入了表示让步与对照的插入短语 καίτοι κρεῖττον ἦν ὑπεριδεῖν αὐτοῦ(“尽管不予理睬本更为恰当”),使主语与谓语动词相隔。

  2. 326bεἰ μὴ δι’ ὑμᾶς, ὦ θεοί, τὸ λοιπὸν ἀδαμαντίνην

    此为修饰结果从句 ὥστε εἶναι... ἀδαμαντίνην(“以至于牢不可破”)的副词性表达。εἰ μὴ δι' ὑμᾶς 直译为“诸神啊,若非由于你们的缘故”,在此作例外与保留条件,意指“除非神明的意志或介入降临摧毁之”。若将其解作单纯肯定的“全凭神明相助”,则与否定形式 εἰ μή 相悖;因此宜理解为“除非神明降灾,否则非人力所能动摇”。

  3. 326dἐξὸν λοιπὸν ἡσυχάζειν καὶ μὴ στρατεύεσθαι

    此处为非人称动词 ἔξεστι(“可能/被允许”)的中性单数现在分词所构成的宾格绝对结构(accusative absolute)。含有让步意味,意为“本可在往后安享太平、不再出征”,与后文接连制造战事的行为(πολέμους ἐκ πολέμων... κατασκευάζοντες)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:26-27