← 朱利安

皇帝群像

§24-25

亚历山大贬斥庞培与夸耀自身征伐伟业

亚历山大反驳称庞培不过是个冒领他人战功且自取灭亡之人,恺撒的胜利全凭对手失策;他进而强调自己远征波斯的正当性,并以罗马历经三百年未能征服帕提亚为例,彰显自己十载底定帝业的至高荣耀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

ἀλλ’ ὁ Πομπήιος ἐπῆρέ σε μετὰ τοῦτο, κολακευθεὶς μὲν παρὰ τῶν πολιτῶν τῶν ἑαυτοῦ, γενόμενος δὲ οὐδεὶς οὐδαμοῦ. τὸ μὲν γὰρ ἀπὸ Λιβύης θριαμβεῦσαι, οὐ μέγα ἔργον, ὀνομαστότατον ἐποίησεν ἡ τῶν τότε ὑπάτων μαλακία. τὸν δουλικὸν δὲ ἐκεῖνον πόλεμον,1 οὐδὲ πρὸς ἄνδρας γενόμενον, ἀλλὰ πρὸς τοὺς χειρίστους τῶν οἰκετῶν, ἄλλοι μὲν κατειργάσαντο, Κράσσοι καὶ Λούκιοι, τοὔνομα δὲ καὶ τὴν ἐπιγραφὴν ἔσχε Πομπήιος. Ἀρμενίαν δὲ καὶ τὰ πρόσοικα ταύτης κατεπολέμησε Λούκουλλος, ἐθριάμβευσε δὲ ἀπὸ τούτων Πομπήιος. εἶτ’ ἐκολάκευσαν αὐτὸν οἱ πολῖται καὶ Μέγαν ὠνόμασαν, ὄντα τίνος τῶν πρὸ ἑαυτοῦ μείζονα; τί γὰρ ἐκείνῳ τοσοῦτον ἐπράχθη, ἡλίκον Μαρίῳ ἢ Σκηπίωσι τοῖς δύο ἢ τῷ παρὰ τὸν Κυρῖνον τουτονὶ Φουρίῳ, ὃς μικροῦ συμπεσοῦσαν τὴν τούτου πόλιν ἀνέστησεν; οὗτοι γὰρ οὐκ ἀλλοτρίοις ἔργοις, ὥσπερ ἐν πολιτικαῖς οἰκοδομίαις καὶ δαπανήμασιν ὑπ’ ἄλλων καταβληθείσαις καὶ ἐπιτελεσθείσαις ἕτερος ἄρχων ἐπεγράφη μικρὰ κονιάσας τὸν τοῖχον, οὕτω ταῖς ἀλλοτρίαις ἐπεγράφησαν πράξεσιν· ἀρχιτέκτονες δὲ αὐτοὶ καὶ δημιουργοὶ γενόμενοι τῶν καλλίστων ἠξιώθησαν ὀνομάτων. οὐδὲν οὖν θαυμαστόν, εἰ κεκράτηκας Πομπηίου δακτύλῳ κνωμένου καὶ τἆλλα ἀλώπεκος μᾶλλον ἢ λέοντος. ἐπειδὴ γὰρ αὐτὸν ἡ τύχη προύδωκεν, ἣ τὸν ἔμπροσθεν χρόνον αὐτῷ παρειστήκει, ταχέως ἐκράτησας μόνου. καὶ ὅτι δεινότητι μὲν οὐδεμιᾷ κρείττων ἐγένου, φανερόν· καὶ γὰρ ἐν ἐνδείᾳ γεγονὼς τῶν ἐπιτηδείων· ἔστι δὲ οὐ μικρόν, ὡς οἶσθα, τοῦτο ἁμάρτημα στρατηγοῦ· καὶ μάχῃ συμβαλὼν ἡττήθης. εἰ δὲ Πομπήιος ὑπ’ ἀφροσύνης τε καὶ ἀνοίας ἢ τοῦ μὴ δύνασθαι τῶν πολιτῶν ἄρχειν οὔτε, ἡνίκα ἔδει τρίβειν τὸν πόλεμον, ὑπερετίθετο τὴν μάχην οὔτε τῇ νίκῃ νικῶν ἐπεξῄει, ὑπὸ τοῖς οἰκείοις ἁμαρτήμασι καὶ οὐχ ὑπὸ τοῖς σοῖς ἐσφάλη στρατηγήμασι. Πέρσαι δὲ πανταχοῦ καλῶς καὶ φρονίμως παρεσκευασμένοι πρὸς τὴν ἡμετέραν ἀλκὴν ἐνέδοσαν.

然而,在此之后是庞培使你妄自尊大,他虽受同胞公民阿谀奉承,实际上却在任何地方都不过是个无足轻重之辈。因为他因利比亚而举行的凯旋式本非什么宏图伟业,全凭当时执政官的懦弱无能才使其显赫一时。而那场奴隶战争甚至并非与真正的男子交锋,而是同最为下贱的奴仆作战,此战乃是其他人——克拉苏与卢基乌斯等人——所荡平,庞培却掠取了名号与题刻。征服亚美尼亚及其毗邻之地的是卢库鲁斯,而庞培却为此举行了凯旋式。随后同胞们便谄媚他,称他为‘伟大者’,可他究竟比他先前的哪一位更为伟大呢?他何曾立下过足以比肩马略、两位西庇阿,或站在这位奎里努斯神身旁的富里乌斯——此人曾在这位〔奎里努斯〕的城邑濒临覆灭之际将其重振——那般伟大的勋绩?因为这些人绝不像在他人出资完成的公共建筑上,另一位官员仅仅涂刷了墙面便刻上己名那般,将自己的名字镌刻在他人功绩之上;他们乃是亲自充当建筑师与缔造者,才配享有这最崇高的名衔。因此,若你战胜了庞培——一个用手指抓头、在其他方面近乎狐狸而非雄狮之人——本就毫无足怪。盖因以往一直眷顾他的命运女神一旦离弃了他,你便轻易克制了孤立无援的他。而且显而易见,你绝非凭借任何过人的韬略取胜;因为你陷入了补给匮乏的困境——正如你所知,这对将帅而言乃是绝非轻微的过失——且在交锋中落败。如果说庞培是出于愚昧与无知,或是由于无法统御部民,既未在应当拖延战事之际推迟决战,又未在胜势之中乘胜追击,那么他是败于自身的失策,而非屈服于你的谋略。 然而波斯人在各处皆做足了精良而明智的戒备,却折服于我们的勇武。

§25

ἐπεὶ δὲ οὐ τοῦ πράττειν ἁπλῶς, ἀλλὰ καὶ τοῦ τὰ δίκαια πράττειν ἄνδρα ἄριστον καὶ βασιλέα προσήκει μεταποιεῖσθαι, ἐγὼ μὲν ὑπὲρ τῶν Ἑλλήνων τοὺς Πέρσας ἀπῄτησα δίκην, καὶ τοὺς Ἑλληνικοὺς πολέμους ἐπανειλόμην, οὐχὶ τὴν Ἑλλάδα λυπεῖν βουλόμενος, ἀλλὰ τοὺς κωλύοντάς με διαβαίνειν καὶ δίκας ἀπαιτεῖν τὸν Πέρσην ἐπικόπτων. σὺ δὲ τοὺς Γερμανοὺς καὶ Γαλάτας κατεπολέμησας, ἐπὶ τὴν πατρίδα τὴν σεαυτοῦ παρασκευαζόμενος, οὗ τί γένοιτ’ ἂν χεῖρον ἢ μιαρώτερον; ἐπεὶ δὲ ὥσπερ διασύρων τῶν μυρίων ἐμνημόνευσας Γραικῶν, ὅτι μὲν καὶ ὑμεῖς ἐντεῦθεν γεγόνατε καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ὤκησαν οἱ Γραικοί, καίπερ εἰδὼς ὅμως οὐ παραδέχομαι. τούτων δὲ αὐτῶν ὀλίγον ἔθνος, Αἰτωλοὺς λέγω τοὺς παροικοῦντας ἡμῖν, οὐ φίλους μὲν ἔχειν καὶ συμμάχους ἐποιήσασθε περὶ πολλοῦ, πολεμωθέντας δὲ ὑμῖν ὕστερον δι’ ἁσδήποτε αἰτίας οὐκ ἀκινδύνως ὑπακούειν ὑμῖν ἠναγκάσατε; οἱ δὲ πρὸς τὸ γῆρας, ὡς ἂν εἴποι τις, τῆς Ἑλλάδος, καὶ οὐδὲ πάσης, ἀλλ’ ἔθνους μικροῦ, ἡνίκα ἤκμαζε τὸ Ἑλληνικόν, οὐδ’ ὅτι ἔστι γιγνωσκομένου, μικροῦ δέω φάναι, μόγις ἀρκέσαντες, τίνες ἂν ἐγένεσθε, εἰ πρὸς ἀκμάζοντας καὶ ὁμονοοῦντας τοὺς Ἕλληνας πολεμεῖν ὑμᾶς ἐδέησεν;2 ἐπεὶ καὶ Πύρρου διαβάντος ἐφ’ ὑμᾶς ἴστε ὅπως ἐπτήξατε. εἰ δὲ τὸ Περσῶν κρατῆσαι μικρὸν νομίζεις καὶ τὸ τηλικοῦτον ἔργον διασύρεις, ὀλίγης πάνυ τῆς ὑπὲρ τὸν Τίγρητα ποταμὸν ὑπὸ Παρθυαίων βασιλευομένης χώρας,3 ἔτη πλέον ἢ τριακόσια πολεμοῦντες, λέγε μοι, δι’ ἣν αἰτίαν οὐκ ἐκρατήσατε; βούλει σοι φράσω; τὰ Περσῶν ὑμᾶς εἶρξε βέλη. φρασάτω δέ σοι περὶ αὐτῶν Ἀντώνιος ὁ παιδοτριβηθεὶς ἐπὶ στρατηγίᾳ παρὰ σοῦ. ἐγὼ δὲ ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς δέκα πρὸς τούτοις καὶ Ἰνδῶν γέγονα κύριος. εἶτ’ ἐμοὶ τολμᾷς ἀμφισβητεῖν, ὃς ἐκ παιδαρίου στρατηγῶν ἔργα ἔπραξα τηλικαῦτα, ὥστε τὴν μνήμην, καίπερ οὐκ ἀξίως ὑπὸ τῶν συγγραφέων ὑμνηθέντων, ὅμως συμπαραμένειν τῷ βίῳ, καθάπερ τῶν τοῦ Καλλινίκου, τοὐμοῦ βασιλέως, οὗ θεράπων ἐγὼ καὶ ζηλωτὴς ἐγενόμην, Ἀχιλλεῖ μὲν ἁμιλλώμενος τῷ προγόνῳ, Ἡρακλέα δὲ θαυμάζων καὶ ἑπόμενος, ἅτε δὴ κατ’ ἴχνος θεοῦ ἄνθρωπος.

既然一位至善之士与君王所当追求的不仅是一味行事,更是行正义之事,我便代表希腊人向波斯人索求正义的惩罚,而我承担起希腊诸战事,并非意图戕害希腊,而是为剪除阻碍我渡海向波斯人讨还公道之辈。相反,你平定日耳曼人与高卢人,却是为了向自己的祖国发难,世间还有何事比这更为恶劣、更令人发指?既然你带着嘲弄之意提及那一万希腊人,虽然我明知你们也是由此衍生,且意大利大半由希腊人所定居,但我且不就此多论。然而对这些希腊人中的一个蕞尔部族——我指的是与我们为邻的埃托利亚人——你们难道不曾极力尊奉他们为友邦与盟友,而后无论出于何种缘故与他们交战,难道不是冒着极大危险才迫使他们臣服吗?你们面对可谓已处于风烛残年的希腊,甚至还并非整个希腊,而是一个在希腊全盛时期几乎无人知晓其存在的偏狭小族,都不过是勉强匹敌而已,那么假若你们必须同处于鼎盛且同心协力的希腊人交战,你们又当如何?你们应当自知,当皮洛士渡海攻打你们时,你们是何等胆战心惊。若你以为制服波斯人乃微不足道,并嘲弄如此伟业,那么请告诉我,底格里斯河以外被帕提亚人统治的那一小片土地,你们征战了三百余年,为何未能征服?你想让我告诉你吗?乃是波斯人的箭矢阻遏了你们!关于这箭矢,且让曾从你受教统军的安东尼向你道明吧。而我却在不满整整十年之内,在此之上更成为了印度人的主宰。如今你竟敢与我争辩?我自幼年统兵,建立的功业如此宏伟,以至于其记忆虽未获史家相称的赞颂,却仍与人世同存,正如我的君王、得胜英雄〔赫拉克勒斯〕的勋绩一般——我成了他的扈从与信徒,与先祖阿喀琉斯竞逐,并仰慕追随赫拉克勒斯,真正作为一个凡人紧紧跟随着神明的足迹。”

语法注3 条
  1. 322dτὸν δουλικὸν δὲ ἐκεῖνον πόλεμον

    置于句首的悬垂宾格(accusativus pendens)或话题化宾格,用于引出话题(“至于那场奴隶战争”)。后文并未直接让其作为单一主语的直接宾语,而是分化为后半句的对比:其他人(ἄλλοι ... Κράσσοι)平定了战乱,而庞培掠取了名号(τοὔνομα ... ἔσχε)。

  2. 324bοἱ δὲ πρὸς τὸ γῆρας, ὡς ἂν εἴποι τις, τῆς Ἑλλάδος, καὶ οὐδὲ πάσης, ἀλλ’ ἔθνους μικροῦ, ἡνίκα ἤκμαζε τὸ Ἑλληνικόν, οὐδ’ ὅτι ἔστι γιγνωσκομένου, μικροῦ δέω φάναι, μόγις ἀρκέσαντες, τίνες ἂν ἐγένεσθε, εἰ πρὸς ἀκμάζοντας καὶ ὁμονοοῦντας τοὺς Ἕλληνας πολεμεῖν ὑμᾶς ἐδέησεν;

    长难句与倒置结构:句首的主格定冠词 οἱ(带连接词 δὲ)跨越了数重修饰语与插入节(πρὸς τὸ γῆρας... τῆς Ἑλλάδος... ἡνίκα ἤκμαζε...),与分词 μόγις ἀρκέσαντες(“勉强抗衡者”)相连,共同充当反事实虚拟语气主句 τίνες ἂν ἐγένεσθε(“你们又会成为怎样的人呢?”)的主语。

  3. 324cὀλίγης πάνυ τῆς ὑπὲρ τὸν Τίγρητα ποταμὸν ὑπὸ Παρθυαίων βασιλευομένης χώρας

    大幅度前置的倒装(hyperbaton):由后文疑问从句中的动词 οὐκ ἐκρατήσατε 所要求的属格宾语(ὀλίγης ... χώρας)被提至句首,置于 δι’ ἣν αἰτίαν 之前。此处并非属格绝对结构,而是受 κρατέω 支配的属格宾语的前置强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:24-25