- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:21-23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒陈述自己在高卢、日耳曼及内战中的赫赫战功与宽仁之举,借此力压亚历山大以争夺头奖,亚历山大忍无可忍愤而打断。
ἀλλ’ ἐπειδὴ τῶν Κελτῶν ὑπεμνήσθην, ἆρα τοῖς Γετικοῖς ἔργοις Ἀλεξάνδρου τὴν τῆς Κελτικῆς ἀντιτάττομεν καθαίρεσιν; οὗτος ἅπαξ ἐπεραιώθη τὸν Ἴστρον, ἐγὼ δεύτερον τὸν Ῥῆνον· Γερμανικὸν αὖ τοῦτο τὸ ἐμὸν ἔργον. τούτῳ δὲ ἀντέστη μὲν οὐδὲ εἷς, ἐγὼ πρὸς Ἀριόβιστον ἠγωνισάμην. πρῶτος ἐτόλμησα Ῥωμαίων ἐπιβῆναι τῆς ἐκτὸς θαλάσσης. καὶ τοῦτο ἦν ἴσως τὸ ἔργον οὐ θαυμαστόν. καίτοι τὴν τόλμαν καὶ ταύτην ἄξιον θαυμάσαι· ἀλλὰ τὸ μεῖζόν μου, τὸ ἀποβῆναι τῆς νεὼς πρῶτον·1 καὶ τοὺς Ἑλβετίους σιωπῶ καὶ τὸ τῶν Ἰβήρων ἔθνος. οὐδενὸς ἔτι τῶν Γαλατικῶν ἐπεμνήσθην, πλεῖν ἢ τριακοσίας ὑπαγαγόμενος πόλεις, ἀνδρῶν δὲ οὐκ ἐλάσσους ἢ διακοσίας μυριάδας. ὄντων δὲ τούτων μοι τοιούτων ἔργων, ἐκεῖνο μεῖζον ἦν καὶ τολμηρότερον. ἐχρῆν γάρ με καὶ πρὸς αὐτοὺς διαγωνίζεσθαι τοὺς πολίτας καὶ κρατεῖν τῶν ἀμάχων καὶ ἀνικήτων Ῥωμαίων. εἴτε οὖν πλήθει τις κρίνει παρατάξεων, τρὶς τοσαυτάκις παρεταξάμην, ὁσάκις ὑπὲρ Ἀλεξάνδρου κομπάζουσιν οἱ τὰ περὶ αὐτοῦ σεμνοποιοῦντες, εἴτε πλήθει πόλεων αἰχμαλώτων, οὐ τῆς Ἀσίας μόνον, ἀλλὰ καὶ τῆς Εὐρώπης τὰ πλεῖστα κατεστρεψάμην. Ἀλέξανδρος Αἴγυπτον ἐπῆλθε θεωρῶν, ἐγὼ δὲ συμπόσια συγκροτῶν κατεπολέμησα. τὴν δὲ μετὰ τὸ κρατῆσαι πρᾳότητα βούλεσθε ἐξετάσαι τὴν παρ’ ἑκατέρῳ; ἐγὼ καὶ τοῖς πολεμίοις συνέγνων· ἔπαθον γοῦν ὑπ’ αὐτῶν ὅσα ἐμέλησε τῇ Δίκῃ·2 ὁ δὲ πρὸς τοῖς πολεμίοις οὐδὲ τῶν φίλων ἀπέσχετο.
然而,既然我提及了凯尔特人,我们要将平定高卢的功绩同亚历山大讨伐盖塔人的战果相对照吗?他只渡过一次多瑙河,我却两度渡过莱茵河——我这项功业是对付日耳曼人的。面对他,无一人挺身抵抗;而我则同阿里奥维斯图斯交锋。我是罗马人中第一个敢于踏上外海之人。这项事迹或许并不足为奇——虽说这种胆魄本身也值得赞赏——但我更伟大的功业,乃是自船上第一个登岸。赫尔维蒂人的事我且按下不表,伊比利亚诸部族亦然。至于高卢战事的其余诸事,我甚至未曾提起,我降服了三百余座城邑,击溃了不下两百万的兵力。尽管对我而言这些皆是如此功勋,然而另一项功勋却更加宏伟、更为果敢:因为我不得不与本国同胞决战到底,去战胜无敌而不可战胜的罗马人。因此,无论凭交战次数来评判,我列阵作战的次数是那些为亚历山大粉饰吹嘘之人所夸耀之数的三倍;抑或凭陷落城邑的数量来评判,我不仅征服了亚洲,更征服了欧洲的大部。亚历山大进入埃及如同游览观光,我却是一边大设筵席一边扫平了战局。诸神若愿考察二人战胜之后的宽厚仁慈:我连仇敌都予以赦免——至少我从他们手中所遭受的,皆是正义女神所默许的惩罚;而他除仇敌之外,连自己的朋友也未曾放过。
ἔτι οὖν μοι περὶ τῶν πρωτείων ἀμφισβητεῖν οἷός τε ἔσῃ; καὶ οὐκ αὐτόθεν καὶ σὺ παραχωρήσεις μετὰ τῶν ἄλλων, ἀλλὰ ἀναγκάσεις με λέγειν, ὅπως σὺ μὲν ἐχρήσω πικρῶς Θηβαίοις, ἐγὼ δὲ τοῖς Ἑλβετίοις φιλανθρώπως; σὺ μὲν γὰρ ἐκείνων κατέκαυσας τὰς πόλεις, ἐγὼ δὲ τὰς ὑπὸ τῶν οἰκείων πολιτῶν κεκαυμένας πόλεις ἀνέστησα. καίτοι οὔτι ταὐτὸν ἦν μυρίων Γραικῶν κρατῆσαι καὶ πεντεκαίδεκα μυριάδας ἐπιφερομένας ὑποστῆναι. πολλὰ εἰπεῖν ἔχων ἔτι περὶ ἐμαυτοῦ καὶ τοῦδε, τῷ μὴ σχολὴν ἄγειν ἥκιστα τὸ λέγειν ἐξεμελέτησα.3 διόπερ χρὴ συγγνώμην ὑμᾶς ἔχειν, ἐκ δὲ τῶν εἰρημένων καὶ περὶ τῶν μὴ ῥηθέντων τὴν ἴσην καὶ δικαίαν ἐξέτασιν ποιουμένους ἀποδιδόναι μοι τὸ πρωτεῖον.
既然如此,你还能与我争夺魁首之位吗?难道你不该同其他人一道立即让步,反倒要逼我说出,你对底比斯人是何等严酷无情,而我对赫尔维蒂人是何等仁慈友善?因为你焚毁了他们的城池,而我却重建了那些被其本城公民烧毁的城市。然而,制服一万名希腊人,与抵挡汹涌扑来的十五万大军,绝不可同日而语。关于我自己和眼前之人,我本还有许多话可讲,但由于没有闲暇,我最不曾研习辞令之术。因此诸神理应宽宥,并根据已陈述之事,对未曾言明之事亦做出公允正直的考查,将首奖归属于我。”
Τοιαῦτα εἰπόντος τοῦ Καίσαρος καὶ λέγειν ἔτι βουλομένου, μόγις καὶ πρότερον ὁ Ἀλέξανδρος καρτερῶν οὐκέτι κατέσχεν, ἀλλὰ μετά τινος ταραχῆς καὶ ἀγωνίας, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, μέχρι τίνος ἀνέξομαι σιωπῇ τῆς θρασύτητος τῆς τούτου; πέρας γὰρ οὐδέν ἐστιν, ὡς ὁρᾶτε, οὔτε τῶν εἰς αὑτὸν ἐπαίνων οὔτε τῶν εἰς ἐμὲ βλασφημιῶν. ἐχρῆν δὲ ἴσως μάλιστα μὲν ἀμφοῖν φείδεσθαι· καὶ γὰρ εἶναί πως ἀμφότερα δοκεῖ παραπλησίως ἐπαχθῆ· πλέον δὲ τοῦ τἀμὰ διασύρειν ἄλλως τε καὶ μιμητὴν αὐτῶν γενόμενον.4 ὁ δὲ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε τολμῆσαι τὰ ἀρχέτυπα κωμῳδεῖν τῶν ἑαυτοῦ ἔργων. ἐχρῆν δέ, ὦ Καῖσαρ, ὑπομνησθῆναί σε τῶν δακρύων ἐκείνων, ἃ τότε ἀφῆκας, ἀκροώμενος τῶν ὑπομνημάτων, ὅσα πεποίηται περὶ τῶν ἐμῶν πράξεων.
当恺撒言尽于此、尚欲多言之际,先前便已极力按捺的亚历山大再也无法克制,带着几分骚乱与愤懑说道:“宙斯啊,众神啊,我究竟还要在沉默中忍耐此人的狂妄到几时?正如诸神所见,无论是自我吹嘘还是对我的毁谤,皆毫无止境。本来大抵最应当对二者皆有所克制——因为这两者不知何故似乎同样令人厌恶——更应当克制贬损我的功业,尤其是他本已成为那些功业的效法者。然而此人竟然厚颜无耻至此,竟敢嘲弄自己功业的原本楷模。可是恺撒啊,你本该记起,当你昔日聆听记述我事迹的传略时,你所流下的那些眼泪!”
- 321aἀλλὰ τὸ μεῖζόν μου, τὸ ἀποβῆναι τῆς νεὼς πρῶτον
名词化的中性形容词 τὸ μεῖζον(更伟大的功业)受所有格属格 μου(我的)修饰。紧随其后的带冠词不定式 τὸ ἀποβῆναι 作 τὸ μεῖζον 的同位语,说明具体内容。πρῶτον 既可作状语性宾格(首先),亦可作与其逻辑主语一致的谓语性成分。
- 321cἔπαθον γοῦν ὑπ’ αὐτῶν ὅσα ἐμέλησε τῇ Δίκῃ
关系从句由非人称动词 μέλει 与与格 τῇ Δίκῃ 构成,字面意为“从他们手中承受了正义女神所关切之重的事物”,以此委婉含蓄地指代恺撒遇刺身亡这一结局,视其为正义之神所掌管的定数。
- 322aτῷ μὴ σχολὴν ἄγειν ἥκιστα τὸ λέγειν ἐξεμελέτησα
带冠词不定式 τῷ μὴ σχολὴν ἄγειν 为表示原因的与格短语,意为“因为没有闲暇”。主句动词 ἐξεμελέτησα 的直接宾语是另一个带冠词不定式 τὸ λέγειν(演讲、修辞术),说明由于行伍倥偬未曾有暇专研辞令。
- 322bπλέον δὲ τοῦ τἀμὰ διασύρειν ἄλλως τε καὶ μιμητὴν αὐτῶν γενόμενον
承接前文 ἐχρῆν... φείδεσθαι(理应克制)的省略结构。因 φείδεσθαι 支配属格,带冠词不定式作属格 τοῦ... διασύρειν。而分词 γενόμενον 及其补足语 μιμητήν 采用宾格,是与不定式假定的逻辑主语(恺撒)在“宾格加不定式”结构(A.c.I.)中取得一致的结果。
