← 朱利安

皇帝群像

§18-20

竞赛规则的确立与恺撒的首场演说

众神将君士坦丁召至前廊作为享乐的代表,并决定通过限时陈词与盘问的方式展开角逐。恺撒抽中首位发言,发表演说盛赞罗马与自身的伟业,并贬低亚历山大的功绩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

ἐπεὶ καὶ οὗτος ἦν εἴσω τῶν ἱερῶν περιβόλων, ὁ Διόνυσος εἶπεν, Ὦ βασιλεῦ Κρόνε καὶ Ζεῦ πάτερ, ἆρα ἄξιον ἐν θεοῖς ἀτελὲς εἶναί τι; τῶν δὲ οὐ φαμένων, Εἰσάγωμεν οὖν τινα καὶ ἀπολαύσεως ἐραστὴν ἐνθαδί. καὶ ὁ Ζεύς, Ἀλλ’ οὐ θεμιτὸν εἴσω φοιτᾶν, εἶπεν, ἀνδρὶ μὴ τὰ ἡμέτερα ζηλοῦντι. Γιγνέσθω τοίνυν, εἶπεν, ἐπὶ τῶν προθύρων, ὁ Διόνυσος, αὐτοῖς ἡ κρίσις. ἀλλ’, εἰ τοῦτο δοκεῖ ταύτῃ, καλῶμεν ἄνδρα οὐκ ἀπόλεμον μέν, ἡδονῇ δὲ καὶ ἀπολαύσει χειροηθέστερον. ἡκέτω οὖν ἄχρι τῶν προθύρων ὁ Κωνσταντῖνος. ἐπεὶ δὲ ἐδέδοκτο καὶ τοῦτο, τίνα χρὴ τρόπον αὐτοὺς ἁμιλλᾶσθαι, γνώμη προυτέθη. καὶ ὁ μὲν Ἑρμῆς ἠξίου λέγειν ἕκαστον ἐν μέρει περὶ τῶν ἑαυτοῦ, τίθεσθαι δὲ τοὺς θεοὺς τὴν ψῆφον. οὐ μὴν ἐδόκει ταῦτα τῷ Ἀπόλλωνι καλῶς ἔχειν· ἀληθείας γὰρ εἶναι, καὶ οὐ πιθανότητος οὐδ’ αἱμυλίας ἐν θεοῖς ἔλεγχον καὶ ἐξέτασιν. βουλόμενος δὲ ὁ Ζεὺς ἀμφοτέροις χαρίζεσθαι καὶ ἅμα προάγειν ἐπὶ πλέον αὐτοῖς τὴν συνουσίαν, Οὐδέν, εἶπε, κωλύει λέγειν μὲν αὐτοῖς ἐπιτρέψαι, μικρὰ τοῦ ὕδατος ἐπιμετρήσαντας, εἶτα ὕστερον ἀνερωτᾶν καὶ ἀποπειρᾶσθαι τῆς ἑκάστου διανοίας. καὶ ὁ Σειληνὸς ἐπισκώπτων, Ἀλλ’ ὅπως μή, νομίσαντες αὐτὸ νέκταρ εἶναι, Τραϊανός τε καὶ Ἀλέξανδρος ἅπαν ἐκροφήσουσι τὸ ὕδωρ,1 εἶτα ἀφελοῦνται τοὺς ἄλλους. καὶ ὁ Ποσειδῶν, Οὐ τοὐμοῦ ὕδατος, εἶπεν, ἀλλὰ τοῦ ὑμετέρου πώματος ἐρασταὶ τὼ ἄνδρε ἐγενέσθην. ὑπὲρ τῶν σεαυτοῦ τοιγαροῦν ἀμπέλων μᾶλλον ἢ τῶν ἐμῶν πηγῶν ἄξιόν ἐστί σοι δεδιέναι. καὶ ὁ Σειληνὸς δηχθεὶς ἐσιώπα, καὶ τοῖς ἀγωνιζομένοις ἐκ τούτου τὸν νοῦν προσεῖχεν.

当此人也进入神圣的院落之内时,狄奥尼索斯说道:“克罗诺斯王啊,父神宙斯啊,在众神之中难道应当容许有任何不完备之物吗?”众神回答并非如此,他便说:“那么,就让我们把一个爱好享乐之人也引到这里来吧。”宙斯说:“然而,让一个不效法我们操守的人进入其中,是不合天条的。”狄奥尼索斯说:“那么,对他们的裁决就设在前廊举行吧。不过,若此意可行,我们不妨召来一个虽非不善战、却对欢愉和享乐更为驯服之人。因此,就让君士坦丁来到前廊吧。”当这一点也获准之后,关于应当以何种方式让他们角逐,有人提出了提议。赫尔墨斯主张每个人依次为自己的功业陈词,然后由众神投票。阿波罗却认为这并不妥当;因为在众神面前的检验与考查应当关乎真理,而非关乎说服力或巧言舌辩。宙斯既想使双方皆大欢喜,又想进一步延长他们的聚会,便说:“不妨允许他们发言,只给他们计量少许的水,随后再去质询并考验每个人的意图,这并无不可。”西勒诺斯戏谑道:“只是留神别让图拉真和亚历山大以为那是甘露,把水喝个精光,从而剥夺了其他人的份!”波塞冬说:“那两个人所钟情的不是我的水,而是你们的佳酿。因此,你更应当为自己的葡萄树担心,而不是为我的泉水担心。”西勒诺斯被刺痛后沉默不语,从此便专心关注参赛者。

§19

Ἑρμῆς δὲ ἐκήρυττεν· "Ἄρχει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν. ἀλλὰ κλύοντες τὰν ἁμετέραν κήρυκα βοὰν οἱ πρὶν βασιλῆς, ἔθνεα πολλὰ δουλωσάμενοι καὶ πολέμοισι δάιον ἔγχος θήξαντες, ὁμοῦ γνώμης τε μέγαν πινυτόφρονα νοῦν, ἴτ’, ἐς ἀντίπαλον ἵστασθε κρίσιν, οἷς τε φρόνησιν τέλος ὀλβίστης θέσθαι βιοτῆς, οἷς τ’ ἀντιβίους κακὰ πόλλ’ ἔρξαι καὶ χρηστὰ φίλους τέκμαρ βιότου νενόμιστο καλοῦ, οἷς θ’2 ἡδίστην ἀπόλαυσιν ἔχειν τέρματα μόχθων δαῖτάς τε γάμους τ’, ὄμμασι τερπνά, μαλακάς τε φέρειν ἐσθῆτας ὁμοῦ λιθοκολλήτοις περὶ χεῖρας ἄκρας ψελίοισι φάνη μακαριστότατον. νίκης δὲ τέλος Ζηνὶ μελήσει."

赫尔墨斯随即宣告: “执掌最美奖赏的竞技现已开始,良机催促不得再事拖延。听闻我们宣令之声的前代列王啊,你们曾奴役诸多部族,在战事中磨砺破敌的长矛,同时也磨砺了充满卓见的睿智心灵,去吧,站上争锋裁决之台——你们当中将明智确立为至福人生之归宿者,将多加侵害仇敌、广施恩惠于友人视作美好人生之准则者,以及将最甜美的享乐视作辛劳的终点、将悦目的筵席与婚礼、身着柔美华服并佩戴镶嵌宝石的腕镯视作至极之福乐者。胜利的终局自有宙斯定夺。”

§20

Τοιαῦτα τοῦ Ἑρμοῦ κηρύττοντος ἐκληροῦντο· καί πως συνέδραμε τῇ τοῦ Καίσαρος ὁ κλῆρος φιλοπρωτίᾳ. τοῦτο ἐκεῖνον μὲν ἐποίησε γαῦρον καὶ σοβαρώτερον· ἐδέησε δὲ διὰ τοῦτο μικροῦ καὶ φεύγειν τὴν κρίσιν ὁ Ἀλέξανδρος· ἀλλὰ παραθαρρύνων αὐτὸν ὁ μέγας Ἡρακλῆς ἐπέσχε. δεύτερος δὲ ἐπ’ ἐκείνῳ λέγειν ἔλαχεν Ἀλέξανδρος· ἐπὶ δὲ τῶν ἑξῆς οἱ κλῆροι τοῖς ἑκάστου χρόνοις συμπροῆλθον. ἤρξατο οὖν ὁ Καῖσαρ ὡδί· Ἐμοὶ μέν, ὦ Ζεῦ καὶ θεοί, γενέσθαι ἐν τηλικαύτῃ συνέβη πόλει μετὰ τοσούτους ἄνδρας, ὥστε τὴν μὲν ὅσων οὐ πώποτε ἄλλη πόλις ἐβασίλευσε βασιλεύειν, ταῖς δὲ ἀγαπητὸν τὸ καὶ τὰ δεύτερα κομίσασθαι.3 τίς γὰρ πόλις ἀπὸ τρισχιλίων ἀνδρῶν ἀρξαμένη ἐν οὐδὲ ὅλοις ἔτεσιν ἑξακοσίοις ἐπὶ γῆς ἦλθε πέρατα τοῖς ὅπλοις; ποῖα δὲ ἔθνη τοσούτους ἄνδρας ἀγαθούς τε καὶ πολεμικοὺς παρέσχετο καὶ νομοθετικούς; θεοὺς δὲ ἐτίμησαν οὕτω τίνες; ἐν δὴ τοσαύτῃ καὶ τηλικαύτῃ πόλει γενόμενος οὐ τοὺς κατ’ ἐμαυτὸν μόνον, ἀλλὰ καὶ τοὺς πώποτε παρῆλθον τοῖς ἔργοις. καὶ τῶν ἐμῶν μὲν πολιτῶν εὖ οἶδα ὡς οὐδεὶς ἀντιποιήσεταί μοι τῶν πρωτείων· εἰ δὲ Ἀλέξανδρος οὑτοσὶ τολμᾷ, τίνα τῶν ἔργων τῶν ἑαυτοῦ τοῖς ἐμοῖς ἀξιοῖ παραβαλεῖν; ἴσως τὰ Περσικά, ὥσπερ οὐχ ἑορακὼς ἐγηγερμένα μοι τοσαῦτα κατὰ Πομπηίου τρόπαια; καίτοι τίς δεινότερος στρατηγὸς γέγονε, Δαρεῖος ἢ Πομπήιος; ποτέρῳ δὲ ἀνδρειότερον ἠκολούθει στρατόπεδον; τὰ μὲν οὖν μαχιμώτατα τῶν Δαρείῳ πρότερον ὑπακουόντων ἐθνῶν ἐν τῇ Καρῶν μοίρᾳ Πομπήιος εἶχεν ἑπόμενα, τοὺς δὲ ἐκ τῆς Εὐρώπης, οἳ τὴν Ἀσίαν πολλάκις πόλεμον ἐπάγουσαν ἐτρέψαντο, καὶ τούτων αὐτῶν τοὺς ἀνδρειοτάτους, Ἰταλούς, Ἰλλυριούς, Κελτούς.

随着赫尔墨斯如此宣告,他们开始抽签;签运不知何故恰好逢迎了恺撒争先之志。这使他神气活现、益发傲慢;亚历山大因此险些退出这场较量,但伟大的赫拉克勒斯从旁激励并劝阻了他。亚历山大抽中在恺撒之后第二个发言;至于其余之人,抽签结果也恰好与各自的时代先后相合。于是恺撒开篇如下:“宙斯啊,众神啊,于我而言,我有幸继诸多英杰之后,出生在如此伟大的城邦之中,以至于这个城邦统治着前所未有之广袤疆土,而对于其他城邦而言,哪怕争得第二名也是心满意足之事。试问,有哪座城邦从区区三千人起家,在不满整整六百年间便以武力达于大地之极?又有哪个民族曾涌现出如此之多英勇善战、长于立法的豪杰?又有谁曾如此敬奉诸神?生长在如此伟大卓越之邦的我,不仅超越了同辈之人,更以功业超越了历代所有的人。在我自己的同胞中,我深知无人会同我争夺魁首之位;但若眼前的亚历山大竟敢一争,他自认为其功业中有哪一项配同我的功业相提并论?莫非是他降服波斯的功勋,仿佛他竟未见过我击溃庞培所树立的赫赫战胜纪念碑?然而,大流士与庞培,究竟谁是更可怕的将领?追随他们二人的军队,究竟哪一支更为英勇?昔日臣服于大流士的各族中最善战者,在庞培麾下不过处于卡里亚人一般的地位;而追随庞培的,却是来自欧洲之人——他们曾屡次击溃进犯的亚洲军队,并且这正是其中最为英勇的意大利人、伊利里亚人和凯尔特人。”

语法注3 条
  1. 318cἈλλ’ ὅπως μή, νομίσαντες αὐτὸ νέκταρ εἶναι, Τραϊανός τε καὶ Ἀλέξανδρος ἅπαν ἐκροφήσουσι τὸ ὕδωρ

    此处为 ὅπως μή 接将来时直陈语气 ἐκροφήσουσι 的结构。它作为省略了主句动词(如 ὅρα“注意”)的独立悬念或告诫句,意为“留神别……”或“可别让他们……”。

  2. 319bοἷς τε φρόνησιν τέλος ὀλβίστης θέσθαι βιοτῆς, οἷς τ’ ... οἷς θ’ ...

    由无先行词的与格关系代名词 οἷς 引导的三个并列从句,用以指代前文祈使动词 ἴτε, ἵστασθε 所呼唤的三类参选者:哲学家马可、崇尚武功的亚历山大/恺撒/图拉真,以及贪图享乐的君士坦丁。从句中的不定式(θέσθαι, ἔρξαι, ἔχειν)分别与 νενόμιστο 和 φάνη 等主动词搭配,陈述各自主张的生命价值归宿。

  3. 320aὥστε τὴν μὲν ὅσων οὐ πώποτε ἄλλη πόλις ἐβασίλευσε βασιλεύειν, ταῖς δὲ ἀγαπητὸν τὸ καὶ τὰ δεύτερα κομίσασθαι

    在 ὥστε 引导的结果从句中,通过 μέν...δέ 对比了“此城邦(罗马,τὴν μέν)”与“其余城邦(ταῖς δέ)”。ὅσων 是省略了先行词 τοσούτων 的关系代词属格,作支配动词 βασιλεύειν 的宾语。后半句中,ταῖς δέ 是形容词 ἀγαπητόν 的关涉与格,而真正的语法主语是带冠词不定式短语 τὸ καὶ τὰ δεύτερα κομίσασθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:18-20