← 朱利安

皇帝群像

§15-17

决选最佳英雄的考核与候选人召集

经正义女神筛选定座之后,在赫拉克勒斯的提议下亚历山大亦被引入,众神设立考核以决定吸纳哪位英雄位列神班。在尚武的恺撒、奥古斯都与图拉真被传唤之后,克罗诺斯又提议召入了哲学家皇帝马可·奥勒留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

τούτῳ δὲ τῷ παναρμονίῳ τετραχόρδῳ παραφύεται δεινὸν καὶ τραχὺ καὶ ταραχῶδες σύστημα. τοὺς μὲν οὖν δύο οὐδὲ τῶν προθύρων ἅψασθαι τῆς τῶν ἡρώων ἀγορᾶς ἡ Δίκη συνεχώρησε, Λικίνιον δὲ μέχρι τῶν προθύρων ἐλθόντα, πολλὰ καὶ ἄτοπα πλημμελοῦντα ταχέως ὁ Μίνως ἐξήλασεν. ὁ Κωνσταντῖνος δὲ παρῆλθεν εἴσω καὶ πολὺν ἐκαθέσθη χρόνον, εἶτα μετ’ αὐτὸν τὰ παιδία. Μαγνεντίῳ γὰρ οὐκ ἦν εἴσοδος, ὅτι μηδὲν ὑγιὲς ἐπεπράχει, καίτοι πολλὰ ἐδόκει πεπρᾶχθαι τῷ ἀνδρὶ καλά· οἱ θεοὶ δὲ ὁρῶντες, ὅτι μὴ ταῦτα ἐκ καλῆς αὐτῷ πεποίηται διαθέσεως, εἴων αὐτὸν οἰμώζειν ἀποτρέχοντα.

然而,在这完全和谐的四弦琴之侧,却滋生出一个可怕、暴烈而混乱的团伙。其中两人,正义女神甚至不许他们触碰英雄集会的前廊;至于走到前廊的李锡尼,由于犯下了诸多荒谬绝伦的罪行,米诺斯迅速将他驱逐。君士坦丁则走入其中,落座良久,随后是他的子嗣们。马格嫩提乌斯未能入场,因为他未曾作过任何健全之举,尽管那人看似立下过诸多善行;但众神看穿这些事并非出于纯正的动机,便任由他哭嚎着奔逃而去。

§16

Οὔσης δὴ τοιαύτης τῆς ἀμφὶ τὸ δεῖπνον παρασκευῆς, ἐπόθουν μὲν οὐδὲν οἱ θεοί, πάντα γὰρ ἔχουσιν, αὐτῶν δὲ τῶν ἡρώων ἐδόκει τῷ Ἑρμῇ διαπειρᾶσθαι, καὶ τῷ Διὶ τοῦτο οὐκ ἀπὸ γνώμης ἦν.1 ἐδεῖτο δὲ καὶ ὁ Κυρῖνος ἤδη τινὰ μετάγειν ἐκεῖθεν παρ’ ἑαυτόν. Ἡρακλῆς δὲ εἶπεν, Οὐκ ἀνέξομαι, ὦ Κυρῖνε· διὰ τί γὰρ οὐχὶ καὶ τὸν ἐμὸν Ἀλέξανδρον ἐπὶ τὸ δεῖπνον παρεκάλεις; σοῦ τοίνυν, εἶπεν, ὦ Ζεῦ, δέομαι, εἴ τινα τούτων ἔγνωκας ἄγειν πρὸς ἡμᾶς, ἥκειν τὸν Ἀλέξανδρον κέλευε. τί γὰρ οὐχὶ κοινῇ τῶν ἀνδρῶν ἀποπειρώμενοι τῷ βελτίονι τιθέμεθα; δίκαια λέγειν ὁ τῆς Ἀλκμήνης ἐδόκει τῷ Διί. καὶ ἐπεισελθόντος αὐτοῦ τοῖς ἥρωσιν οὔτε ὁ Καῖσαρ οὔτε ἄλλος τις ὑπανίστατο· καταλαβὼν δὲ σχολάζουσαν καθέδραν, ἣν ὁ τοῦ Σεβήρου παῖς ἐπεποίητο ἑαυτῷ, ἐκεῖνος γὰρ ἀπελήλατο διὰ τὴν ἀδελφοκτονίαν, ἐνεκάθισε. καὶ ὁ Σειληνὸς ἐπισκώπτων τὸν Κυρῖνον, Ὅρα, εἶπε, μή ποτε οὗτοι ἑνός εἰσιν ἀντάξιοι τουτουὶ τοῦ Γραικοῦ.2 Μὰ Δία, εἶπεν ὁ Κυρῖνος, οἶμαι πολλοὺς εἶναι μὴ χείρονας. οὕτω δὲ αὐτὸν οἱ ἐμοὶ τεθαυμάκασιν ἔγγονοι, ὥστε μόνον αὐτὸν ἐκ πάντων, ὅσοι γεγόνασιν ἡγεμόνες ξένοι, ὀνομάζουσι καὶ νομίζουσι μέγαν. οὐ μὴν ἔτι καὶ τῶν παρ’ ἑαυτοῖς γεγονότων οἴονται μείζονα τοῦτον, ἴσως μὲν ὑπὸ φιλαυτίας τι παθόντες, ἴσως δὲ καὶ οὕτως ἔχον· εἰσόμεθα δὲ αὐτίκα μάλα τῶν ἀνδρῶν ἀποπειρώμενοι. ταῦτα μάλιστα λέγων ὁ Κυρῖνος ἠρυθρία, καὶ δῆλος ἦν ἀγωνιῶν ὑπὲρ τῶν ἀπογόνων τῶν ἑαυτοῦ, μή που τὰ δευτερεῖα λαβόντες οἴχωνται.

筵席的筹备既已如此齐备,众神本无所欲求——因他们拥有一切——然而赫尔墨斯认为不妨对英雄们自身加以考验,而这于宙斯而言也甚合心意。奎里努斯此时也恳求将那边的某个人引渡到自己身旁。赫拉克勒斯却说:“奎里努斯,我决不答应!为何你不把我的亚历山大也召至筵席呢?因此,宙斯啊,”他说,“我恳求你,若你决意将这些人中的任何一位领到我们这里,便请吩咐亚历山大前来。我们为何不对这些人进行共同的考验,并判定优胜归于更优秀者呢?”在宙斯看来,阿尔克墨涅之子所言在理。当他走入英雄之中时,无论是恺撒还是其他任何人都未曾起立相迎;但他觅得一张空着的座椅——那本是塞维鲁之子为自己准备的,而那人因弑兄已被驱逐——便径自坐下。西勒诺斯戏谑奎里努斯说:“留神看看吧,这些人加在一起是否抵得上眼前这一个希腊人!”奎里努斯说:“凭宙斯起誓,我认为有许多人不比他逊色。我的子孙后代如此赞赏他,以至于在所有成为外邦领袖的人当中,唯独称呼他并视他为伟大。但他们绝不认为此人比他们自己的同胞更为伟大,这或许是受了自尊之心的影响,或许事实本就如此;我们稍加考验这些人便能立刻见分晓。”奎里努斯尤其在说这番话时红了脸,显然在为自己的子孙焦虑万分,唯恐他们屈居次席而去。

§17

Μετὰ τοῦτο ὁ Ζεὺς ἤρετο τοὺς θεούς, πότερον χρὴ πάντας ἐπὶ τὸν ἀγῶνα καλεῖν ἤ, καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται, ὁ τοῦ πολλὰς ἀνελομένου νίκας κρατήσας, ἑνὸς περιγενόμενος, οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων,3 οἳ προσεπάλαισαν μὲν οὐδαμῶς αὐτῷ, τοῦ κρατηθέντος δὲ ἥττους ἐγένοντο. καὶ ἐδόκει πᾶσιν ἡ τοιαύτη σφόδρα ἐμμελῶς ἔχειν ἐξέτασις. ἐκήρυττεν οὖν ὁ Ἑρμῆς παριέναι Καίσαρα καὶ τὸν Ὀκταβιανὸν ἐπὶ τούτῳ, Τραϊανὸν δὲ ἐκ τρίτων, ὡς πολεμικωτάτους. εἶτα γενομένης σιωπῆς ὁ βασιλεὺς Κρόνος βλέψας εἰς τὸν Δία θαυμάζειν ἔφη, πολεμικοὺς μὲν αὐτοκράτορας ὁρῶν ἐπὶ τὸν ἀγῶνα τουτονὶ καλουμένους, οὐδένα μέντοι φιλόσοφον. Ἐμοὶ δέ, εἶπεν, οὐχ ἧττόν εἰσιν οἱ τοιοῦτοι φίλοι. καλεῖτε οὖν εἴσω καὶ τὸν Μάρκον. ἐπεὶ δὲ καὶ ὁ Μάρκος κληθεὶς παρῆλθε, σεμνὸς ἄγαν,4 ὑπὸ τῶν πόνων ἔχων τά τε ὄμματα καὶ τὸ πρόσωπον ὑπό τι συνεσταλμένον, κάλλος δὲ ἀμήχανον ἐν αὐτῷ τούτῳ δεικνύων, ἐν ᾧ παρεῖχεν ἑαυτὸν ἄκομψον καὶ ἀκαλλώπιστον· ἥ τε γὰρ ὑπήνη βαθεῖα παντάπασιν ἦν αὐτῷ καὶ τὰ ἱμάτια λιτὰ καὶ σώφρονα, καὶ ὑπὸ τῆς ἐνδείας τῶν τροφῶν ἦν αὐτῷ τὸ σῶμα διαυγέστατον καὶ διαφανέστατον ὥσπερ αὐτὸ οἶμαι τὸ καθαρώτατον καὶ εἰλικρινέστατον φῶς·

在此之后,宙斯向众神询问,究竟应当召集全员参加竞赛,还是正如竞技运动中所发生的那样:战胜了赢得过多次胜利之人者,即便仅仅克服了一个对手,也被认为完全优于那些从未同他交手、却逊于被击败者之人。在所有人看来,这种考核方式都极其恰如其分。于是赫尔墨斯宣告恺撒出列,随后是屋大维,第三位则是图拉真,因他们最为善战。接着全场肃静,克罗诺斯王凝视着宙斯说,看到被召至这场角逐的尽是尚武的皇帝,却无一哲人,令他深感诧异。“于我而言,”他说,“这类人同样亲切。因此,把马可也召进来吧。”当马可应召步入时,极其庄重威严,双目与面容因劳瘁而略显收敛,然而正是在他所呈现的不加修饰、不事雕琢之中,显露出一股无可企及的美;因为他的胡须极其浓密,衣着素朴节制,且由于节食少餐,他的躯体格外莹澈透明,依我所见,宛若至纯至粹的光芒本身——

语法注4 条
  1. 316aοὐκ ἀπὸ γνώμης ἦν

    介词短语 ἀπὸ γνώμης 是表示“违背意愿/心意”的习惯用法。加上否定词 οὐκ 构成婉辞二重否定,意为“并非违背宙斯的心意”,即“宙斯对此亦欣然赞同”。

  2. 316cὍρα, εἶπε, μή ποτε οὗτοι ἑνός εἰσιν ἀντάξιοι τουτουὶ τοῦ Γραικοῦ.

    在 ὅρα μή(留神/注意)结构中,从属分句的动词采用了直陈式现在时(εἰσιν)而非虚拟式。虚拟式通常表达对未来的防备或担忧,而直陈式则表达对客观现实的怀疑或推测(“看看是不是……”)。西勒诺斯在此带有讥讽意味:“留神看看这些人加在一起是否抵得上眼前这个希腊人”。

  3. 317aἤ, καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται, ὁ τοῦ πολλὰς ἀνελομένου νίκας κρατήσας, ἑνὸς περιγενόμενος, οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων

    该句由间接选择疑问句 πότερον χρὴ πάντας ἐπὶ τὸν ἀγῶνα καλεῖν ἤ...(“究竟应当召集全员……还是……”)引导,但在 ἤ 之后并没有采用平行的不定式从句,而是通过破格语法(anacoluthon)转入了阐述竞技规例的独立主陈述句结构(ὁ κρατήσας... δοκεῖ...)。其核心骨架为:主语 ὁ ... κρατήσας(击败……者)+让步分词 ἑνὸς περιγενόμενος(纵使仅克服一人)+主干谓语 οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων(同样被视为优于那些人)。

  4. 317cἐπεὶ δὲ καὶ ὁ Μάρκος κληθεὶς παρῆλθε, σεμνὸς ἄγαν,

    由从属连词 ἐπεί(“当……时”)引导的从句伴随着对马可·奥勒留外貌与风范的长篇描绘一直延伸,在当前截取的文段末尾主句谓语尚未出现(主句在下一节接续)。因此,整段关于马可仪容的描摹在句法上均受连词 ἐπεί 统摄,属于时间从属分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:15-17