← 朱利安

致无知的犬儒主义者

§6-7

斯多亚派的目标与探求犬儒主义的本质

作者论证斯多亚派同样追求单一的真理并奉行“认识你自己”的准则,进而主张考察犬儒主义不应拘泥于其外在的戏谑之作,而应像剖开西勒诺斯雕像见其神像一般,从其切实行事中把握其精义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Ὅτι δὲ μία τέ ἐστιν ἀλήθεια καὶ φιλοσοφία μία καὶ ταύτης εἰσὶν ἐρασταὶ ξύμπαντες ὧν τε ὑπεμνήσθην μικρῷ πρότερον ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν τοὔνομα, τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω,1 οἳ τὰς πόλεις ἰδόντες ἀποδιδρασκούσας τὸ λίαν ἀκραιφνὲς καὶ καθαρὸν τῆς ἐλευθερίας τοῦ κυνὸς ἐσκέπασαν αὐτὸν ὥσπερ οἶμαι παραπετάσμασιν οἰκονομίᾳ καὶ τῇ χρηματιστικῇ καὶ τῇ πρὸς τὴν γυναῖκα συνόδῳ καὶ παιδοτροφίᾳ, ἵν’ οἶμαι ταῖς πόλεσιν αὐτὸν ἐγγύθεν ἐπιστήσωσι φύλακα· ὅτι δὲ τὸ Γνῶθι σαυτὸν κεφάλαιον τίθενται φιλοσοφίας, οὐ μόνον ἐξ ὧν κατεβάλλοντο ξυγγραμμάτων ὑπὲρ αὐτοῦ τούτου πεισθείης ἄν, εἴπερ ἐθέλοις, ἀλλὰ πολὺ πλέον ἀπὸ τοῦ τῆς φιλοσοφίας τέλους· τὸ γὰρ ὁμολογουμένως ζῆν τῇ φύσει τέλος ἐποιήσαντο, οὗπερ οὐχ οἷόν τε τυχεῖν τὸν ἀγνοοῦντα, τίς καὶ ὁποῖος πέφυκεν· ὁ γὰρ ἀγνοῶν ὅστις ἐστίν, οὐκ εἴσεται δήπουθεν ὅ, τι πράττειν ἑαυτῷ προσήκει, ὥσπερ οὐδ’ ὁ τὸν σίδηρον ἀγνοῶν εἴσεται, εἴτε αὐτῷ τέμνειν εἴτε μὴ προσήκει, καὶ ὅτου δεῖ τῷ σιδήρῳ πρὸς τὸ δύνασθαι τὸ ἑαυτοῦ πράττειν· ἀλλ’ ὅτι μὲν ἡ φιλοσοφία μία τέ ἐστι καὶ πάντες ὡς ἔπος εἰπεῖν ἑνός τινος ἐφιέμενοι ὁδοῖς ἐπὶ τοῦτο διαφόροις ἦλθον, ἀπόχρη τοσαῦτα νῦν εἰπεῖν.

真理是单一的,哲学也是单一的,而且不仅我刚才提到的那些人全都是这哲学的爱慕者,我现在也可以正当地提及那些人的名字——我指的是基提翁之人的门徒们,他们看到城邦畏缩于犬儒过分纯粹而未经掺杂的自由,便如同拉起帷幕一般,用治家、理财、与妻子同居以及养育子女将他遮盖起来,我想这是为了让他作为贴近的守护者立于各城邦之中——这一点是显而易见的;至于他们将“认识你自己”确立为哲学的首要主旨,如果你愿意的话,不仅可以从他们就此专题撰写的著作中得到确信,而且更能从哲学的终极目标中深信不疑。因为他们将“依自然而生活”确立为目的,而一个不了解自己本性是谁、是何等模样的人,是不可能达到这一目的的;因为不认识自己是谁的人,自然绝不会知道自己应当做什么,正如不认识铁的人不会知道铁适合切割与否,也不知道铁为了履行自身的功能需要什么一样。然而,关于哲学是单一的,且所有人可以说是向着同一个目标经由不同的道路达致这一点,目前说到这里就足够了。

§7

ὑπὲρ δὲ τοῦ Κυνισμοῦ σκεπτέον ἔτι. Εἰ μὲν οὖν ἐπεποίητο τοῖς ἀνδράσι μετά τινος σπουδῆς, ἀλλὰ μὴ μετὰ παιδιᾶς τὰ συγγράμματα, τούτοις ἐχρῆν ἑπόμενον ἐπιχειρεῖν ἕκαστα ὧν διανοούμεθα περὶ τοῦ πράγματος ἐξετάζειν τὸν ἐναντίον καί, εἰ μὲν ἐφαίνετο τοῖς παλαιοῖς ὁμολογοῦντα, μήτοι ψευδομαρτυριῶν ἡμῖν ἐπισκήπτειν, εἰ δὲ μή, τότε ἐξορίζειν αὐτὰ τῆς ἀκοῆς ὥσπερ Ἀθηναῖοι τὰ ψευδῆ γράμματα τοῦ Μητρῴου. ἐπεὶ δὲ οὐδέν ἐστιν, ὡς ἔφην, τοιοῦτον· αἵ τε γὰρ θρυλούμεναι Διογένους τραγῳδίαι Φιλίσκου τινὸς Αἰγινήτου λέγονται εἶναι, καί, εἰ Διογένους δὴ εἶεν, οὐδὲν ἄτοπόν ἐστι τὸν σοφὸν παίζειν, ἐπεὶ καὶ τοῦτο πολλοὶ φαίνονται τῶν φιλοσόφων ποιήσαντες· ἐγέλα τοι, φασί, καὶ Δημόκριτος ὁρῶν σπουδάζοντας τοὺς ἀνθρώπους· μὴ δὴ πρὸς τὰς παιδιὰς αὐτῶν ἀποβλέπωμεν, ὥσπερ οἱ μανθάνειν τι σπουδαῖον ἥκιστα ἐρῶντες, πόλει παραβάλλοντες εὐδαίμονι, πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ ἀπορρήτων τελετῶν πλήρει, καὶ μυρίων ἔνδον ἱερέων ἁγνῶν ἐν ἁγνοῖς μενόντων χωρίοις· αὐτοῦ δὲ ἕνεκα πολλάκις τούτου, λέγω δὲ τοῦ καθαρεύειν τὰ εἴσω πάντα, τὰ περιττὰ καὶ βδελυρὰ καὶ φαῦλα τῆς πόλεως ἀπεληλακόσι,2 λουτρὰ δημόσια καὶ χαμαιτυπεῖα καὶ καπηλεῖα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἄχρι τούτου γενόμενοι εἴσω μὴ παρίασιν. ὁ μὲν γὰρ τοῖς τοιούτοις ἐντυχών, εἶτα τοῦτο οἰηθεὶς εἶναι τὴν πόλιν ἄθλιος μὲν ἀποφυγών, ἀθλιώτερος δὲ κάτω μείνας, ἐξὸν ὑπερβάντα μικρὸν ἰδεῖν τὸν Σωκράτη·3 χρήσομαι γὰρ ἐκείνοις ἐγὼ τοῖς ῥήμασιν, οἷς Ἀλκιβιάδης ἐπαινῶν Σωκράτη. φημὶ γὰρ δὴ τὴν Κυνικὴν φιλοσοφίαν ὁμοιοτάτην εἶναι τοῖς Σειληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας· οἳ διχάδε διοιχθέντες ἔνδον φαίνονται ἀγάλματα ἔχοντες θεῶν. ὡς ἂν οὖν μὴ τοιοῦτόν τι πάθωμεν, ὅσα ἔπαιξε ταῦτα αὐτὸν ἐσπουδακέναι νομίσαντες·4 ἔστι μὲν γάρ τι καὶ ἐν ἐκείνοις οὐκ ἄχρηστον, ὁ Κυνισμὸς δέ ἐστιν ἕτερον, ὡς αὐτίκα μάλα δεῖξαι πειράσομαι· δεῦρο ἴδωμεν ἐφεξῆς ἀπὸ τῶν ἔργων, ὥσπερ αἱ ἐξιχνεύουσαι κύνες μεταθέουσι τὰ θηρία.

不过,关于犬儒主义还须作进一步考察。 因此,如果这些人的著作是怀着某种严肃的意图而非戏谑写成的,论敌就应当遵照这些著作,着手检验我们关于此事所思考的每一要点;如果这些看法显出与古人一致,他就绝不应当指责我们作伪证,若不一致,到那时再将其从听闻中放逐出去,正如雅典人从母神庙中清除虚假文书一样。然而,正如我所说,并没有任何此类严肃的著作:因为流传的第欧根尼的悲剧据说是埃癸那的某个菲利斯库斯所作;即便真出自第欧根尼之手,智者开开玩笑也毫无悖理之处,因为许多哲学家看来也都曾这样做过;事实上,据说德谟克利特看到人们郑重其事时也是常常发笑的。因此,我们切不可单单注目于他们的戏谑之语,免得像那些绝无意愿学习严肃事物的人一样:他们来到一座繁荣的城邦,城中布满众多神庙与许多秘密仪式,无数纯洁的祭司居于净洁之所;而且往往恰恰为了这一缘故,我的意思是说为了让城内的一切保持纯洁,人们把城邦多余、污秽和卑贱的东西——公共浴场、妓院、酒馆以及诸如此类的一切——都驱逐到了城外;这些人来到此处便止步不前,不再往城里走去。因为遭遇了这类事物便以为这就是城邦而逃跑的人固然可怜,但那些明明只要跨过一小步就能见到苏格拉底,却仍然留在下面的人则更为可怜。因为我要借用阿尔喀比亚德赞美苏格拉底时所用的那些话:我断言,犬儒哲学最像雕刻作坊中端坐的那些西勒诺斯雕像,工匠们把他们塑造成手持排箫或长笛的模样;一旦从中间剖开,他们内部显露出藏有诸神的神像。因此,为了使我们不至于遭受类似的误判,把他在嬉戏中所作的诸般事情误以为是出于郑重严肃——因为在那些事情中确实也并非毫无益处,但犬儒主义本身却是另一回事,正如我马上将试图展示的那样——来吧,让我们像追踪猎物的猎犬搜捕野兽一样,从他们的实际行事出发,依次加以审视。

语法注4 条
  1. 6τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω

    插入语,具体指明关系从句 ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν τοὔνομα(其中 ὧν 为修饰 τοὔνομα 的属格)所指的对象,宾格作 λέγω(“我指的是”)的直接宾语。“基提翁之人的门徒”即指斯多亚派创始人芝诺及其学派追随者。

  2. 186dἀπεληλακόσι

    完成体主动分词阳性与格复数。在语境中指代将污秽事物驱逐至城外的市民或城邦当局;尽管长句结构略带破格(anacoluthon),该与格分词在句法上承接访问城邦者的行动对象或环境背景。

  3. 187aἐξὸν ὑπερβάντα μικρὸν ἰδεῖν τὸν Σωκράτη

    无人称动词 ἔξεστι 的独立宾格结构(accusative absolute),带有让步意味(“本来只要稍稍跨越便能见到苏格拉底”)。分词 ὑπερβάντα 作不定式 ἰδεῖν 的逻辑主语而采用宾格。

  4. 187bὅσα ἔπαιξε ταῦτα αὐτὸν ἐσπουδακέναι νομίσαντες

    关系从句 ὅσα ἔπαιξε(“凡是他所戏谑的事物”)倒装置于指示代词宾语 ταῦτα 之前,ταῦτα 作为不定式 ἐσπουδακέναι 的直接宾语,αὐτόν 为该不定式的逻辑主语(宾格):“误以为他在戏谑中所做的一切都是郑重追求的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:6-7