- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:8-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者指出犬儒哲学的真正始祖并非凡人而是德尔斐的阿波罗神,其核心与柏拉图等哲人一样在于自我认知与超脱世俗成见,并主张应当从第欧根尼的实际行事而非文字著作来把握犬儒主义的本质。
Ἡγεμόνα μὲν οὖν οὐ ῥᾴδιον εὑρεῖν, ἐφ’ ὃν ἀνενέγκαι χρὴ πρῶτον αὐτό,1 εἰ καί τινες ὑπολαμβάνουσιν Ἀντισθένει τοῦτο καὶ Διογένει προσήκειν. τοῦτο γοῦν ἔοικεν Οἰνόμαος οὐκ ἀτόπως λέγειν· ὁ Κυνισμὸς οὔτε Ἀντισθενισμός ἐστιν οὔτε Διογενισμός. λέγουσι μὲν γὰρ οἱ γενναιότεροι τῶν κυνῶν, ὅτι καὶ ὁ μέγας Ἡρακλῆς, ὥσπερ οὖν τῶν ἄλλων ἀγαθῶν ἡμῖν αἴτιος κατέστη, οὕτω δὲ καὶ τούτου τοῦ βίου παράδειγμα τὸ μέγιστον κατέλιπεν ἀνθρώποις. ἐγὼ δὲ ὑπὲρ τῶν θεῶν καὶ τῶν εἰς θείαν λῆξιν πορευθέντων εὐφημεῖν ἐθέλων πείθομαι μὲν καὶ πρὸ τούτου τινὰς οὐκ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις οὕτω φιλοσοφῆσαι· αὕτη γὰρ ἡ φιλοσοφία κοινή πως ἔοικεν εἶναι καὶ φυσικωτάτη καὶ δεῖσθαι οὐδ’ ἡστινοσοῦν πραγματείας· ἀλλὰ ἀπόχρη μόνον ἑλέσθαι τὰ σπουδαῖα ἀρετῆς ἐπιθυμίᾳ καὶ φυγῇ κακίας, καὶ οὔτε βίβλους ἀνελίξαι δεῖ μυρίας· πολυμαθία γάρ, φασί, νόον οὐ διδάσκει· οὔτε ἄλλο τι τῶν τοιούτων παθεῖν, ὅσα καὶ οἷα πάσχουσιν οἱ διὰ τῶν ἄλλων αἱρέσεων ἰόντες, ἀλλὰ ἀπόχρη μόνον δύο ταῦτα τοῦ Πυθίου παραινοῦντος ἀκοῦσαι, τὸ Γνῶθι σαυτὸν καὶ Παραχάραξον τὸ νόμισμα·2 πέφηνεν οὖν ἡμῖν ἀρχηγὸς τῆς φιλοσοφίας ὅσπερ οἶμαι τοῖς Ἕλλησι κατέστη τῶν καλῶν ἁπάντων αἴτιος, ὁ τῆς Ἑλλάδος κοινὸς ἡγεμὼν καὶ νομοθέτης καὶ βασιλεύς, ὁ ἐν Δελφοῖς θεός, ὃν ἐπειδὴ μὴ θέμις ἦν τι διαλαθεῖν, οὐδὲ ἡ Διογένους ἐπιτηδειότης ἔλαθε. προύτρεψε δὲ αὐτὸν οὐχ ὥσπερ τοὺς ἄλλους ἔπεσιν ἐντείνων τὴν παραίνεσιν, ἀλλ’ ἔργῳ διδάσκων ὅ,τι βούλεται συμβολικῶς διὰ δυοῖν ὀνομάτοιν, Παραχάραξον εἰπὼν τὸ νόμισμα. τὸ γάρ Γνῶθι σαυτὸν οὐκ ἐκείνῳ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔφη καὶ λέγει, πρόκειται γὰρ οἶμαι τοῦ τεμένους. ηὑρήκαμεν δὴ τὸν ἀρχηγέτην τῆς φιλοσοφίας, ὥς που καὶ ὁ δαιμόνιός φησιν Ἰάμβλιχος, ἀλλὰ καὶ τοὺς κορυφαίους ἐν αὐτῇ, Ἀντισθένη καὶ Διογένη καὶ Κράτητα, οἷς τοῦ βίου σκοπὸς ἦν καὶ τέλος αὑτοὺς οἶμαι γνῶναι καὶ τῶν κενῶν ὑπεριδεῖν δοξῶν, ἀληθείας δέ, ἣ πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται, ὅλῃ, φασίν, ἐπιδράξασθαι τῇ διανοίᾳ, ἧς οἶμαι καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Σωκράτης οἵ τε ἐκ τοῦ Περιπάτου καὶ Ζήνων ἕνεκα πάντα ὑπέμειναν πόνον, αὑτούς τε ἐθέλοντες γνῶναι καὶ μὴ κεναῖς ἕπεσθαι δόξαις, ἀλλὰ τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἀνιχνεῦσαι.
因此,要找到一位首先应当将此事归功于他的领袖并不容易,尽管有些人认为这一荣耀属于安提斯泰尼和第欧根尼。无论如何,奥伊诺马奥斯这样说似乎并非没有道理:“犬儒主义既非安提斯泰尼主义,亦非第欧根尼主义。”因为犬儒派中较为高贵者声称,伟大的赫拉克勒斯正如成为我们一切其他善事的渊源一样,也同样为人类留下了这种生活的最伟大典范。但我怀着对诸神以及那些进入神圣归宿者虔敬发言的愿望,确信即使在此之前,不仅在希腊人中,甚至在蛮族中也有人曾如此行哲学;因为这门哲学似乎在某种程度上为众人所共通且最合乎自然,完全不需要任何繁复的系统研究;而只需凭着对美德的渴望和对邪恶的避弃来选择崇高之物便足矣,既无须翻阅卷帙浩繁的书籍——正如人们所说,“博学并不能教人明智”——亦无须承受那些经由其他学派门径者所遭受的种种艰辛;而只需聆听皮提亚神劝告的两句话便已足够,即“认识你自己”与“改铸钱币”。因此,在我们看来,这位哲学的始祖显现了出来:我想他就是成为希腊人一切美好事物之源头的那位,即全希腊共同的领袖、立法者与君王,德尔斐的神明;既然任何事情都不可能避开他的法眼,第欧根尼的天资自然也没有逃过他的目光。神明勉励他,并非像对其他人那样将劝诫织入诗句之中,而是通过两个词以象征的方式,在行动中传达自己的旨意,说:“改铸钱币。”因为“认识你自己”这句话,他不仅对第欧根尼一人说,也对其他人说过且正说着;我想,这句话原本就立在圣域的前方。正如神圣的扬布里柯在某处所说,我们不仅找到了这门哲学的首创者,也找到了其中的魁首人物——安提斯泰尼、第欧根尼和克拉特斯;在他们看来,人生的目标与终极旨趣,我想就在于认识自身并蔑视虚妄的名声,并如俗话所说,以全副心灵去攫取在诸神和世人的一切善事中起引导作用的真理;我想柏拉图、毕达哥拉斯、苏格拉底、逍遥学派的哲人们以及芝诺,正是为了这一真理而忍受了一切辛劳,既愿认识自身而不顺从虚浮的见解,又要在存在之物中追寻真理。
Φέρε οὖν, ἐπειδὴ πέφηνεν οὐκ ἄλλο μὲν ἐπιτηδεύσας Πλάτων, ἕτερον δὲ Διογένης, ἓν δέ τι καὶ ταὐτόν· εἰ γοῦν ἔροιτό τις τὸν σοφὸν Πλάτωνα τὸ Γνῶθι σαυτὸν πόσου νενόμικας ἄξιον; εὖ οἶδα ὅτι τοῦ παντὸς ἂν φήσειε, καὶ λέγει δὲ ἐν Ἀλκιβιάδῃ· δεῦρο δὴ τὸ μετὰ τοῦτο φράσον ἡμῖν, ὦ δαιμόνιε Πλάτων καὶ θεῶν ἔκγονε Τίνα τρόπον χρὴ πρὸς τὰς τῶν πολλῶν διακεῖσθαι δόξας, ταὐτά τε ἐρεῖ καὶ ἔτι πρὸς τούτοις ὅλον ἡμῖν ἐπιτάξει διαρρήδην ἀναγνῶναι τὸν Κρίτωνα διάλογον, οὗ φαίνεται παραινῶν Σωκράτης μηδὲν φροντίζειν ἡμᾶς τῶν τοιούτων· φησὶ γοῦν· Ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; εἶτα ἡμεῖς τούτων ὑπεριδόντες ἀποτειχίζειν ἁπλῶς οὑτωσὶ καὶ ἀποσπᾶν ἄνδρας ἀλλήλων ἐθέλομεν, οὓς ὁ τῆς ἀληθείας συνήγαγεν ἔρως ἥ τε τῆς δόξης ὑπεροψία καὶ ἡ πρὸς τὸν ζῆλον τῆς ἀρετῆς ξύμπνοια;3 εἰ δὲ Πλάτωνι μὲν ἔδοξε καὶ διὰ τῶν λόγων αὐτὰ ἐργάζεσθαι, Διογένει δὲ ἀπέχρη τὰ ἔργα, διὰ τοῦτο ἄξιός ἐστιν ὑφ’ ὑμῶν ἀκούειν κακῶς; ὅρα δὲ μὴ καὶ τοῦτο αὐτὸ τῷ παντὶ κρεῖττόν ἐστιν,4 ἐπεὶ καὶ Πλάτων ἐξομνύμενος φαίνεται τὰ ξυγγράμματα. Οὐ γάρ ἐστι Πλάτωνος, φησί, ξύγγραμμα οὐδὲν οὐδ’ ἔσται, τὰ δὲ νῦν φερόμενά ἐστι Σωκράτους, ἀνδρὸς καλοῦ καὶ νέου. τί οὖν ἡμεῖς οὐκ ἐκ τῶν ἔργων τοῦ Διογένους σκοποῦμεν αὐτὸν τὸν Κυνισμόν, ὅστις ἐστιν;
那么,来吧,既然显而易见柏拉图所追求的与第欧根尼所追求的并非两样,而完全是同一回事:倘若有人问聪慧的柏拉图:“你认为‘认识你自己’价值几何?”我确信他会说“胜过一切”,而且他在《阿尔喀比亚德》中也正是这样说的;那么,神圣的柏拉图,诸神的后裔啊,请接下来告诉我们:“应当如何对待大众的意见?”他不仅会说同样的话,而且还会明确吩咐我们通读整篇《克力同》对话录,在那里可以看到苏格拉底劝告我们根本不必在意此类事情;他无论如何是这样说的:“可是,可敬的克力同啊,我们何必如此介意大众的意见呢?”既然如此,难道我们要无视这些事实,仅仅因为这样就试图将那些被对真理的热爱、对浮名的轻蔑以及对追求美德的同心协力结合在一起的人们彼此隔绝、生生拆散吗?如果柏拉图认为也应当通过言辞来践行这些,而对第欧根尼而言实践行动就已经足够,难道他因此就配受你们的诋毁吗?请审慎思考一下,难道这本身不恰恰在各个方面更为优越吗?因为柏拉图甚至看来也在发誓否认那些著作是属于他自己的:“因为根本不存在,”他说,“柏拉图的著作,将来也不会有;现在流传的这些,属于年轻俊美的苏格拉底。”那么,我们为何不从第欧根尼的行事出发,来考察犬儒主义本身究竟是什么呢?
- 8ἐφ’ ὃν ἀνενέγκαι χρὴ πρῶτον αὐτό
动词 ἀναφέρω 搭配介词短语 ἐπί + 宾格表示“归咎于/归功于”(αὐτό 指前文的“犬儒主义”)。不定式 ἀνενέγκαι 作无人称动词 χρὴ 的补足语,构成“应当首先将此事归功于谁”的关系节/间接从句结构。
- 188aΠαραχάραξον τὸ νόμισμα
德尔斐神谕中的名句。名词 νόμισμα 既指字面上的“硬币、通货”,又指“既定的习俗、惯例”(源自 νόμος),因此兼具“改铸钱币”的字面义与“颠覆既定习俗与传统价值”的哲学象征义。
- 189aοὓς ὁ τῆς ἀληθείας συνήγαγεν ἔρως ἥ τε τῆς δόξης ὑπεροψία καὶ ἡ πρὸς τὸν ζῆλον τῆς ἀρετῆς ξύμπνοια
在由关系代词 οὓς 引导的从句中,主语由三个主格名词短语并列构成(ὁ ... ἔρως、ἥ ... ὑπεροψία 以及 ἡ ... ξύμπνοια),但谓语动词 συνήγαγεν 却使用了单数,与在位置上最近的首个主语 ἔρως 保持一致(邻近一致)。
- 189aὅρα δὲ μὴ καὶ τοῦτο αὐτὸ τῷ παντὶ κρεῖττόν ἐστιν
由祈使动词 ὅρα 统辖的 μὴ + 直说式(此处为 ἐστιν),有别于跟虚拟式的担忧从句,表示委婉的断言或带有怀疑的积极提示(“审视一下这是否其实……”)。短语 τῷ παντί 为表程度差异的与格,意为“在各个方面/彻底地”。
