- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:4-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述从德尔斐神谕“认识你自己”出发,阐明自知之明统揽了自然学、诸般技艺及形而上学;进而论证“同化于神”本质上是通过知识实现同化,并强调尽管各学派路径各异,真理与哲学终归为一。
Ἀρξώμεθα δὲ πρῶτον ἀπὸ τοῦ Γνῶθι σαυτόν, ἐπειδὴ καὶ θεῖόν ἐστι τοῦτο τὸ παρακέλευσμα. οὐκοῦν ὁ γιγνώσκων αὑτὸν εἴσεται μὲν περὶ ψυχῆς, εἴσεται δὲ καὶ περὶ σώματος. καὶ τοῦτο οὐκ ἀρκέσει μόνον, ὡς ἔστιν ἄνθρωπος ψυχὴ χρωμένη σώματι, μαθεῖν,1 ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς ἐπελεύσεται τὴν οὐσίαν, ἔπειτα ἀνιχνεύσει τὰς δυνάμεις. καὶ οὐδὲ τοῦτο μόνον ἀρκέσει αὐτῷ, ἀλλὰ καί, εἴ τι τῆς ψυχῆς ἐν ἡμῖν ἐστι κρεῖττον καὶ θειότερον, ὅπερ δὴ πάντες ἀδιδάκτως πειθόμενοι θεῖόν τι εἶναι νομίζομεν, καὶ τοῦτο ἐνιδρῦσθαι πάντες οὐρανῷ κοινῶς ὑπολαμβάνομεν.2 ἐπιὼν δὲ αὖθις τὰς ἀρχὰς τοῦ σώματος σκέψεται, εἴτε σύνθετον εἴτε ἁπλοῦν ἐστιν· εἶτα ὁδῷ προβαίνων ὑπέρ τε ἁρμονίας αὐτοῦ καὶ πάθους καὶ δυνάμεως καὶ πάντων ἁπλῶς ὧν δεῖται πρὸς διαμονήν. ἐπιβλέψει δὲ τὸ μετὰ τοῦτο καὶ ἀρχαῖς τεχνῶν ἐνίων, ὑφ’ ὧν βοηθεῖται πρὸς διαμονὴν τὸ σῶμα, οἷον ἰατρικῆς, γεωργίας, ἑτέρων τοιούτων. οὐ μὴν οὐδὲ τῶν ἀχρήστων καὶ περιττῶν τι παντάπασιν ἀγνοήσει, ἐπεὶ καὶ ταῦτα πρὸς κολακείαν τοῦ παθητικοῦ τῆς ψυχῆς ἡμῶν ἐπινενόηται. προσλιπαρῆσαι μὲν γὰρ τούτοις ἀποκνήσει αἰσχρὸν οἰόμενος τὸ τοιοῦτον, τὸ δοκοῦν ἐργῶδες ἐν αὐτοῖς φεύγων· τὸ δ’ ὅλον ὁποῖα ἄττα δοκεῖ καὶ οἷστισιν ἁρμόττει τῆς ψυχῆς μέρεσιν, οὐκ ἀγνοήσει. σκόπει δή, εἰ μὴ τὸ ἑαυτὸν γνῶναι πάσης μὲν ἐπιστήμης, πάσης δὲ τέχνης ἡγεῖταί τε ἅμα καὶ τοὺς καθόλου λόγους συνείληφε. τά τε γὰρ θεῖα διὰ τῆς ἐνούσης ἡμῖν θείας μερίδος τά τε θνητὰ διὰ τῆς θνητοειδοῦς μοίρας πρὸς τούτοις προσήκειν ἔφη3 τὸ μεταξὺ τούτων ζῷον εἰδέναι, τὸν ἄνθρωπον, τῷ μὲν καθ’ ἕκαστον θνητόν, τῷ παντὶ δὲ ἀθάνατον, καὶ μέντοι καὶ τὸν ἕνα καὶ τὸν καθ’ ἕκαστον συγκεῖσθαι ἐκ θνητῆς καὶ ἀθανάτου μερίδος.
那么,就让我们首先从“认识你自己”开始,因为这道诫谕本身也是神圣的。因此,认识自己的人既会认识关于灵魂的事,也会认识关于身体的事。而且对他来说,仅仅知晓“人是使用身体的灵魂”还不够,他还将探究灵魂本身的本质,接着追寻它的各种能力。甚至仅仅做到这一点对他而言仍不够,他还将探问我们内部是否存在某种比灵魂更卓越、更神圣的东西——正是对于这件东西,我们所有人都未受施教便自然确信其为神圣之物,并且普遍认为它安设于天国。随后他又将转向身体的本原,审视它是复合的还是单纯的;接着依循序渐进的道路,考察它的和谐、受动状态、能力,以及为了存续所必需的一切。在此之后,他还将审视某些有助于身体存续的技艺的原理,例如医学、农学及其他类似技艺。当然,对于任何无用和多余的事物,他也绝非一无所知,因为这些事物也是为了迎合我们灵魂的情欲部分而设计出来的。诚然,他会因认为沉溺于这些事物是可耻的而避之不及,远离其中看似劳而无功的东西;但总体而言,它们表现为何等性质,又契合于灵魂的哪些部分,他绝不会茫然不知。那么,请看,“认识自己”难道不是统领一切知识与一切技艺,并同时包揽了它们的普遍理则吗?因为论者说过,处于这两者之间的生物,即人——作为个体是有死的,但作为总体是不朽的,甚至作为单独的个体也是由有死的和不朽的份额合成的——正当通过我们内在的神圣份额认识神圣事物,此外也通过有死的禀赋认识有死事物。
Ὅτι μέντοι καὶ τὸ τῷ θεῷ κατὰ δύναμιν ὁμοιοῦσθαι οὐκ ἄλλο τί ἐστιν ἢ τὸ τὴν ἐφικτὴν ἀνθρώποις γνῶσιν τῶν ὄντων περιποιήσασθαι, πρόδηλον ἐντεῦθεν. οὐ γὰρ ἐπὶ πλούτῳ χρημάτων τὸ θεῖον μακαρίζομεν οὐδὲ ἐπ’ ἄλλῳ τινὶ τῶν νομιζομένων ἀγαθῶν, ἀλλ’ ὅπερ Ὅμηρός φησι "θεοὶ δέ τε πάντα ἴσασι," καὶ μέντοι καὶ περὶ Διὸς "Ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει·" ἐπιστήμῃ γὰρ ἡμῶν οἱ θεοὶ διαφέρουσιν. ἡγεῖται γὰρ ἴσως καὶ αὐτοῖς τῶν καλῶν τὸ αὑτοὺς γινώσκειν· ὅσῳ δὴ κρείττονες ἡμῶν εἰσι τὴν οὐσίαν, τοσούτῳ γνόντες ἑαυτοὺς ἴσχουσι βελτιόνων γνῶσιν. μηδεὶς οὖν ἡμῖν τὴν φιλοσοφίαν εἰς πολλὰ διαιρείτω μηδὲ εἰς πολλὰ τεμνέτω, μᾶλλον δὲ μὴ πολλὰς ἐκ μιᾶς ποιείτω. ὥσπερ γὰρ ἀλήθεια μία, οὕτω δὲ καὶ φιλοσοφία μία· θαυμαστὸν δὲ οὐδέν, εἰ κατ’ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐπ’ αὐτὴν πορευόμεθα. ἐπεὶ κἄν, εἴ τις θέλοι τῶν ξένων ἢ ναὶ μὰ Δία τῶν πάλαι πολιτῶν ἐπανελθεῖν εἰς Ἀθήνας, δύναιτο μὲν καὶ πλεῖν καὶ βαδίζειν, ὁδεύων δὲ οἶμαι διὰ γῆς ἢ ταῖς πλατείαις χρῆσθαι λεωφόροις ἢ ταῖς ἀτραποῖς καὶ συντόμοις ὁδοῖς· καὶ πλεῖν μέντοι δυνατὸν παρὰ τοὺς αἰγιαλούς, καὶ δὴ καὶ κατὰ τὸν Πύλιον γέροντα τέμνοντα πέλαγος μέσον. μὴ δὲ τοῦτό τις ἡμῖν προφερέτω, εἴ τινες τῶν κατ’ αὐτὰς ἰόντων τὰς ὁδοὺς ἀπεπλανήθησαν καὶ ἀλλαχοῦ που γενόμενοι, καθάπερ ὑπὸ τῆς Κίρκης ἢ τῶν Λωτοφάγων ἡδονῆς ἢ δόξης ἤ τινος ἄλλου δελεασθέντες, ἀπελείφθησαν τοῦ πρόσω βαδίζειν καὶ ἐφικνεῖσθαι τοῦ τέλους, τοὺς πρωτεύσαντας δὲ ἐν ἑκάστῃ τῶν αἱρέσεων σκοπείτω, καὶ πάντα εὑρήσει σύμφωνα. Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ ἐδιζησάμην ἐμεωυτόν, ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ’ ἐκείνου μέχρι Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί.4 γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ’ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς ἀειγενεσίας. ἀλλ’ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων.
然而,尽可能同化于神无非就是获取人类所能达到的关于实存者的知识,这一点从下述情况中已显而易见。因为我们称赞神圣者为福乐,绝不是因为钱财之多,也不是因为其他任何被公认为美善的事物,而是正如荷马所说: “而众神知晓一切”,关于宙斯也同样有云: “然而宙斯先生下来,并且知晓更多”;因为众神正是凭着知识胜过我们。因为对他们而言,认识自己大概也是一切美善之首;他们本身的本质比我们高贵多少,通过认识自己,他们所拥有的关于更优越事物的知识也就高超多少。因此,任何人都不应为我们把哲学分割为许多部分,也不应将其切成碎片,或者更确切地说,不要由一化多。因为正如真理是单一的,哲学也是单一的;即使我们沿着各不相同的道路奔向它,也毫无可怪之处。正如若有人,无论是异邦人,还是——凭宙斯起誓——旧日城邦公民,想要返回雅典,他既能乘船也能步行;而在陆路上行进时,我想他既能取道平坦的大道,也能走偏僻的小径与捷径;而且既可以沿海岸航行,也能如那位皮洛斯老翁一样破浪穿越大洋正中。如果有些沿这些道路前进的人走入歧途,滞留他乡,仿佛受到喀耳刻或食忘忧果者的诱惑,被享乐、名声或其他东西所俘获,从而放弃了向前迈进、未能抵达终点,绝不要有人以此作为理由来指责我们;相反,让他去考察每个学派的领袖人物,他就会发现一切都是和谐一致的。 因此,德尔斐的神宣布“认识你自己”,赫拉克利特说: “我探寻了我自己”,而毕达哥拉斯以及从他到泰奥弗拉斯托斯的所有人——确实也包括亚里士多德——都宣称目标是依能力尽可能同化于神。因为我们在某些时刻所达到的状态,正是神永远所处的状态。因此,如果神不认识自己,那就太荒唐了;因为如果他不知晓自己,就根本不会知道任何其他事物。既然神在自身之中且从自身那里拥有着无论以何种方式存在的实存者的诸原因,那么神自身就是万物:对于不朽之物,其原因是不可毁灭的;对于必朽之物,其原因并非有死或必朽的,而是永恒且常存的,并且正是这些原因是其生生不息的原因。然而,这一论题更为宏大深奥。
- 183bὡς ἔστιν ἄνθρωπος ψυχὴ χρωμένη σώματι, μαθεῖν
不定式 μαθεῖν 充当 τοῦτο 的同位语/解释性成分,与 οὐκ ἀρκέσει 搭配(“仅知晓此事……是不够的”)。ὡς 引导的从句充当 μαθεῖν 的宾语从句,引用了源自《阿尔基比亚德篇一》的著名定义,即“人是使用身体的灵魂”。
- 183bκαὶ οὐδὲ τοῦτο μόνον ἀρκέσει αὐτῷ, ἀλλὰ καί, εἴ τι τῆς ψυχῆς ἐν ἡμῖν ἐστι κρεῖττον καὶ θειότερον, ὅπερ δὴ πάντες ἀδιδάκτως πειθόμενοι θεῖόν τι εἶναι νομίζομεν, καὶ τοῦτο ἐνιδρῦσθαι πάντες οὐρανῷ κοινῶς ὑπολαμβάνομεν
该句存在轻微的句法破折(anacoluthon)。在 ἀλλὰ καί 之后,由 εἴ τι... 引导的间接疑问/条件从句引入探寻对象(“是否存在某种比灵魂更卓越的事物”),但在关系从句 ὅπερ... 之后,句子转而以主语人称变换后的 ὑπολαμβάνομεν(“我们一致认为……”)直接作结,表现出作者思绪转折与对神圣理智的直陈推崇。
- 184aπροσήκειν ἔφη
动词 ἔφη(“他说/有人说”)的主语在上下文中未明确指明。结合语境,它既可指代德尔斐神谕的发出者(阿波罗或确立该格言的先贤),亦可用作一般性引用(“正如论者所说”/“如先哲所言”)。句法上,它统摄宾格加不定式结构 προσήκειν... εἰδέναι。
- 185bὃ γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί
简洁的省略对仗结构(brachylogy),关系从句与主句中均省略了系动词(ἐσμέν / ἐστί)。通过 ποτέ(“有时/偶或”)与 ἀεί(“始终/永恒”)的对比,阐明人类偶一实现的知性沉思与自我认识,在神那里则是永恒常住的本质状态。
