- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批判了畏惧劳苦、贪图安逸的伪犬儒派,并在系统阐述真正的犬儒主义之前,首先探讨了众神赐予人类的理智与哲学的本质。
Ἄνω ποταμῶν,1 τοῦτο δὴ τὸ τῆς παροιμίας. ἀνὴρ Κυνικὸς Διογένη φησὶ κενόδοξον, καὶ ψυχρολουτεῖν οὐ βούλεται, σφόδρα ἐρρωμένος τὸ σῶμα καὶ σφριγῶν καὶ τὴν ἡλικίαν ἀκμάζων, ὡς ἂν μή τι κακὸν λάβῃ, καὶ ταῦτα τοῦ θεοῦ ταῖς θεριναῖς τροπαῖς ἤδη προσιόντος. ἀλλὰ καὶ τὴν ἐδωδὴν τοῦ πολύποδος κωμῳδεῖ καί φησι τὸν Διογένη τῆς ἀνοίας καὶ κενοδοξίας ἐκτετικέναι ἱκανὰς δίκας ὥσπερ ὑπὸ κωνείου τῆς τροφῆς διαφθαρέντα.2 οὕτω πόρρω που σοφίας ἐλαύνει, ὥστε ἐπίσταται σαφῶς ὅτι κακὸν ὁ θάνατος. τοῦτο δὲ ἀγνοεῖν ὑπελάμβανεν ὁ σοφὸς Σωκράτης, ἀλλὰ καὶ μετ’ ἐκεῖνον Διογένης. ἀρρωστοῦντι γοῦν, φασίν, Ἀντισθένει μακρὰν καὶ δυσανάληπτον ἀρρωστίαν ξιφίδιον ἐπέδωκεν ὁ Διογένης εἰπών· εἰ φίλου χρῄζεις ὑπουργίας. οὕτως οὐδὲν ᾤετο δεινὸν ἐκεῖνος οὐδὲ ἀλγεινὸν τὸν θάνατον. ἀλλ’ ἡμεῖς οἱ τὸ σκῆπτρον ἐκεῖθεν παραλαβόντες ὑπὸ μείζονος σοφίας ἴσμεν ὅτι χαλεπὸν ὁ θάνατος, καὶ τὸ νοσεῖν δεινότερον αὐτοῦ φαμεν τοῦ θανάτου, τὸ ῥιγοῦν δὲ χαλεπώτερον τοῦ νοσεῖν. ὁ μὲν γὰρ νοσῶν μαλακῶς ἔσθ’ ὅτε θεραπεύεται, ὥστε γίνεσθαι τρυφὴν αὐτόχρημα τὴν ἀρρωστίαν, ἄλλως τε κἂν ᾖ πλούσιος. ἐθεασάμην τοι καὶ αὐτὸς νὴ Δία τρυφῶντάς τινας ἐν ταῖς νόσοις μᾶλλον ἢ τούτους αὐτοὺς ὑγιαίνοντας· καίτοι γε καὶ τότε λαμπρῶς ἐτρύφων. ὅθεν μοι καὶ παρέστη πρός τινας τῶν ἑταίρων εἰπεῖν, ὡς τούτοις ἄμεινον ἦν οἰκέταις γενέσθαι μᾶλλον ἢ δεσπόταις, καὶ πένεσθαι τοῦ κρίνου γυμνοτέροις οὖσιν ἢ πλουτεῖν ὥσπερ νῦν. ἦ γὰρ ἂν ἐπαύσαντο3 νοσοῦντες ἅμα καὶ τρυφῶντες. τὸ μὲν δὴ νοσοτυφεῖν καὶ νοσηλεύεσθαι τρυφηλῶς οὑτωσί τινες ἐν καλῷ ποιοῦνται· ἀνὴρ δὲ τοῦ κρύους ἀνεχόμενος καὶ θάλπος καρτερῶν οὐχὶ καὶ τῶν νοσούντων ἀθλιώτερον πράττει; ἀλγεῖ γοῦν ἀπαραμύθητα.
江河倒流,正如谚语所说。有个犬儒派人士竟称第欧根尼沽名钓誉,而且他不愿洗冷水澡,尽管他身体极其强壮、精力充沛、正值壮年,唯恐遭受什么祸害,更何况此时太阳已临近夏至。不仅如此,他还嘲笑第欧根尼吞食章鱼一事,声称第欧根尼为自己的愚妄和虚荣付出了足够的代价,被那种食物夺去性命,恰如中了毒芹汁一般。看来他在智慧上走得如此之远,以至于清清楚楚地知道死亡是一件坏事。然而聪慧的苏格拉底却认为自己对此一无所知,在他之后的第欧根尼也是如此。据说,当安提斯泰尼身患缠绵难愈的沉疴时,第欧根尼递给他一把短剑并说道:“如果你需要朋友的帮助。”足见在他看来死亡绝非可怕或痛苦之事。但我们这些从他们那里接过权杖的人,凭着更大的智慧却知道死亡是艰难痛苦的,并且宣称患病比死亡本身更可怕,受冻又比患病更难受。因为病人有时受到悉心体贴的照料,以至于疾病本身简直成了一种奢华享受,尤其当他富有的时候更是如此。凭宙斯起誓,我本人就曾见过有些人在患病时比他们健康时更为骄奢淫逸,尽管他们在健康时也已生活得极为奢华。因此我甚至忍不住对几位同伴说,这些人成为奴仆倒比成为主人更好,变得比百合花还要赤裸贫困倒比像如今这般富有更好;因为那样他们就会停止既患病又享乐了。有些人竟将身患顽疾而自命不凡、在奢靡中养病视为乐事;而一个忍受严寒、耐受酷暑的人,难道不比患病之人过得更加悲惨吗?至少他所受的痛苦是得不到任何慰藉的。
Δεῦρο οὖν ἡμεῖς ὑπὲρ τῶν Κυνικῶν ὁπόσα διδασκάλων ἠκούσαμεν ἐν κοινῷ καταθῶμεν σκοπεῖν τοῖς ἐπὶ τὸν βίον ἰοῦσι τοῦτον· οἷς εἰ μὲν πεισθεῖεν, εὖ οἶδα, οὐδὲν οἵ γε νῦν ἐπιχειροῦντες κυνίζειν ἔσονται χείρους· ἀπειθοῦντες δὲ εἰ μέν τι λαμπρὸν καὶ σεμνὸν ἐπιτηδεύσειαν, ὑπερφωνοῦντες τὸν λόγον τὸν ἡμέτερον, οὔτι τοῖς ῥήμασιν ἀλλὰ τοῖς ἔργοις, οὐδὲν ἐμπόδιον ὅ γε ἡμέτερος οἴσει λόγος· εἰ δὲ ὑπὸ λιχνείας ἢ μαλακίας ἤ, τὸ κεφάλαιον ἵν’ εἴπω ξυνελὼν ἐν βραχεῖ, τῆς σωματικῆς ἡδονῆς δεδουλωμένοι τῶν λόγων ὀλιγωρήσειαν προσκαταγελάσαντες, ὥσπερ ἐνίοτε τῶν παιδευτηρίων καὶ τῶν δικαστηρίων οἱ κύνες τοῖς προπυλαίοις προσουροῦσιν, οὐ φροντὶς Ἱπποκλείδῃ·4 καὶ γὰρ οὐδὲ τῶν κυνιδίων ἡμῖν μέλει τὰ τοιαῦτα πλημμελούντων. δεῦρο οὖν ἄνωθεν ἐν κεφαλαίοις διεξέλθωμεν ἐφεξῆς τὸν λόγον, ἵνα ὑπὲρ ἑκάστου τὸ προσῆκον ἀποδιδόντες αὐτοί τε εὐκολώτερον ἀπεργασώμεθα τοῦθ’ ὅπερ διενοήθημεν καὶ σοὶ ποιήσωμεν εὐπαρακολούθητον. οὐκοῦν ἐπειδὴ τὸν κυνισμὸν εἶδός τι φιλοσοφίας εἶναι συμβέβηκεν, οὔτι φαυλότατον οὐδὲ ἀτιμότατον, ἀλλὰ τοῖς κρατίστοις ἐνάμιλλον, ὀλίγα πρότερον ὑπὲρ αὐτῆς ῥητέον ἡμῖν ἐστι τῆς φιλοσοφίας.
那么,来吧,让我们把从师长那里听到的关于犬儒派的一切公之于众,供那些投身于这种生活的人考量。如果他们听从这些话,我深知,如今尝试效法犬儒派的人绝不会变得更糟;如果不听从,只要他们能践行某种光辉庄重之道,不是用言语而是用行动盖过我们的言论,我们的言论绝不会设置任何阻碍;但如果他们受制于贪食或孱弱,简而言之,受肉体享乐所奴役,忽视乃至嘲笑这些言论,正如狗有时在学堂和法庭的前廊便溺一样,那么“希波克莱德斯不在乎”;因为对于犯下这等恶行的小狗,我们也同样毫不在意。那么,来吧,让我们提纲挈领地从头按序推展论述,以便在对每一部分给予恰如其分的阐发时,既能使我们自己更轻松地完成所构想的内容,又能使你容易理解跟随。既然犬儒主义恰恰是哲学的一种形态,绝非最鄙陋或最卑微的,而是堪与最卓越者匹敌,我们就必须先对哲学本身略作说明。
Ἡ τῶν θεῶν εἰς ἀνθρώπους δόσις ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως καταπεμφθεῖσα ἐξ ἡλίου μετὰ τῆς Ἑρμοῦ μερίδος οὐχ ἕτερόν ἐστι παρὰ τὴν τοῦ λόγου καὶ νοῦ διανομήν· ὁ γάρ τοι Προμηθεύς, ἡ πάντα ἐπιτροπεύουσα τὰ θνητὰ πρόνοια, πνεῦμα ἔνθερμον ὥσπερ ὄργανον ὑποβάλλουσα τῇ φύσει, ἅπασι μετέδωκεν ἀσωμάτου λόγου· μετέσχε δὲ ἕκαστον οὗπερ ἠδύνατο, τὰ μὲν ἄψυχα σώματα τῆς ἕξεως μόνον, τὰ φυτὰ δὲ ἤδη καὶ τῆς ζωῆς τὰ ζῷα δὲ ψυχῆς, ὁ δὲ ἄνθρωπος καὶ λογικῆς ψυχῆς. εἰσὶ μὲν οὖν οἳ μίαν οἴονται διὰ τούτων πάντων ἥκειν φύσιν, εἰσὶ δὲ οἳ καὶ κατ’ εἶδος ταῦτα διαφέρειν. ἀλλὰ μήπω τοῦτο, μᾶλλον δὲ μηδὲ ἐν τῷ νῦν λόγῳ τοῦτο ἐξεταζέσθω, πλὴν ἐκείνου χάριν, ὅτι,5 τὴν φιλοσοφίαν εἴθ’, ὥσπερ τινὲς ὑπολαμβάνουσι, τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, εἴτε ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν, εἴθ’, ὅπερ ὁ Πύθιος ἔφη, τὸ Γνῶθι σαυτὸν ὑπολάβοι τις, οὐδὲν διοίσει πρὸς τὸν λόγον· ἅπαντα γὰρ ταῦτα φαίνεται πρὸς ἄλληλα καὶ μάλα οἰκείως ἔχοντα.
众神赐予人类的礼物,是伴随着最明亮的火焰、同赫尔墨斯的那一份一起由普罗米修斯自太阳送达人间的,这无非就是理智与心灵的赋予。因为普罗米修斯,即掌管一切有死之物的摄理,将温热的气息作为工具赋予自然,把无形体的理智分赐予万物;而每一事物都分有了它所能承受的部分:无生命的物体仅分有了形态结构,植物已分有了生命,动物分有了灵魂,而人类则进一步分有了理性的灵魂。诚然,有人认为同一种自然贯穿于这一切之中,也有人认为它们在类上互有区别。但这暂且不谈,或者说在当前的论述中根本不必考察,除非是为了这个缘故:无论人们如某些人所认为的那样,将哲学视为“技艺之技艺与知识之知识”,还是视为“尽可能同化于神”,亦或如皮提俄斯〔神〕所说的“认识你自己”,对当前的论述都没有任何分别;因为这一切看起来彼此之间都是极其契合的。
- 180dἌνω ποταμῶν
源自欧里庇得斯《美狄亚》410行等处的著名谚语(ἄνω ποταμῶν χωροῦσι παγαί)的省略形式,意指常理颠倒、不可思议。
- 181aὥσπερ ὑπὸ κωνείου τῆς τροφῆς διαφθαρέντα
宾格分词 διαφθαρέντα 与间接引语中受 φησί 支配的逻辑主语 τὸν Διογένη 一致。τῆς τροφῆς 是由 ὑπό 引导表示原因或动作发出者的属格,其前插入比喻短语 ὑπὸ κωνείου,形成“被食物夺命犹如被毒芹汁夺命”的平行修辞结构。
- 181cἦ γὰρ ἂν ἐπαύσαντο
小词 ἦ 与 ἄν 连用搭配不定过去时直陈式(ἐπαύσαντο),构成与过去事实相反的虚拟条件句归结从句(“那么他们本就会停止……”),与前文表示非现实假设的 ἄμεινον ἦν 相呼应。
- 182bοὐ φροντὶς Ἱπποκλείδῃ
出自希罗多德《历史》6.129的著名成语,典出求婚者希波克莱德斯的放诞答复,意为“希波克莱德斯不在乎”(即“我根本不在意”)。
- 183aπλὴν ἐκείνου χάριν, ὅτι
准介词 χάριν 支配属格代词 ἐκείνου,后接同位语 ὅτι 从句,在句中充当限制性副词短语,意为“除了为了这个缘故,即……”。
