← 朱利安

致无知的犬儒主义者

§18

犬儒之道中的自我审视与灵魂修饬

作者指出,立志践行犬儒之道者不可仅图外表装束,而应首先严格反省自身并彻底克服欲望,正如第欧根尼和克拉特斯那样,先以正理整饬自身灵魂,然后再以直言和榜样造福他人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

Ἀλλ’ ἐπανίωμεν ἐπ’ ἐκεῖνο πάλιν, ὅτι χρὴ τὸν ἀρχόμενον κυνίζειν αὑτῷ πρότερον ἐπιτιμᾶν πικρῶς καὶ ἐξελέγχειν καὶ μὴ κολακεύειν, ἀλλὰ ἐξετάζειν ὅ, τι μάλιστα αὑτὸν ἀκριβῶς, εἰ τῇ πολυτελείᾳ τῶν σιτίων χαίρει, εἰ στρωμνῆς δεῖται μαλακῆς, εἰ τιμῆς ἢ δόξης ἐστὶν ἥττων, εἰ τοῦτο ζηλοῖ τὸ περιβλέπεσθαι καί, εἰ καὶ κενὸν εἴη, τίμιον ὅμως νομίζει. μηδὲ εἰς συμπεριφορὰν ὄχλων καθυφείσθω, γευέσθω δὲ τρυφῆς μηδὲ ἄκρῳ, φασί, τῷ δακτύλῳ, ἕως ἂν αὐτὴν παντελῶς πατήσῃ. τότε ἤδη καὶ τῶν τοιούτων, ἂν προσπίπτῃ, θιγεῖν οὐδὲν κωλύει. ἐπεὶ καὶ τῶν ταύρων ἀκούω τοὺς ἀσθενεστέρους ἐξίστασθαι τῆς ἀγέλης καὶ καθ’ ἑαυτοὺς νεμομένους ἀγείρειν τὴν ἰσχὺν ἐν μέρει καὶ κατ’ ὀλίγον, εἶθ’ οὕτως ἐπιέναι καὶ προκαλεῖσθαι καὶ τῆς ἀγέλης ἀμφισβητεῖν τοῖς προκατέχουσιν, ὡς μᾶλλον ἀξιωτέρους προΐστασθαι.1 ὅστις οὖν κυνίζειν ἐθέλει μήτε τὸν τρίβωνα μήτε τὴν πήραν μήτε τὴν βακτηρίαν καὶ τὴν κόμην ἀγαπάτω μόνον, ἵν’ ὥσπερ ἐν κώμῃ βαδίζῃ κουρείων καὶ διδασκαλείων ἐνδεεῖ ἄκαρτος καὶ ἀγράμματος, ἀλλὰ τὸν λόγον ἀντὶ τοῦ σκήπτρου καὶ τὴν ἔνστασιν ἀντὶ τῆς πήρας τῆς κυνικῆς ὑπολαμβανέτω φιλοσοφίας γνωρίσματα. παρρησίᾳ δὲ χρηστέον αὐτῷ πρῶτον ὁπόσου πέφυκεν ἄξιος ἐπιδειξαμένῳ,2 ὥσπερ οἶμαι Κράτης καὶ Διογένης, οἳ πᾶσαν μὲν ἀπειλὴν τύχης καὶ εἴτε παιδιὰν εἴτε παροινίαν χρὴ φάναι τοσοῦτον ἀπέσχον τοῦ δυσκόλως ἐνεγκεῖν, ὥστε ἁλοὺς μὲν ὑπὸ τῶν καταποντιστῶν ὁ Διογένης ἔπαιζεν, ὁ Κράτης δὲ ἐδημοσίευε τὴν οὐσίαν, εἶτα τὸ σῶμα βλαβεὶς ἔσκωπτεν ἑαυτὸν εἰς τὴν χωλότητα τοῦ σκέλους καὶ τὸ κυρτὸν τῶν ὤμων, ἐπορεύετο δὲ ἐπὶ τὰς τῶν φίλων ἑστίας ἄκλητος καὶ κεκλημένος, διαλλάσσων τοὺς οἰκειοτάτους ἀλλήλοις, εἴποτε στασιάζοντας αἴσθοιτο, ἐπετίμα δὲ οὐ μετὰ πικρίας, ἀλλὰ μετὰ χάριτος, οὐχ ἵνα συκοφαντεῖν δοκῇ τοὺς σωφρονισθέντας, ὠφελεῖν δὲ ἐθέλων αὐτούς τε ἐκείνους καὶ τοὺς ἀκούοντας. Καὶ οὐ τοῦτο ἦν τὸ προηγούμενον αὐτοῖς τέλος·3 ἀλλ’, ὅπερ ἔφην, ἐσκόπουν ὅπως αὐτοὶ μὲν εὐδαιμονήσουσιν, ἔμελε δὲ αὐτοῖς τῶν ἄλλων τοσοῦτον ὅσον ξυνίεσαν οἶμαι φύσει κοινωνικὸν καὶ πολιτικὸν ζῷον τὸν ἄνθρωπον εἶναι, καὶ τοὺς συμπολιτευομένους ὠφέλησαν οὐ τοῖς παραδείγμασι μόνον, ἀλλὰ καὶ τοῖς λόγοις. ὅστις οὖν ἂν ἐθέλῃ Κυνικὸς εἶναι καὶ σπουδαῖος ἀνήρ, αὑτοῦ πρότερον ἐπιμεληθείς, ὥσπερ Διογένης καὶ Κράτης ἐξελαυνέτω μὲν τῆς ψυχῆς ἅπαντα ἐκ πάσης τὰ πάθη, ὀρθῷ δὲ ἐπιτρέψας τὰ καθ’ ἑαυτὸν λόγῳ καὶ νῷ κυβερνάσθω. κεφάλαιον γὰρ ἦν, ὡς ἐγὼ οἶμαι, τοῦτο τῆς Διογένους φιλοσοφίας.

但让我们再次回到这一点:即初学犬儒之道者,必须首先严厉地自我谴责,自我驳斥,绝不自我奉承,而是尽可能精确地审视自己:是否耽于食物的豪奢,是否需要柔软的卧具,是否屈从于荣誉或声望,是否热衷于引人瞩目,即便虚妄却仍视之为珍贵。他绝不可屈从于迎合大众,并且如俗语所说,甚至不可用指尖去品尝奢华,直至将其彻底踏于足下。到了那时,即便偶然遇上此类事物,去接触它们也无妨了。因为我听说,在公牛之中,那些较弱小者也会主动脱离牛群,独自吃草,渐渐聚集力量,然后才上前挑战,与先前的霸主争夺牛群,自认更有资格统领全群。因此,凡欲行犬儒之道者,切不可仅仅偏爱粗斗篷、粮袋、木杖和长发,以便像在缺乏理发店与学校的村庄里那样,不修边幅且目不识丁地四处游荡;相反,他当将理性视若权杖,将坚毅的志操视若粮袋,作为犬儒哲学的标志。并且,唯有在他首先证明了自己生来具有何等价值之后,方可运用直言;正如我认为克拉特斯和第欧根尼所做的那样。他们对于命运的一切威胁——或者当称之为戏弄抑或狂暴——绝无难以忍受之意,以致第欧根尼在被海盗捕获时仍能谈笑风生,克拉特斯则将家产充公,后来身体残损时,甚至拿自己瘸腿和驼背自我打趣;无论是受邀还是不请自来,他都出入朋友的家门,一旦察觉最亲近的人彼此不和,便促成他们和解;他在规劝时亦不带怨愤,而是满怀恩雅,并非为了显得在毁谤被训导者,而是意在使当事人和旁听者双双受益。 而且,这并不是他们首要的目的;相反,正如我所说,他们所探求的是自身如何获得幸福,他们之所以关怀他人,不过是因为我认为他们深知人天然是社会性与政治性的动物,于是不仅以身作则,更以言论造福城邦同胞。因此,凡愿成为犬儒学者和卓越之人者,必须先修治自身,如第欧根尼和克拉特斯那般,将一切情欲逐出整个灵魂,并将自身之事托付于正理,由智慧来掌舵导航。因为依我之见,这便是第欧根尼哲学的纲领要义。

语法注3 条
  1. 200dὡς μᾶλλον ἀξιωτέρους προΐστασθαι

    μᾶλλον ἀξιωτέρους 为双重比较级,起强调作用。连词 ὡς 表主观动机或理由,搭配与前文 τοὺς ἀσθενεστέρους 一致的宾格形容词 ἀξιωτέρους(省略分词 ὄντας),不定式 προΐστασθαι 则受 ἀξιωτέρους 支配作补充说明,意为“自以为更有资格统领群兽”。

  2. 201aπαρρησίᾳ δὲ χρηστέον αὐτῷ πρῶτον ὁπόσου πέφυκεν ἄξιος ἐπιδειξαμένῳ

    此处为非人称动形词结构(χρηστέον 搭配动作主体的与格 αὐτῷ,表示“他应当运用”)。与格分词 ἐπιδειξαμένῳ 与 αὐτῷ 一致,表示前提条件(“在首先展示……之后”)。间接疑问从句 ὁπόσου πέφυκεν ἄξιος 作 ἐπιδειξαμένῳ 的宾语,其中表示价值的属格 ὁπόσου 修饰形容词 ἄξιος。

  3. 201cοὐ τοῦτο ἦν τὸ προηγούμενον αὐτοῖς τέλος

    分词 τὸ προηγούμενον 在此具有哲学专门术语含义(“首要的”、“先导的”),修饰 τέλος(目的)。代词 τοῦτο 作主语,指代前文所述矫正他人与促成和解的社会活动。该句与后文 ἀλλ’ ... ἐσκόπουν ὅπως αὐτοὶ μὲν εὐδαιμονήσουσιν 形成对照,表明犬儒派的首要终极目标在于自身的幸福与德性,而非以劝导他人为先。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:18