← 朱利安

致无知的犬儒主义者

§19-20

第欧根尼的真正用意与对无知批判者的痛斥

尤利安论证了第欧根尼的种种特立独行之举旨在揭露世人的虚伪与傲慢,斥责论敌在未领会其真正美德的情况下对其妄加嘲讽,并以此结束全篇演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

Εἰ δὲ ἑταίρᾳ ποτὲ προσῆλθεν ὁ ἀνήρ·1 καίτοι καὶ τοῦτο τυχὸν ἅπαξ ἢ οὐδὲ ἅπαξ ἐγένετο· ὅταν ἡμῖν τὰ ἄλλα κατὰ τὸν Διογένη γένηται σπουδαῖος, ἂν αὐτῷ φανῇ καὶ τοιοῦτόν τι δρᾶν φανερῶς ἐν ὀφθαλμοῖς πάντων, οὐ μεμψόμεθα οὐδὲ αἰτιασόμεθα. πρότερον μέντοι τὴν Διογένους ἡμῖν ἐπιδειξάμενος2 εὐμάθειαν καὶ τὴν ἀγχίνοιαν καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἐλευθερίαν, αὐτάρκειαν, δικαιοσύνην, σωφροσύνην, εὐλάβειαν, χάριν, προσοχήν, ὡς μηδὲν εἰκῇ μηδὲ μάτην μηδὲ ἀλόγως ποιεῖν· ἐπεὶ καὶ ταῦτα τῆς Διογένους ἐστὶ φιλοσοφίας οἰκεῖα· πατείτω τῦφον, καταπαιζέτω τῶν τὰ μὲν ἀναγκαῖα τῆς φύσεως ἔργα κρυπτόντων ἐν σκότῳ· φημὶ δὲ τῶν περιττωμάτων τὰς ἐκκρίσεις· ἐν μέσαις δὲ ταῖς ἀγοραῖς καὶ ταῖς πόλεσιν ἐπιτηδευόντων τὰ βιαιότατα καὶ μηδὲν ἡμῶν οἰκεῖα τῇ φύσει, χρημάτων ἁρπαγάς, συκοφαντίας, γραφὰς ἀδίκους, διώξεις ἄλλων τοιούτων συρφετωδῶν πραγμάτων. ἐπεὶ καὶ Διογένης εἴτε ἀπέπαρδεν εἴτε ἀπεπάτησεν εἴτε ἄλλο τι τοιοῦτον ἔπραξεν, ὥσπερ οὖν λέγουσιν, ἐν ἀγορᾷ, τὸν ἐκείνων πατῶν τῦφον ἐποίει, διδάσκων αὐτούς, ὅτι πολλῷ φαυλότερα καὶ χαλεπώτερα τούτων ἐπιτηδεύουσι. τὰ μὲν γάρ ἐστιν ἡμῖν πᾶσι κατὰ φύσιν, τὰ δὲ ὡς ἔπος εἰπεῖν οὐδενί, πάντα δὲ ἐκ διαστροφῆς ἐπιτηδεύεται. Ἀλλ’ οἱ νῦν τοῦ Διογένους ζηλωταὶ τὸ ῥᾷστον καὶ κουφότατον ἑλόμενοι τὸ κρεῖττον οὐκ εἶδον· σύ τε ἐκείνων εἶναι σεμνότερος ἐθέλων ἀπεπλανήθης τοσοῦτον τῆς Διογένους προαιρέσεως, ὥστε αὐτὸν ἐλεεινὸν ἐνόμισας.

即便那人曾造访过妓女——尽管这或许只有一次,抑或一次也未曾发生过——一旦他在其他方面对我们而言变得如第欧根尼般卓越,即便他认为在大众目睹之下公然做此类事也是合适的,我们也不会责备或归咎于他。然而,他须首先向我们展示第欧根尼般的敏而好学、机智敏锐,以及在其余一切事务中的自由、自足、正义、节制、虔敬、优雅和专注,以致绝不轻率、徒然或毫无理性地行事;因为这些同样是第欧根尼哲学的本色。然后,让他去踏碎虚骄之气,去嘲弄那些将自然的必需机能——我指的是排泄物的排出——隐藏在黑暗之中,却在广场和城邦的中央从事最暴戾且绝非我们天性所固有的行径之人吧,诸如强掠财产、诬陷诽谤、不公指控,以及对其他此类下流事务的追逐。因为第欧根尼纵然如人们所言,在广场上放屁、排便或做出其他类似之事,他也是在践踏那些人的傲慢中如此行事的,是在教导他们:他们所热衷之事,远比这些更为下作且难以容忍。因为前者对于我们所有人而言皆合乎自然,而后者可以说对任何人都不合自然,全都是出于败坏而行。 然而如今第欧根尼的追随者们,只选取了最轻易和最轻浮的部分,未能看出那更为优越之物;而你,本想比他们显得更为庄重,却偏离第欧根尼的志向如此之远,以至于竟认为他是可怜的。

§20

εἰ δὲ τούτοις μὲν ἠπίστεις3 ὑπὲρ ἀνδρὸς λεγομένοις, ὃν οἱ πάντες Ἕλληνες τότε ἐθαύμασαν μετὰ Σωκράτη καὶ Πυθαγόραν ἐπὶ Πλάτωνος καὶ Ἀριστοτέλους, οὗ γέγονεν ἀκροατὴς ὁ τοῦ σωφρονεστάτου καὶ συνετωτάτου Ζήνωνος καθηγεμών, οὓς οὐκ εἰκὸς ἦν ἅπαντας ἀπατηθῆναι περὶ ἀνδρὸς οὕτω φαύλου, ὁποῖον σὺ διακωμῳδεῖς, ὦ βέλτιστε, ἴσως ἄν τι πλέον ἐσκόπησας περὶ αὐτοῦ καὶ πορρωτέρω προῆλθες τῆς ἐμπειρίας τἀνδρός. τίνα γὰρ οὐκ ἐξέπληξε τῶν Ἑλλήνων ἡ Διογένους καρτερία, βασιλικῆς οὐκ ἔξω μεγαλοψυχίας οὖσα, καὶ φιλοπονία; ἐκάθευδεν ἁνὴρ ἐπὶ στιβάδος ἐν τῷ πίθῳ βέλτιον ἢ μέγας βασιλεὺς ὑπὸ τοῖς ἐπιχρύσοις ὀρόφοις ἐν τῇ μαλθακῇ κλίνῃ, ἤσθιε τὴν μᾶζαν ἥδιον ἢ σὺ νῦν τὰς Σικελικὰς ἐσθίεις τραπέζας, ἐλούετο ψυχρῷ τὸ σῶμα πρὸς ἀέρα ξηραίνων ἀντὶ τῶν ὀθονίων, οἷς σὺ ἀπομάττῃ, φιλοσοφώτατε. πάνυ σοι προσήκει κωμῳδεῖν ἐκεῖνον, ὅτι κατειργάσω4 τὸν Ξέρξην, ὡς ὁ Θεμιστοκλῆς, ἢ τὸν Δαρεῖον, ὡς ὁ Μακεδὼν Ἀλέξανδρος. εἰ σμικρὰ τὰς βίβλους ἀνελίττων ἐμελέτας ὥσπερ ἡμεῖς οἱ πολιτικοὶ καὶ πολυπράγμονες, ἔγνως ἄν, ὅπως Ἀλέξανδρος ἀγασθῆναι λέγεται τὴν Διογένους μεγαλοψυχίαν. ἀλλ’ οὐκ ἔστι σοι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ, σπουδαῖον· πόθεν; πολλοῦ γε καὶ δεῖ· γυναικῶν ἀθλίων τεθαύμακας φιλονεικῶν βίον. Εἰ μὲν οὖν ὁ λόγος τι πλέον ἐποίησεν, οὐκ ἐμὸν μᾶλλον ἢ σόν ἐστι κέρδος· εἰ δὲ οὐδὲν περαίνομεν ἐκ τοῦ παραχρῆμα περὶ τῶν τοιούτων ἀπνευστὶ τὸ δὴ λεγόμενον συνείραντες· ἔστι γὰρ πάρεργον ἡμέραιν δυοῖν, ὡς ἴσασιν αἱ Μοῦσαι, μᾶλλον δὲ καὶ σὺ αὐτός· παραμενέτω μέν σοι ὁπόσα πρόσθεν ἐγνώκεις, ἡμῖν δὲ οὐ μεταμελήσει τῆς εἰς τὸν ἄνδρα εὐφημίας.

但是,如果你曾怀疑有关此人的这些传闻——在柏拉图和亚里士多德的时代,继苏格拉底和毕达哥拉斯之后,所有的希腊人都曾景仰此人,而那位极具节制与明达的芝诺的老师也曾是其门徒,所有这些人绝不可能在这样一个如你所嘲弄的卑鄙之人身上受骗,最良善的人啊——你或许便会更深入地考察关于他的事,并在对此人的认识上走得更远。因为希腊人中有谁不曾惊异于第欧根尼那兼具王者般崇高气魄的坚忍,以及他的勤劳耐苦呢?那人在木桶内的垫草上安眠,远胜大王在镀金屋顶下柔软的床榻上;他吃大麦饼的滋味,远胜你如今享用西西里宴席的美味;他用冷水沐浴,让身体在风中晾干,而不用你所擦拭的细亚麻布,最富哲思的先生啊!你当真配得上嘲弄他,只因你如地米斯托克利那般征服了薛西斯,抑或如马其顿的亚历山大那般制服了大流士!假若你曾像我们这些忙于事务的政客一样展卷研读片刻,你本该知晓,亚历山大据说是何等钦佩第欧根尼的博大胸襟。然而依我之见,这些对你而言毫无重要可言。从何谈起呢?相差甚远;你争强好胜,所钦慕的不过是可怜妇人们的生活罢了。 因此,若这篇论说产生了一些成效,那对你的益处绝不亚于对我的益处;但若我们这般脱口而出、正如俗话所说一气呵成地罗列出此类言辞,终究一无所获——因为正如缪斯所知,或者说正如你自己所知,这不过是两日间的余暇之作——那么就让你原先抱持的见解依旧伴随你吧,而我们绝不会懊悔对这位伟人的赞誉。

语法注4 条
  1. 19Εἰ δὲ ἑταίρᾳ ποτὲ προσῆλθεν ὁ ἀνήρ·

    句首的 Εἰ 引出一个让步性条件从句,修饰后文的主句 οὐ μεμψόμεθα οὐδὲ αἰτιασόμεθα。整个长句在中间插入了补充说明语 καίτοι καὶ τοῦτο ... ἐγένετο,并结合随后的 ὅταν 引导的从句与 ἂν 引导的从句,共同构成一个层层递进的句式架构。

  2. 202aπρότερον μέντοι τὴν Διογένους ἡμῖν ἐπιδειξάμενος

    主格分词 ἐπιδειξάμενος 作为时间/条件分词(“在首先展示了……之后”),与后文第三人称单数命令式 πατείτω 及 καταπαιζέτω 的逻辑主语(即“意图效仿第欧根尼之人”)相呼应。

  3. 202dεἰ δὲ τούτοις μὲν ἠπίστεις

    动词 ἀπιστέω 支配与格(τούτοις ... λεγομένοις)。整个条件句(条件从句中的未完成过去时直陈式 ἠπίστεις 与归结从句中的 ἄν+不定过去时直陈式 ἐσκόπησας)构成与过去事实相反的虚拟语气,意即“如果你曾怀疑关于他的这些传闻,你或许就早已更深入地考察了”。

  4. 203bὅτι κατειργάσω

    该 ὅτι 从句依附于前面的反讽句 πάνυ σοι προσήκει κωμῳδεῖν ἐκεῖνον(“你当真配得上嘲弄他”)。通过提出论敌绝不可能拥有的伟业(“因你征服了薛西斯……”)作为理由,构成了辛辣的讽刺,以此强调对方根本没有任何资格嘲弄第欧根尼。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:19-20