← 朱利安

致无知的犬儒主义者

§16-17

大众对哲学的毁谤与克拉特斯的节制与虔敬

作者批判了大众对真正哲学家与犬儒派的诽谤及其诱人纵欲的行径,并借助第欧根尼与克拉特斯的事迹和诗篇,阐明真正的犬儒派应当依靠内省与克制来侍奉神明并追求德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

Οὐκ οἶσθα ὅπως τοὺς μὲν νέους τῆς φιλοσοφίας ἀπάγουσιν, ἄλλα ἐπ’ ἄλλοις τῶν φιλοσόφων θρυλοῦντες; οἱ Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους χορευταὶ γνήσιοι γόητες εἶναι λέγονται καὶ σοφισταὶ καὶ τετυφωμένοι καὶ φαρμακεῖς. τῶν Κυνικῶν εἴ πού τις γέγονε σπουδαῖος, ἐλεεινὸς δοκεῖ· μέμνημαι γοῦν ἐγώ ποτε τροφέως εἰπόντος πρός με,1 ἐπειδὴ τὸν ἑταῖρον εἶδεν Ἰφικλέα αὐχμηρὰν ἔχοντα τὴν κόμην καὶ κατερρωγότα τὰ στέρνα ἱμάτιόν τε παντάπασι φαῦλον2 ἐν δεινῷ χειμῶνι· τίς ἄρα δαίμων τοῦτον εἰς ταύτην περιέτρεψε τὴν συμφοράν, ὑφ’ ἧς αὐτὸς μὲν ἐλεεινός, ἐλεεινότεροι δὲ οἱ πατέρες αὐτοῦ, θρέψαντες σὺν ἐπιμελείᾳ καὶ παιδεύσαντες ὡς ἐνεδέχετο σπουδαίως, ὁ δὲ οὕτω νῦν περιέρχεται, πάντα ἀφείς, οὐδὲν τῶν προσαιτούντων κρείττων; ἐκείνου μὲν οὖν ἐγὼ οὐκ οἶδ’ ὅπως τότε κατειρωνευσάμην· εὖ μέντοι γε ἴσθι ταῦτα καὶ ὑπὲρ τῶν ἀληθῶς κυνῶν τοὺς πολλοὺς διανοουμένους. καὶ οὐ τοῦτο δεινόν ἐστιν, ἀλλ’ ὁρᾷς ὅτι καὶ πλοῦτον ἀγαπᾶν πείθουσι καὶ πενίαν μισεῖν καὶ τὴν γαστέρα θεραπεύειν καὶ τοῦ σώματος ἕνεκα πάντα ὑπομένειν πόνον καὶ πιαίνειν τὸν τῆς ψυχῆς δεσμὸν καὶ τράπεζαν παρατίθεσθαι πολυτελῆ καὶ μηδέποτε νύκτωρ καθεύδειν μόνον, ἀλλὰ τὰ τοιαῦτα πάντα δρᾶν ἐν τῷ σκότῳ λανθάνοντα; τοῦτο οὐκ ἔστι τοῦ Ταρτάρου χεῖρον; οὐ βέλτιόν ἐστιν ὑπὸ τὴν Χάρυβδιν καὶ τὸν Κωκυτὸν καὶ μυρίας ὀργυιὰς κατὰ γῆς δῦναι, ἢ πεσεῖν εἰς τοιοῦτον βίον αἰδοίοις καὶ γαστρὶ δουλεύοντα, καὶ οὐδὲ τούτοις ἁπλῶς ὥσπερ τὰ θηρία, πράγματα δὲ ἔχειν, ὡς ἂν καὶ λάθοιμεν ὑπὸ τῷ σκότῳ ταῦτα ἐξεργαζόμενοι; καίτοι πόσῳ κρεῖττον ἀπέχεσθαι παντάπασιν αὐτῶν; εἰ δὲ μὴ ῥᾴδιον, οἱ Διογένους νόμοι καὶ Κράτητος ὑπὲρ τούτων οὐκ ἀτιμαστέοι· ἔρωτα λύει λιμός, ἂν δὲ τούτῳ χρῆσθαι μὴ δύνῃ, βρόχος. οὐκ οἶσθα, ὅτι ταῦτα ἔπραξαν ἐκεῖνοι τῷ βίῳ διδόντες ὁδὸν εὐτελείας; οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ τύραννοι, ἀλλ’ ἐκ τῶν δειπνούντων πολυτελῶς. καὶ ὁ Κράτης μέντοι πεποίηκεν ὕμνον εἰς τὴν Εὐτέλειαν· "Χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης."

难道你不知道他们是如何通过在哲学家们身上罗织各种流言,从而使年轻人背弃哲学的吗?毕达哥拉斯、柏拉图和亚里士多德真正的同道者,竟被称为骗子、智者派、狂妄自大之徒和巫蛊术士。在犬儒派中倘若有谁是品格卓越之人,反倒被看作是可怜的。至少我记得,有一次我的老师看见同伴伊菲克勒斯蓬头垢面、袒胸露怀,在严冬里穿着一件极为破烂的披风时,曾对我说:“究竟是哪一位神灵把这人推入了这般不幸之中?因着这不幸,不仅他自己可怜,那精心抚养他并尽可能尽心教育他的双亲更为可怜;如今他却抛弃了一切,四处游荡,与乞丐无异。”我当时不知如何用讽刺的话敷衍了他;然而你且当确信,大众对于真正的犬儒派也正是这样看待的。 不仅如此,难道你没看到他们还在劝诱人们贪图财富、厌弃贫穷、侍奉肚腹、为肉体忍受一切辛劳、养肥灵魂的囚牢、摆设豪奢的餐桌,并且夜间绝不独寝,而是在黑暗中掩人耳目地做出这一切行径吗?这难道不比塔耳塔洛斯更为恶劣吗?难道潜入卡律布狄斯、科库托斯之下,深入地下万仞,不也强过堕入这等受制于生殖器与肚腹的生活——甚至还不如野兽那般浑然无求,反而费尽心机,好教自己在黑暗中掩人耳目地行做这些事吗?然而,若能彻底远离它们,岂不更好?若是难以做到,第欧根尼和克拉特斯关于这些事情所立的训条亦不可轻视:“饥饿止息情欲;若无法用此法,绳套亦可。”难道你不知道,他们践行这些训诫,为人生指明了一条简朴之路吗?因为第欧根尼说过:“僭主并非出自吃大麦饼的人,而是出自宴饮豪奢之人。”克拉特斯确实也曾作过一首赞颂“简朴”的赞歌: “万福,女王女神,智者之所钟爱,简朴,显赫节制的后裔。”

§17

ἔστω δὴ μὴ κατὰ τὸν Οἰνόμαον ὁ κύων ἀναιδὴς μηδὲ ἀναίσχυντος μηδὲ ὑπερόπτης πάντων ὁμοῦ θείων τε καὶ ἀνθρωπίνων, ἀλλὰ εὐλαβὴς μὲν τὰ πρὸς τὸ θεῖον, ὥσπερ Διογένης· ἐπείσθη γοῦν ἐκεῖνος τῷ Πυθίῳ, καὶ οὐ μετεμέλησεν αὐτῷ πεισθέντι· εἰ δέ, ὅτι μὴ προσῄει μηδὲ ἐθεράπευε τοὺς νεὼς μηδὲ τὰ ἀγάλματα μηδὲ τοὺς βωμούς, οἴεταί τις ἀθεότητος εἶναι σημεῖον, οὐκ ὀρθῶς νομίζει· ἦν γὰρ οὐδὲν αὐτῷ τῶν τοιούτων, οὐ λιβανωτός, οὐ σπονδή, οὐκ ἀργύριον, ὅθεν αὐτὰ πρίαιτο. εἰ δὲ ἐνόει περὶ θεῶν ὀρθῶς, ἤρκει τοῦτο μόνον· αὐτῇ γὰρ αὐτοὺς ἐθεράπευε τῇ ψυχῇ, διδοὺς οἶμαι τὰ τιμιώτατα τῶν ἑαυτοῦ, τὸ καθοσιῶσαι τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἐννοιῶν.3 ἀπερυθριάτω δὲ μηδαμῶς, ἀλλ’ ἑπόμενος τῷ λόγῳ πρότερον μὲν αὑτῷ χειρόηθες καταστησάτω τὸ παθηματικὸν τῆς ψυχῆς μόριον, ὥστε παντάπασιν ἐξελεῖν αὐτὸ καὶ μηδὲ ὅτι κρατεῖ τῶν ἡδονῶν εἰδέναι. εἰς τοῦτο γὰρ ἄμεινον ἐλθεῖν, εἰς τὸ καί, εἰ πάσχει τις τὰ τοιαῦτα, ὅλως ἀγνοῆσαι· τοῦτο δὲ ἡμῖν οὐκ ἄλλως ἢ διὰ τῶν γυμνασιῶν προσγίνεται. ἵνα δὲ μή τις ὑπολάβῃ με ταῦτα ἄλλως λέγειν, ἐκ τῶν παιγνίων Κράτητος ὀλίγα σοι παραγράψω· "Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ· Χόρτον ἀεὶ συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεὶ Χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον Μύρμηκός τ’ ἄφενος χρήματα μαιόμενος, Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις." εἰ χρή σοι περὶ τούτων γράφειν, ἔχω πλείονα τοῦ ἀνδρός. ἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτάρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου μανθάνειν δεήσει τὸν ἄνδρα.4

因此,愿犬儒派莫要像俄诺玛俄斯那样肆无忌惮、不知羞耻,莫要将神圣之事与凡俗之事一并蔑视,而要像第欧根尼那样敬畏神明之事。第欧根尼至少顺从了皮提俄斯〔阿波罗〕,且顺从之后并无悔恨。假若有人因为他不进庙宇、不拜神像、不祭祭坛,便认为这是无神论的标记,那么他就没有正当的看法;因为他一无所有,既无乳香,也无奠酒,更无用以购买这些的银钱。但他若对神明怀有正见,仅此便已足够;因为他是以灵魂本身来侍奉神明,在我看来,他正是借着思想将自己的灵魂奉献为圣,献出了自己最尊贵之物。愿他绝不可厚颜无耻,而应遵循理性,首先使灵魂的受动部分驯服于自己,以致将其彻底根除,甚至根本意识不到自己在克制快乐。因为达至这种境地是更好的:甚至全然不知人是否会经历此类事情。而这除却通过严格的操练之外,我们绝无他途可获。为了免得有人以为我是在妄言,我从克拉特斯的谐趣诗作中为你抄录几句: “摩涅莫绪涅与奥林匹斯宙斯的光辉子嗣,皮埃里亚的缪斯啊,请垂听我的祈愿:请持续不断地供给我的肚腹以草食,它〔肚腹〕曾使我始终享有免于奴役的朴素生活。请让我对朋友有益,而非一味谄媚。我不愿聚敛显赫的资财,不求蜣螂的财富与蝼蚁的积蓄,唯愿分享正义,积聚便于携带、易于获取、于德性而言至为宝贵的财富。得享这些之后,我将取悦赫尔墨斯与纯洁的缪斯,不是凭借奢侈的挥霍,而是凭借神圣的德性。” 若是需要就这些事情写信给你,关于这位哲人我还有很多话可说。然而,若是你去翻阅写下克拉特斯生平的喀罗尼亚的普鲁塔克之著作,你便完全不需要顺带地去了解这个人了。

语法注4 条
  1. 198aμέμνημαι γοῦν ἐγώ ποτε τροφέως εἰπόντος πρός με

    表示记忆与感知的动词 μέμνημαι 直接支配属格名词短语及属格分词(τροφέως εἰπόντος)作为宾语,用以表达说话者对过去亲身经历之事的直接回忆。

  2. 198aαὐχμηρὰν ἔχοντα τὴν κόμην καὶ κατερρωγότα τὰ στέρνα ἱμάτιόν τε παντάπασι φαῦλον

    由分词 ἔχοντα 所统辖的并列结构:αὐχμηρὰν τὴν κόμην(“蓬乱的头发”)与 ἱμάτιόν τε παντάπασι φαῦλον(“极为破烂的披风”)均为其宾格宾语;中间的 κατερρωγότα 为动词 καταρρήγνυμι 的不及物完成时主动分词(阳性单数宾格,修饰 Ἰφικλέα),τὰ στέρνα 则充当限定/关系宾格(“在胸膛方面袒露/敞开”)。

  3. 199bτὸ καθοσιῶσαι τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἐννοιῶν

    带冠词不定式短语同格附加于前文的 τὰ τιμιώτατα τῶν ἑαυτοῦ(“他自身最尊贵之物”),具体阐释了他向神明所奉献之祭物的实质内容(借由思想将自己的灵魂奉献为圣)。

  4. 200bἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτάρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου μανθάνειν δεήσει τὸν ἄνδρα

    表条件的分词短语 ἐντυχὼν ... Πλουτάρχῳ(“若你阅读普鲁塔克”)引出非人称主动词 δεήσει 及其不定式 μανθάνειν。τὸν ἄνδρα 为 μανθάνειν 的宾语(“了解该人物”),οὐδὲν 为否定 δεήσει 的副词性宾格(“完全不需要”),ἐκ παρέργου 则为介词短语,意为“顺带地/附带地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:16-17