- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证真正的奴役不在于金钱赎买等外在条件,而在于受制于肉体欲望与大众见解;他援引第欧根尼的轶事告诫道,若不先驯服内在的情欲与忿怒,盲目鄙弃世俗见解只会沦为无耻之徒而非真正的自由。
ἆρά σοι δοκεῖ τῶν πάντων ἀγαθῶν ἀνθρώποις ἡγεῖσθαι, τούτων δὴ τῶν πολυθρυλήτων, ἐλευθερίαν; πῶς γὰρ οὐ φήσεις; ἐπεὶ καὶ τὰ χρήματα καὶ πλοῦτος καὶ γένος καὶ σώματος ἰσχὺς καὶ κάλλος καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα δίχα τῆς ἐλευθερίας οὐ τοῦ δοκοῦντος ηὐτυχηκέναι, τοῦ κτησαμένου δὲ αὐτόν ἐστιν ἀγαθά;1 τίνα οὖν ὑπολαμβάνομεν τὸν δοῦλον; ἆρα μή ποτε ἐκεῖνον, ὃν ἂν πριώμεθα δραχμῶν ἀργυρίου τόσων ἢ μναῖν δυοῖν ἢ χρυσίου στατήρων δέκα; ἐρεῖς δήπουθεν τοῦτον εἶναι ἀληθῶς δοῦλον. ἆρα δι’ αὐτὸ τοῦτο, ὅτι τὸ ἀργύριον ὑπὲρ αὐτοῦ τῷ πωλοῦντι καταβεβλήκαμεν; οὕτω μεντἂν εἶεν οἰκέται καὶ ὁπόσους τῶν αἰχμαλώτων λυτρούμεθα. καίτοι καὶ οἱ νόμοι τούτοις ἀποδεδώκασι τὴν ἐλευθερίαν σωθεῖσιν οἴκαδε, καὶ ἡμεῖς αὐτοὺς ἀπολυτρούμεθα, οὐχ ἵνα δουλεύσωσιν, ἀλλ’ ἵνα ὦσιν ἐλεύθεροι. ὁρᾷς ὡς οὐχ ἱκανόν ἐστιν ἀργύριον καταβαλεῖν ἐς τὸ ἀποφῆναι τὸν λυτρωθέντα δοῦλον, ἀλλ’ ἐκεῖνός ἐστιν ὡς ἀληθῶς δοῦλος, οὗ κύριός ἐστιν ἕτερος προσαναγκάσαι2 πράττειν ὅ, τι ἂν κελεύῃ, καὶ μὴ βουλόμενον κολάσαι καί, τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ, "κακαῖς ὀδύνῃσι πελάζειν;" ὅρα δὴ τὸ μετὰ τοῦτο, εἰ μὴ κύριοι πάντες ἡμῶν εἰσιν, οὓς ἀναγκαῖον ἡμῖν θεραπεύειν, ἵνα μηδὲν ἀλγῶμεν μηδὲ λυπώμεθα κολαζόμενοι παρ’ αὐτῶν. ἢ τοῦτο οἴει κόλασιν μόνον, εἴ τις ἐπανατεινόμενος τὴν βακτηρίαν καθίκοιτο τοῦ οἰκέτου; καίτοι γε τοιοῦτον οὐδὲ οἱ τραχύτατοι τῶν δεσποτῶν ἐπὶ πάντων ποιοῦσι τῶν οἰκετῶν, ἀλλὰ καὶ λόγος ἀρκεῖ πολλάκις καὶ ἀπειλή. μήποτε οὖν, ὦ φίλε, νομίσῃς εἶναι ἐλεύθερος, ἄχρις οὗ γαστὴρ ἄρχει σου καὶ τὰ ἔνερθεν γαστρὸς οἵ τε τοῦ παρασχεῖν τὰ πρὸς ἡδονὴν καὶ ταὐτὰ ἀποκωλῦσαι κύριοι, καὶ εἰ τούτων δὲ γένοιο κρείττων, ἕως ἂν δουλεύῃς ταῖς τῶν πολλῶν δόξαις, οὔπω τῆς ἐλευθερίας ἔθιγες οὐδὲ ἐγεύσω τοῦ νέκταρος, "Οὐ μὰ τὸν ἐν στέρνοισιν ἐμοῖς παραδόντα τετρακτύν." καὶ οὐ τοῦτό φημι, ὡς ἀπερυθριᾶσαι χρὴ πρὸς πάντας καὶ πράττειν τὰ μὴ πρακτέα· ἀλλ’ ὧν ἀπεχόμεθα καὶ ὅσα πράττομεν, μὴ διὰ τὸ τοῖς πολλοῖς δοκεῖν σπουδαῖα πως ἢ φαῦλα, διὰ τοῦτο πράττωμεν καὶ ἀπεχώμεθα, ἀλλ’ ὅτι τῷ λόγῳ καὶ τῷ ἐν ἡμῖν θεῷ, τοῦτ’ ἐστὶ τῷ νῷ, ταῦτά ἐστιν ἀπόρρητα. τοὺς μὲν οὖν πολλοὺς οὐδὲν κωλύει ταῖς κοιναῖς ἕπεσθαι δόξαις· ἄμεινον γὰρ τοῦτο τοῦ παντάπασιν ἀπερυθριᾶν· ἔχουσι γὰρ ἅνθρωποι φύσει πρὸς ἀλήθειαν οἰκείως· ἀνδρὶ δὲ ἤδη κατὰ νοῦν ζῶντι καὶ τοὺς ὀρθοὺς εὑρεῖν τε δυναμένῳ καὶ κρῖναι λόγους προσήκει τὸ παράπαν οὐδὲν ἕπεσθαι τοῖς νομιζομένοις ὑπὸ τῶν πολλῶν εὖ τε καὶ χεῖρον πράττεσθαι. Οὐκοῦν ἐπειδὴ τὸ μέν ἐστι τῆς ψυχῆς ἡμῶν θειότερον, ὃ δὴ νοῦν καὶ φρόνησίν φαμεν καὶ λόγον τὸν σιγώμενον, οὗ κήρυξ ἐστὶν ὁ διὰ τῆς φωνῆς οὑτοσὶ λόγος προϊὼν ἐξ ὀνομάτων καὶ ῥημάτων, ἕτερον δέ τι τούτῳ συνέζευκται ποικίλον καὶ παντοδαπόν, ὀργῇ καὶ ἐπιθυμίᾳ ξυμμιγές τι καὶ πολυκέφαλον θηρίον, οὐ πρότερον χρὴ πρὸς τὰς δόξας τῶν πολλῶν ἀτενῶς ὁρᾶν καὶ ἀδιατρέπτως, πρὶν ἂν τοῦτο δαμάσωμεν3 τὸ θηρίον καὶ πείσωμεν ὑπακοῦσαι τῷ παρ’ ἡμῖν θεῷ, μᾶλλον δὲ θείῳ. τοῦτο γὰρ πολλοὶ τοῦ Διογένους ζηλωταὶ ἐάσαντες ἐγένοντο παντορέκται καὶ μιαροὶ καὶ τῶν θηρίων οὐδὲ ἑνὸς κρείττους, ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος ἐστί, πρῶτον ἔργον ἐρῶ σοι Διογένους, ἐφ’ ᾧ γελάσονται μὲν οἱ πολλοί, ἐμοὶ δὲ εἶναι δοκεῖ σεμνότατον. ἐπειδὴ γάρ τις τῶν νέων ἐν ὄχλῳ, παρόντος καὶ τοῦ Διογένους, ἀπέπαρδεν, ἐπάταξεν ἐκεῖνος τῇ βακτηρίᾳ φάς· εἶτα, ὦ κάθαρμα, μηδὲν ἄξιον τοῦ δημοσίᾳ τὰ τοιαῦτα θαρσεῖν πράξας ἐντεῦθεν ἡμῖν ἄρχῃ δόξης καταφρονεῖν;4 οὕτως ᾤετο χρῆναι πρότερον ἡδονῆς καὶ θυμοῦ κρείττονα γενέσθαι, πρὶν ἐπὶ τὸ τελειότατον ἐλθεῖν τῶν παλαισμάτων, ἀποδυσάμενον πρὸς τὰς τῶν πολλῶν δόξας αἳ μυρίων κακῶν αἴτιαι γίνονται τοῖς πολλοῖς.
在人类所有的善物之中——即那些众所公认、大受称颂的善物——难道在你看来不是自由居于首位吗?你怎么可能不这样认为呢?因为若没有自由,钱财、财富、门第、体魄的强健、容貌的美丽,乃至诸如此类的一切,岂不都不是属于那看似得享幸运之人的善物,而是属于占有了他本人的主人的善物吗?那么,我们究竟将何人视为奴隶呢?难道是指我们用若干银德拉克马、两明那或十枚金斯塔特所买下的那个人吗?你无疑会说,此人确实是奴隶。难道仅仅因为这一点——因为我们为他向出卖者交付了银钱吗?照这样说来,那些我们所赎回的战俘岂不也成了家奴?然而,法律在他们平安返乡后便归还了他们的自由,而我们赎回他们,亦非为了让他们为奴,而是为了让他们成为自由人。可见,交付银钱并不足以使被赎之人成为奴隶;相反,那真正是奴隶的人,乃是另有人对其拥有权柄,能够强迫他去行其所命令的任何事,能在他不愿顺从时施加惩罚,并且如诗人所言,“使其身陷于惨烈的痛苦”。 那么,请看接下来的这一点:凡是我们为了免受痛苦、免因受到惩戒而悲戚,从而不得不去阿谀奉承的人,难道不都是我们的主人吗?或者你以为,唯有当某人挥舞手杖击打家仆时,才算得上是惩罚吗?然而,即使最严苛的主人也不会对所有的家奴如此施暴,话语和威胁往往就已足够。因此,朋友啊,只要肚腹及其下部的欲望仍在统辖着你,那些有权提供快乐之物或加以阻拦的人仍在统辖着你,你就绝不可认为自己是自由的;即便你能胜过这些,只要你还在受制于大众的见解,你就仍未触及自由,亦未曾品尝过琼浆玉液,“凭着将四元数传授于我胸膛中的那位起誓!” 我并非是在说,人应当对所有人厚颜无耻,去做那些不当行之事;而是说,凡我们所戒止的以及所行做的一切,我们不要因为在大众看来在某种程度上是崇高还是卑劣而去行做或戒止,而要因为根据理智以及我们内在的神——即知性——而言,这些是被禁止的。诚然,没有任何事物妨碍大众依从共同的见解,因为这总好过彻底的不知羞耻,毕竟人类天生与真理有一种亲缘关系;但对于一个已经依循知性生活、能够发现并裁决正道常理的人来说,去追随大众所认为做得好或做得差的俗见,乃是全然不合宜的。 因此,既然我们的灵魂中一方面存在着更具神性的部分——我们称之为知性、明智与沉静的理性,而这通过声音、由名词和动词构成的言语便是其使者——另一方面又与某种错综多变之物共负一轭,即那由忿怒和欲望混杂而成的多头野兽,那么在我们驯服这头野兽、说服它服从我们身边的神——或者毋宁说是神圣之物——之前,绝不可径直而坚定不移地去迎视大众的见解。因为许多第欧根尼的追随者忽视了这一点,结果成了肆无忌惮的卑鄙之徒,并不比任何野兽强到哪里去。为了表明这并非我个人的臆说,我先向你讲述第欧根尼的一件事迹,大众听了固然会发笑,但在我看来却极为庄严。当一个年轻人在人群中——当时第欧根尼也在场——放了一个屁时,第欧根尼用手杖击打了他,说道:“混账东西,你还不曾做出任何配得上在公众场合肆无忌惮做出这等事的事情,难道就打算从这里开始在我们面前藐视见解了吗?”他正是这样认为的:在迈向最为完美的竞技——即宽衣解带去迎战大众的见解(这种见解正是大众无数灾祸的根源)——之前,必须首先成为快乐与忿怒的主人。
- 195dοὐ τοῦ δοκοῦντος ηὐτυχηκέναι, τοῦ κτησαμένου δὲ αὐτόν ἐστιν ἀγαθά
αὐτόν 为阳性单数宾格,指代前文“看似享有幸运之人”(τοῦ δοκοῦντος ηὐτυχηκέναι),而非中性复数的财物。因此它构成了对比:这些好东西并非属于那看似走运的人,而是属于“占有了他本人的人”(即其真正的主人)。
- 196aοὗ κύριός ἐστιν ἕτερος προσαναγκάσαι
关系代词 οὗ 为属格,受形容词 κύριος 支配;不定词 προσαναγκάσαι 以及其后的 κολάσαι 作为说明性不定词(epexegetic infinitive)限定该权力的范围,意为“另有人对其拥有强制……与惩罚……的权柄”。
- 197bοὐ πρότερον χρὴ ... πρὶν ἂν τοῦτο δαμάσωμεν
此处采用相关构式 οὐ πρότερον ... πρὶν ἄν 加虚拟式(δαμάσωμεν),表示“在驯服……之前绝不可……(唯有在驯服之后方可……)”。它明确了主句谓语 οὐ πρότερον χρὴ ... ὁρᾶν 与时间从句之间的界限。
- 197cἐντεῦθεν ἡμῖν ἄρχῃ δόξης καταφρονεῖν
ἡμῖν 用作伦理与格(ethic dative),表达说话者(或在场众人)的主观情感与关切;副词 ἐντεῦθεν 表示起点或基础(“从放屁这种丑事开始 / 从这种地步起”),整句话构成严厉的诘问:“你难道要从这等勾当开始在我们面前藐视见解吗?”
