- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:13-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出包括犬儒派在内一切哲学的终极目的皆在于顺应本性的幸福,其根基在于人特有的理智;第欧根尼通过对肉体与灵魂的磨砺,达到了甚至超越波斯大王的真正幸福。
Τῆς Κυνικῆς δὲ φιλοσοφίας σκοπὸς μέν ἐστι καὶ τέλος, ὥσπερ δὴ καὶ πάσης φιλοσοφίας, τὸ εὐδαιμονεῖν, τὸ δὲ εὐδαιμονεῖν ἐν τῷ ζῆν κατὰ φύσιν, ἀλλὰ μὴ πρὸς τὰς τῶν πολλῶν δόξας. ἐπεὶ καὶ τοῖς φυτοῖς εὖ πράττειν συμβαίνει καὶ μέντοι καὶ ζῴοις πᾶσιν, ὅταν τοῦ κατὰ φύσιν ἕκαστον ἀνεμποδίστως τυγχάνῃ τέλους· ἀλλὰ καὶ ἐν τοῖς θεοῖς τοῦτό ἐστιν εὐδαιμονίας ὅρος, τὸ ἔχειν αὐτοὺς ὥσπερ πεφύκασι καὶ ἑαυτῶν εἶναι. οὐκοῦν καὶ τοῖς ἀνθρώποις οὐχ ἑτέρωθί που τὴν εὐδαιμονίαν ἀποκεκρυμμένην προσήκει πολυπραγμονεῖν· οὐδὲ ἀετὸς οὐδὲ πλάτανος οὐδὲ ἄλλο τι τῶν ὄντων ζῴων ἢ φυτῶν χρυσᾶ περιεργάζεται πτερὰ καὶ φύλλα, οὐδὲ ὅπως ἀργυροῦς ἕξει τοὺς βλαστοὺς ἢ τὰ πλῆκτρα καὶ κέντρα σιδηρᾶ, μᾶλλον δὲ ἀδαμάντινα, ἀλλ’ οἷς αὐτὰ ἐξ ἀρχῆς ἡ φύσις ἐκόσμησε, ταῦτα εἰ ῥωμαλέα καὶ πρὸς τάχος αὐτοῖς ἢ πρὸς ἀλκὴν ὑπουργοῦντα προσγένοιτο, μάλιστα ἂν εὖ πράττειν νομίζοι καὶ εὐθηνεῖσθαι. πῶς οὖν οὐ γελοῖον, εἴ τις ἄνθρωπος γεγονὼς ἔξω που τὴν εὐδαιμονίαν περιεργάσαιτο, πλοῦτον καὶ γένος καὶ φίλων δύναμιν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα τοῦ παντὸς ἄξια νομίζων; εἰ μὲν οὖν ἡμῖν ἡ φύσις ὥσπερ τοῖς ζῴοις αὐτὸ τοῦτο ἀπέδωκε μόνον, τὸ σώματα καὶ ψυχὰς ἔχειν ἐκείνοις παραπλησίας, ὥστε μηδὲν πλέον πολυπραγμονεῖν, ἤρκει λοιπόν, ὥσπερ τὰ λοιπὰ ζῷα, τοῖς σωματικοῖς ἀρκεῖσθαι πλεονεκτήμασιν, ἐνταῦθά που τὸ εὐδαιμονεῖν πολυπραγμονοῦσιν. ἐπεὶ δὲ ἡμῖν οὐδέν τι παραπλησία ψυχὴ τοῖς ἄλλοις ἐνέσπαρται ζῴοις,1 ἀλλ’ εἴτε κατ’ οὐσίαν διαφέρουσα εἴτε οὐσίᾳ μὲν ἀδιάφορος, ἐνεργείᾳ δὲ μόνῃ κρείττων, ὥσπερ οἶμαι τὸ καθαρὸν ἤδη χρυσίον τοῦ συμπεφυρμένου τῇ ψάμμῳ· λέγεται γὰρ καὶ οὗτος ὁ λόγος περὶ τῆς ψυχῆς ὡς ἀληθὴς ὑπό τινων· ἡμεῖς δὴ οὖν ἐπειδὴ σύνισμεν αὑτοῖς οὖσι τῶν ζῴων ξυνετωτέροις·2 κατὰ γὰρ τὸν Πρωταγόρου μῦθον ἐκείνοις μὲν ἡ φύσις ὥσπερ μήτηρ ἄγαν φιλοτίμως καὶ μεγαλοδώρως προσηνέχθη, ἡμῖν δὲ ἀντὶ πάντων ἐκ Διὸς ὁ νοῦς ἐδόθη· τὴν εὐδαιμονίαν ἐνταῦθα θετέον, ἐν τῷ κρατίστῳ καὶ σπουδαιοτάτῳ τῶν ἐν ἡμῖν.
犬儒哲学的目标和终极目的,正如一切哲学一样,就是获得幸福;而获得幸福在于顺应本性生活,而非依从大众的意见。因为对于植物以及一切动物而言,每当它们毫无阻碍地达到其符合本性的目的时,便得以享有完满与兴旺;甚至在诸神之中,幸福的定义也是保持其本性所有的状态且归属于自身。因此,人类亦不应当多事地去别处探求仿佛被隐藏起来的幸福。无论是雄鹰还是悬铃木,抑或任何现存的动植物,都不会费心谋求金色的羽翼或枝叶,也不会盘算如何生出银质的新芽或铁质、甚或金刚石的距与刺;相反,如果自然起初赋予它们的构造能够强韧有力,有助于它们的敏捷或勇武,它们便会认为自己极其幸福而繁茂。既然如此,若有人身为人类,却在自身之外探求幸福,认为财富、出身、朋友的权势以及诸如此类的一切具有无上价值,这岂非荒谬可笑?倘若自然赋予我们的仅仅是与动物完全相同之物——即拥有与它们相似的身体与灵魂,以至于无需再去多求——那么我们自当满足于身体上的优势,在彼处探求幸福,正如其余动物一样便足矣。然而,播撒在我们之中的灵魂与其余动物绝非相似,它要么在本质上有所不同,要么在本质上无别而唯独在现实活动上更为优异——我想这正如纯金之于混杂沙砾之金;因为关于灵魂的这一论说亦被某些人视作真理——既然我们意识到自己比动物更有智慧(因为按照普罗泰戈拉的神话,自然对待它们犹如母亲般极尽慷慨大度,而对于我们,宙斯赐予了理智以代一切),我们就必须将幸福确立于此,确立于我们内在最优秀、最严肃的部分之中。
Σκόπει δή, ταύτης εἰ μὴ μάλιστα τῆς προαιρέσεως ἦν Διογένης, ὃς τὸ μὲν σῶμα τοῖς πόνοις ἀνέδην παρεῖχεν, ἵνα αὐτὸ τῆς φύσεως ῥωμαλεώτερον καταστήσῃ, πράττειν δὲ ἠξίου μόνον ὁπόσα ἂν φανῇ τῷ λόγῳ πρακτέα, τοὺς δὲ ἐκ τοῦ σώματος ἐμπίπτοντας τῇ θορύβους,3 οἷα πολλάκις ἡμᾶς ἀναγκάζει τουτὶ τὸ περικείμενον αὐτοῦ χάριν πολυπραγμονεῖν, οὐδὲ ἐν μέρει προσίετο. ὑπὸ δὲ ταύτης τῆς ἀσκήσεως ὁ ἀνὴρ οὕτω μὲν ἔσχεν ἀνδρεῖον τὸ σῶμα ὡς οὐδεὶς οἶμαι τῶν τοὺς στεφανίτας ἀγωνισαμένων, οὕτω δὲ διετέθη τὴν ψυχήν, ὥστε εὐδαιμονεῖν, ὥστε βασιλεύειν οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον, ὡς οἱ τότε εἰώθεσαν λέγειν Ἕλληνες, τοῦ μεγάλου βασιλέως, τὸν Πέρσην λέγοντες. ἆρά σοι μικρὰ φαίνεται ἀνὴρ "Ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος, οὐκ ὀβολόν, οὐ δραχμήν, ἔχων οὐδ’ οἰκέτην," ἀλλ’ οὐδὲ μᾶζαν, ἧς Ἐπίκουρος εὐπορῶν οὐδὲ τῶν θεῶν φησιν εἰς εὐδαιμονίας λόγον ἐλαττοῦσθαι, πρὸς μὲν τοὺς θεοὺς οὐκ ἐρίζων, τοῦ δοκοῦντος δὲ τοῖς ἀνθρώποις εὐδαιμονεστάτου εὐδαιμονέστερον ζῶν καὶ ἔλεγε ζῆν εὐδαιμονέστερον.4 εἰ δὲ ἀπιστεῖς, ἔργῳ πειραθεὶς ἐκείνου τοῦ βίου καὶ οὐ τῷ λόγῳ αἰσθήσῃ. Φέρε δὴ πρῶτον αὐτὸν διὰ τῶν λόγων ἐλέγξωμεν.
请考量一下,第欧根尼难道不是最具有这种抉择的人吗?他将肉体毫不保留地交付给劳苦,以使肉体比原本天性更加强健;他只肯行做理知认为当行之事;对于肉体所产生的、袭击而来的骚扰——正如包裹着我们的这具躯体往往迫使我们为了它而多事纷扰的那样——他甚至连一丁点都不加接纳。正是凭借这种操练,这名男子拥有了极其勇敢强健的肉体,以至于我想那些争夺冠冕的竞技者无一人能及;他也如此整饬自己的灵魂,以至于享有了幸福,以至于其君临一切绝不亚于——若非更多的话——当时希腊人惯常所称的波斯“大王”。难道在你看来微不足道的竟是这样一个人: “无城,无家,丧失祖国,没有一枚奥波尔,没有一德拉克马,亦无家仆,”甚至连大麦饼都没有——伊壁鸠鲁曾说只要拥有大麦饼,在幸福的意义上便不逊于诸神——他虽不与诸神争衡,却比世人眼中最幸福的人生活得更为幸福,并且直言自己生活得更为幸福?如果你不相信,只要你在实践中体验那样的生活,而非仅凭言辞,你便能体会得到。 来吧,让我们首先通过言辞来检验他。
- 194cἐπεὶ δὲ ἡμῖν οὐδέν τι παραπλησία ψυχὴ τοῖς ἄλλοις ἐνέσπαρται ζῴοις
该长句以 ἐπεὶ δὲ... 开端,中间穿插了关于灵魂本质的讨论(εἴτε... εἴτε...)以及普罗泰戈拉神话,随后以 ἡμεῖς δὴ οὖν ἐπειδὴ σύνισμεν... 重复并接续原因从句,最终收束于主句动形词短语 τὴν εὐδαιμονίαν ἐνταῦθα θετέον,形成了结构宏大的破格复句(anacoluthon)。
- 194dσύνισμεν αὑτοῖς οὖσι τῶν ζῴων ξυνετωτέροις
动词 σύνοιδα 带反身代词与格(αὑτοῖς),表示“意识到自身……”的句式。表语分词 οὖσι 和比较级形容词 ξυνετωτέροις 在性、数、格上均与与格代词 αὑτοῖς 保持一致,而非与主格主语一致。
- 195aτοὺς δὲ ἐκ τοῦ σώματος ἐμπίπτοντας τῇ θορύβους
手抄本在此处 τῇ 之后多被认为脱落了一个名词(通常认为是 ψυχῇ)。从文脉上看,此句指从肉体产生并袭向“灵魂”的骚扰与纷乱。紧随其后的关系从句 οἷα πολλάκις ἡμᾶς ἀναγκάζει... 以 θορύβους 为先行词,作同位解释。
- 195cτοῦ δοκοῦντος δὲ τοῖς ἀνθρώποις εὐδαιμονεστάτου εὐδαιμονέστερον ζῶν καὶ ἔλεγε ζῆν εὐδαιμονέστερον
属格短语 τοῦ δοκοῦντος... εὐδαιμονεστάτου 由比较级副词 εὐδαιμονέστερον 所支配,作比较属格。句末的 καὶ ἔλεγε ζῆν εὐδαιμονέστερον 在分词 ζῶν 所表达的实际生活更幸福的基础上,进一步强调他本人亦如此公开声称。
