← 朱利安

致无知的犬儒主义者

§12

关于食肉与第欧根尼生食章鱼的意图

作者探讨了食肉是否合乎本性以及第欧根尼生食章鱼的真正动机,指出这旨在摆脱世俗成见以达至“不动心”,并借世人与论敌同样生食海产的事实驳斥了指责者的虚伪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

Τὴν σαρκοφαγίαν οἱ μὲν ἀνθρώποις ὑπολαμβάνουσι κατὰ φύσιν, οἱ δὲ ἥκιστα τοῦτο ἐργάζεσθαι προσήκειν ἀνθρώπῳ διανοοῦνται, καὶ πολὺς ὁ περὶ τούτου ἀνάλωται λόγος. ἐθέλοντι οὖν σοι μὴ ῥᾳθυμεῖν1 ἑσμοὶ περὶ τοῦ τοιούτου βίβλων φανήσονται. τούτους Διογένης ἐξελέγχειν ᾤετο δεῖν. διενοήθη γοῦν οὕτως· εἰ μὲν ἀπραγματεύτως ἐσθίων τις σάρκας, ὥσπερ οἶμαι τῶν ἄλλων ἕκαστον θηρίων, οἷς τοῦτο ἔνειμεν ἡ φύσις, ἀβλαβῶς αὐτὸ καὶ ἀνεπαχθῶς, μᾶλλον δὲ καὶ μετὰ τῆς τοῦ σώματος ὠφελείας ἐργάζοιτο, κατὰ φύσιν εἶναι πάντως τὴν σαρκοφαγίαν ὑπέλαβεν·2 εἰ δέ τις ἐντεῦθεν γένοιτο βλάβη, οὐχὶ τοῦτο ἀνθρώπου τὸ ἔργον ἴσως ἐνόμισεν, ἀλλ’ ἀφεκτέον εἶναι κατὰ κράτος αὐτοῦ. εἷς μὲν οὖν ἂν εἴη τοιοῦτος ὑπὲρ τοῦ πράγματος ἴσως βιαιότερος λόγος, ἕτερος δὲ οἰκειότερος τῷ Κυνισμῷ, εἰ περὶ τοῦ τέλους αὐτοῦ πρότερον ἔτι σαφέστερον διέλθοιμι. Ἀπάθειαν γὰρ ποιοῦνται τὸ τέλος· τοῦτο δὲ ἴσον ἐστὶ τῷ θεὸν γενέσθαι. αἰσθανόμενος οὖν ἴσως αὑτοῦ Διογένης ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἀπαθοῦς, ὑπὸ δὲ τῆς τοιαύτης ἐδωδῆς μόνον θραττομένου καὶ ναυτιῶντος καὶ δόξῃ κενῇ μᾶλλον ἢ λόγῳ δεδουλωμένου· σάρκες γάρ εἰσιν οὐδὲν ἧττον, κἂν μυριάκις αὐτὰς ἑψήσῃ, κἂν ὑποτρίμμασι μυρίοις τις αὐτὰς καρυκεύσῃ· καὶ ταύτης αὑτὸν ἀφελέσθαι καὶ καταστῆσαι παντάπασιν ἐξάντη τῆς δειλίας ᾠήθη χρῆναι. δειλία γάρ ἐστιν, εὖ ἴσθι, τὸ γοῦν τοιοῦτον. ἐπεὶ πρὸς τῆς Θεσμοφόρου εἰ σαρκῶν ἡψημένων ἁπτόμεθα, τοῦ χάριν οὐχὶ καὶ ἁπλῶς αὐτὰς προσφερόμεθα, φράσον ἡμῖν. οὐ γὰρ ἔχεις ἕτερον εἰπεῖν ἢ ὅτι οὕτω νενόμισται καὶ οὕτω συνειθίσμεθα. οὐ γὰρ δὴ πρὶν μὲν ἑψηθῆναι βδελυρὰ πέφυκεν, ἑψηθέντα δὲ γέγονεν αὑτῶν ἁγνότερα. τί δῆτα ἐχρῆν πράττειν τόν γε παρὰ θεοῦ ταχθέντα καθάπερ στρατηγοῦ πᾶν μὲν ἐξελεῖν τὸ νόμισμα,3 λόγῳ δὲ καὶ ἀληθείᾳ κρῖναι τὰ πράγματα; περιιδεῖν αὑτὸν ὑπὸ ταύτης τῆς δόξης ἐνοχλούμενον, ὡς νομίζειν ὅτι κρέας μέν ἐστιν ἑψηθὲν ἁγνὸν καὶ ἐδώδιμον, μὴ κατεργασθὲν δὲ ὑπὸ τοῦ πυρὸς μυσαρόν πως καὶ βδελυρόν; οὕτως εἶ μνήμων; οὕτως εἶ σπουδαῖος; ὃς τοσοῦτον ὀνειδίζων τῷ κενοδόξῳ, κατὰ σὲ φάναι, Διογένει, κατ’ ἐμὲ δὲ τῷ σπουδαιοτάτῳ θεράποντι καὶ ὑπηρέτῃ τοῦ Πυθίου, τὴν τοῦ πολύποδος ἐδωδὴν κατεδήδοκας μυρίους ταρίχους, "Ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅτι χεῖρας ἵκοιτο," Αἰγύπτιός γε ὤν, οὐ τῶν ἱερέων, ἀλλὰ τῶν παμφάγων, οἷς πάντα ἐσθίειν νόμος ὡς λάχανα χόρτου·4 γνωρίζεις οἶμαι τῶν Γαλιλαίων τὰ ῥήματα. μικροῦ με παρῆλθεν εἰπεῖν, ὅτι καὶ πάντες ἄνθρωποι πλησίον οἰκοῦντες θαλάττης, ἤδη δέ τινες καὶ τῶν πόρρω, οὐδὲ θερμήναντες καταρροφοῦσιν ἐχίνους, ὄστρεα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἐκείνους μὲν ὑπολαμβάνεις ζηλωτούς, ἄθλιον δὲ καὶ βδελυρὸν ἡγῇ Διογένη, καὶ οὐκ ἐννοεῖς, ὡς οὐδὲν μᾶλλον ταῦτα ἐκείνων ἐστὶ σαρκία· πλὴν ἴσως ταῦτα ἐκείνων διαφέρει τῷ τὰ μὲν εἶναι μαλθακά, τὰ δὲ σκληρότερα. ἄναιμος γοῦν ἐστι καὶ πολύπους ὥσπερ ἐκεῖνα, ἔμψυχα δέ ἐστι καὶ τὰ ὀστρακόδερμα καθάπερ καὶ οὗτος· ἥδεται γοῦν καὶ λυπεῖται, ὃ τῶν ἐμψύχων μάλιστά ἐστιν ἴδιον. ἐνοχλείτω δὲ μηδὲν ἡμᾶς ἡ Πλατωνικὴ τανῦν δόξα ἔμψυχα ὑπολαμβάνουσα καὶ τὰ φυτά. ἀλλ’ ὅτι μὲν οὔτι ἄλογον οὐδὲ παράνομον οὐδὲ ἀσύνηθες ὑμῖν ὁ γενναῖος εἰργάσατο Διογένης, εἰ μὴ τῷ σκληροτέρῳ καὶ μαλακωτέρῳ, ἡδονῇ τε λαιμοῦ καὶ ἀηδίᾳ τὰ τοιαῦτά τις ἐξετάζοι, πρόδηλον οἶμαι τοῖς ὁπωσοῦν ἕπεσθαι λόγῳ δυναμένοις. οὐκ ἄρα τὴν ὠμοφαγίαν βδελύττεσθε οἱ τὰ παραπλήσια δρῶντες, οὐκ ἐπὶ τῶν ἀναίμων μόνον ζῴων, ἀλλὰ καὶ ἐπὶ τῶν αἷμα ἐχόντων. καὶ τούτῳ δὲ ἴσως διαφέρεσθε πρὸς ἐκεῖνον, ὅτι ὁ μὲν ἁπλῶς ταῦτα καὶ κατὰ φύσιν ᾠήθη χρῆναι προσφέρεσθαι, ἁλσὶ δὲ ὑμεῖς καὶ πολλοῖς ἄλλοις ἀρτύσαντες ἡδονῆς ἕνεκα, τὴν φύσιν ὅπως βιάσησθε.5 καὶ δὴ τοῦτο μὲν ἐπὶ τοσοῦτον ἀπόχρη.

有些人认为食肉对于人类而言是符合本性的,而另一些人则认为人类绝不应当做这种事,关于这一点已经耗费了极多的论说。因此,如果你愿意不加懈怠,便会看到关于此事的卷帙汗牛充栋。第欧根尼认为必须对这些说法进行检验。无论如何,他是这样思考的:如果一个人未加烹饪加工而食用肉类——我想正如自然赋予这一能力的其余各种野兽那样——能够不受伤害且毫无不适、甚至对身体有所裨益地做到这一点,那么他认为食肉便全然是符合本性的;但如果由此产生某种伤害,他或许就认为这并非人类所当为之事,而必须竭力戒绝它。关于此事,固然可能有这样一种或许较为勉强的论说,但如果我先将犬儒主义的终极目的阐述得更加清楚,便会有另一种更契合犬儒主义的论说。 因为他们把无动于衷(不动心)确立为终极目的;而这等同于成神。因此,第欧根尼或许察觉到,自己在其余一切事情上皆能不动心,唯独对此类食物感到不安和恶心,受制于虚妄的意见而非理性——因为即便有人将其煮上一万次,即使用上万种酱料去调味,它依然毫无二致是肉类——于是他认为自己必须摆脱这种怯懦,使自己彻底免受其扰。请确信,这种心理正是怯懦。凭着立法女神起誓,请告诉我们:如果我们食用煮熟的肉,为何不索性直接生食呢?因为除了这是惯例以及我们已经习以为常之外,你别无他话可说。因为绝不是在煮熟之前它本性上是令人作呕的,而煮熟之后就变得比自身原本更为纯洁了。既然如此,一个受神明指派犹如受将帅差遣、旨在革除一切伪饰习俗、依凭理性与真理评判万物的人,究竟应当做什么呢?难道任由自己受到这种意见的困扰,以至于认为煮熟的肉是纯洁可食的,而未被火加工过的肉在某种程度上是污秽和可憎的吗?你的记性竟是如此之好?你竟是如此严肃认真吗?你一方面如此责难那位依你之言是好大喜功、依我之言则是皮托神最热忱的侍从与役使者的第欧根尼食用章鱼,另一方面你自己却吞食了无数腌制咸鱼,“游鱼与飞禽,凡能落入亲切之手的,”作为埃及人,你并非祭司一族,而是属于那些将一切当作青菜来食用的杂食之流;我想你当认得加利利人的言辞。我险些漏提一事:凡住在海边的人,甚至如今某些远离大海之人,连热都不热便将海胆、牡蛎以及诸如此类的一切径直吞下;随后,你将那些人视为令人羡慕者,却判定第欧根尼是可怜而可恶的,并且并未想到这些东西丝毫也不比那些东西更是肉类;或许二者之别仅在于前者柔软,而后者更硬一些。无论如何,章鱼就像它们一样是无血动物,而介壳动物也像章鱼一样是有灵魂之物;至少它们有快感与痛感,而这正是有灵魂者最特有的属性。让认为植物亦有灵魂的柏拉图观点在眼下且莫困扰我们。然而,只要人不以较硬或较软、咽喉的快感与厌恶来评判此类事物,那么那位高贵的第欧根尼所做的事绝非毫无理性,亦非违背法则,更非你们所不习见,我想这对任何能够依循理性之人都是显而易见的。因此,行相似之事的你们绝非真正厌恶生食,这不仅体现在无血动物上,亦体现在有血动物上。或许你们与他的差异仅在于:他认为应当单纯且顺应自然地享用这些,而你们为了享乐用盐和诸多其他佐料调味,以便强行扭曲自然。关于这一点,到此便足够了。

语法注5 条
  1. 12ἐθέλοντι οὖν σοι μὴ ῥᾳθυμεῖν

    关系与格(或视界与格),带有条件或假定意味:“如果你愿意不加懈怠”,修饰后文的主句(φανήσονται)。

  2. 12εἰ μὲν ἀπραγματεύτως ἐσθίων τις σάρκας... ἐργάζοιτο, κατὰ φύσιν εἶναι πάντως τὴν σαρκοφαγίαν ὑπέλαβεν

    混合条件句:条件从句使用稀求法(ἐργάζοιτο, γένοιτο)以再现第欧根尼当年的假设性推想,而主节则由过去直陈式动词(ὑπέλαβεν, ἐνόμισεν)接不定词短语构成间接引语。

  3. 192cπᾶν μὲν ἐξελεῖν τὸ νόμισμα

    此处化用了德尔斐神谕对第欧根尼的著名指令“重铸/废黜货币与习俗”(παραχαράττειν τὸ νόμισμα)。词汇 νόμισμα 兼指“流通货币”与“世俗规约”,与前文提及的阿波罗神谕(πυθόχρηστον)形成呼应。

  4. 192dοἷς πάντα ἐσθίειν νόμος ὡς λάχανα χόρτου

    化用了圣经文句(参考七十士译本《创世记》9:3及《罗马书》14:2“凡事都可吃,如同菜蔬一样”)的讽刺性表述,直指基督徒的饮食教义,并与下文的“加利利人的言辞”(τῶν Γαλιλαίων τὰ ῥήματα)直接对应。

  5. 193cἁλσὶ δὲ ὑμεῖς καὶ πολλοῖς ἄλλοις ἀρτύσαντες ἡδονῆς ἕνεκα, τὴν φύσιν ὅπως βιάσησθε

    破格句(句子脱节),主句限定动词被省略。前半句为“ὁ μὲν... ᾠήθη χρῆναι προσφέρεσθαι”,而与之后半句“ὑμεῖς”相对比的部分并未补出对等的谓语动词,而是通过分词短语(ἀρτύσαντες)与目的从句(ὅπως βιάσησθε)来隐含表达“你们调味进食乃是为了违背自然”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:12