- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安阐释了春分时节砍伐圣树、鸣吹号角、割除加卢斯收获物及庆祝喜乐节的礼仪次第,强调灵魂当斩断自身之内的无度,回归诸神与“一”本身;他进而指出神话并非过去发生的历史事实,而是古人为促使人探寻永恒真理而特意设置的逆説性象征。
Οὗτος ὁ μέγας ἡμῖν θεὸς Ἄττις ἐστίν· αὗται τοῦ βασιλέως Ἄττιδος αἱ θρηνούμεναι τέως φυγαὶ καὶ κρύψεις καὶ ἀφανισμοὶ καὶ αἱ δύσεις αἱ κατὰ τὸ ἄντρον. τεκμήρια δὲ ἔστω μοι τούτου ὁ χρόνος, ἐν ᾧ γίνεται. τέμνεσθαι γάρ φασι τὸ ἱερὸν δένδρον καθ’ ἣν ἡμέραν ὁ ἥλιος ἐπὶ τὸ ἄκρον τῆς ἰσημερινῆς ἁψῖδος ἔρχεται· εἶθ’ ἑξῆς περισαλπισμὸς παραλαμβάνεται· τῇ τρίτῃ δὲ τέμνεται τὸ ἱερὸν καὶ ἀπόρρητον θέρος τοῦ θεοῦ Γάλλου· ἐπὶ τούτοις Ἱλάρια, φασί, καὶ ἑορταί. ὅτι μὲν οὖν στάσις ἐστὶ τῆς ἀπειρίας ἡ θρυλουμένη παρὰ τοῖς πολλοῖς ἐκτομή, πρόδηλον ἐξ ὧν ἡνίκα ὁ μέγας Ἥλιος τοῦ ἰσημερινοῦ ψαύσας κύκλου,1 ἵνα τὸ μάλιστα ὡρισμένον ἐστί· τὸ μὲν γὰρ ἴσον ὡρισμένον ἐστί, τὸ δὲ ἄνισον ἄπειρόν τε καὶ ἀδιεξίτητον· κατὰ τὸν λόγον αὐτίκα τὸ δένδρον τέμνεται· εἶθ’ ἑξῆς γίνεται τὰ λοιπά, τὰ μὲν διὰ τοὺς μυστικοὺς καὶ κρυφίους θεσμούς, τὰ δὲ καὶ διὰ ῥηθῆναι πᾶσι δυναμένους. ἡ δὲ ἐκτομὴ τοῦ δένδρου, τοῦτο δὲ τῇ μὲν ἱστορίᾳ προσήκει τῇ περὶ τὸν Γάλλον, οὐδὲν δὲ τοῖς μυστηρίοις, οἷς παραλαμβάνεται, διδασκόντων ἡμᾶς οἶμαι τῶν θεῶν συμβολικῶς,2 ὅτι χρὴ τὸ κάλλιστον ἐκ γῆς δρεψαμένους, ἀρετὴν μετὰ εὐσεβείας, ἀπενεγκεῖν τῇ θεῷ, σύμβολον τῆς ἐνταῦθα χρηστῆς πολιτείας ἐσόμενον. τὸ γάρ τοι δένδρον ἐκ γῆς μὲν φύεται, σπεύδει δὲ ὥσπερ εἰς τὸν αἰθέρα καὶ ἰδεῖν τέ ἐστι καλὸν καὶ σκιὰν παρασχεῖν ἐν πνίγει, ἤδη δὲ καὶ καρπὸν ἐξ ἑαυτοῦ προβαλεῖν καὶ χαρίσασθαι· οὕτως αὐτῷ πολύ τί γε τοῦ γονίμου περίεστιν. ἡμῖν οὖν ὁ θεσμὸς παρακελεύεται, τοῖς φύσει μὲν οὐρανίοις, εἰς γῆν δὲ ἐνεχθεῖσιν, ἀρετὴν μετὰ εὐσεβείας ἀπὸ τῆς ἐν τῇ γῇ πολιτείας ἀμησαμένους παρὰ τὴν προγονικὴν καὶ ζωογόνον σπεύδειν θεόν. Εὐθὺς οὖν ἡ σάλπιγξ μετὰ τὴν ἐκτομὴν ἐνδίδωσι τὸ ἀνακλητικὸν τῷ Ἄττιδι καὶ τοῖς ὅσοι ποτὲ οὐρανόθεν ἔπτημεν εἰς τὴν γῆν καὶ ἐπέσομεν. μετὰ δὴ τὸ σύμβολον τοῦτο, ὅτε ὁ βασιλεὺς Ἄττις ἵστησι τὴν ἀπειρίαν διὰ τῆς ἐκτομῆς, ἡμῖν οἱ θεοὶ κελεύουσιν ἐκτέμνειν καὶ αὐτοῖς τὴν ἐν ἡμῖν αὐτοῖς ἀπειρίαν καὶ μιμεῖσθαι τοὺς ἡγεμόνας, ἐπὶ δὲ τὸ ὡρισμένον καὶ ἑνοειδὲς καί, εἴπερ οἷόν τέ ἐστιν, αὐτὸ τὸ ἓν ἀνατρέχειν· οὗπερ γενομένου πάντως ἕπεσθαι χρὴ τὰ Ἱλάρια. τί γὰρ εὐθυμότερον, τί δὲ ἱλαρώτερον γένοιτο ἂν ψυχῆς ἀπειρίαν μὲν καὶ γένεσιν καὶ τὸν ἐν αὐτῇ κλύδωνα διαφυγούσης, ἐπὶ δὲ τοὺς θεοὺς αὐτοὺς ἀναχθείσης; ὧν ἕνα καὶ τὸν Ἄττιν ὄντα περιεῖδεν οὐδαμῶς ἡ τῶν θεῶν Μήτηρ βαδίζοντα πρόσω πλέον ἢ χρῆν,3 πρὸς ἑαυτὴν δὲ ἐπέστρεψε, στῆσαι τὴν ἀπειρίαν προστάξασα.
这位便是我们的伟大神祇阿提斯;这些便是迄今为止人们所哀悼的阿提斯王的逃离、隐匿、消逝以及落入洞穴。而这一仪式举行的时间,亦可作为我论述此事的明证。因为人们说,正是在太阳抵达分点弧顶之日,神圣之树被砍伐;随后紧接着吹响号角;而在第三日,加卢斯神那神圣而不可言说的收获物被割除;在此之后,人们说,便是喜乐节与诸般庆典。因此,在众人间口耳相传的去势乃是对无度的遏制,这一点从其情形中便显而易见:当伟大的太阳触及赤道圈时,那里正是最为确定的境界——因为均等乃是确定的,而不等则是无度且无法测度的——依循这一道理,圣树立即被砍倒;随后其余诸事依次发生,其中一部分是因奥秘与隐秘的法规,另一部分则是因能向所有人言明的法规。至于圣树的砍伐——这属于有关加卢斯的故事,却毫不属于采纳此仪式的秘仪——我认为是诸神在以象征的方式教导我们:我们应当从大地上采撷最美之物,即伴随着虔敬的美德,献给女神,作为此世优良公民操行的象征。因为圣树固然生自大地,却仿佛奋力冲向以太,不仅外观秀美,在炎暑中遮蔽浓荫,更能从自身结出并馈赠果实;其生生不息的繁衍机能如此充盈。因此,这一仪轨告诫我们这些本性属天、却被卷落至大地的人,从尘世的生活中收获伴随虔敬的美德,并奔向那本原且赐予生命的女神。 因此,在去势之后,号角随即向阿提斯以及我们所有曾自天界飞落大地并倾覆其上的人吹响了召回的号令。在这象征之后,当阿提斯王通过去势止息了无度,诸神便命令我们自己亦斩断自身之内的无度,效法神圣的先导者,向上奔向那受限定之物、单一形式之物,若有可能,乃至奔向那“一”本身;而在此事达成之时,喜乐节自当必然随之而来。因为比起一个脱离了无度、生成以及其中的狂涛骇浪,并被引回诸神本身的灵魂,还有什么更加欣快、更加欢畅的呢?阿提斯本是诸神之一,当他前行逾越了本分时,诸神之母绝未对此等闲视之,而是将他召回自身身旁,命他遏止无度。
Καὶ μή τις ὑπολάβῃ με λέγειν, ὡς ταῦτα ἐπράχθη ποτὲ καὶ γέγονεν, ὥσπερ οὐκ εἰδότων τῶν θεῶν αὐτῶν, ὅ, τι ποιήσουσιν, ἢ τὰ σφῶν αὐτῶν ἁμαρτήματα διορθουμένων. ἀλλὰ οἱ παλαιοὶ τῶν ὄντων ἀεὶ τὰς αἰτίας, ἤτοι τῶν θεῶν ὑφηγουμένων ἢ κατὰ σφᾶς αὐτοὺς διερευνώμενοι, βέλτιον δὲ ἴσως εἰπεῖν ζητοῦντες ὑφ’ ἡγεμόσι τοῖς θεοῖς, ἔπειτα εὑρόντες ἐσκέπασαν αὐτὰς μύθοις παραδόξοις, ἵνα διὰ τοῦ παραδόξου καὶ ἀπεμφαίνοντος τὸ πλάσμα φωραθὲν ἐπὶ τὴν ζήτησιν ἡμᾶς τῆς ἀληθείας προτρέψῃ, τοῖς μὲν ἰδιώταις ἀρκούσης οἶμαι τῆς ἀλόγου καὶ διὰ τῶν συμβόλων μόνων ὠφελείας, τοῖς δὲ περιττοῖς κατὰ τὴν φρόνησιν οὕτως μόνως ἐσομένης ὠφελίμου τῆς περὶ θεῶν ἀληθείας, εἴ τις ἐξετάζων αὐτὴν ὑφ’ ἡγεμόσι τοῖς θεοῖς εὕροι καὶ λάβοι,4 διὰ μὲν τῶν αἰνιγμάτων ὑπομνησθείς, ὅτι χρή τι περὶ αὐτῶν ζητεῖν, ἐς τέλος δὲ καὶ ὥσπερ κορυφὴν τοῦ πράγματος διὰ τῆς σκέψεως εὑρὼν πορευθείη, οὐκ αἰδοῖ καὶ πίστει μᾶλλον ἀλλοτρίας δόξης ἢ τῇ σφετέρᾳ κατὰ νοῦν ἐνεργείᾳ.
切莫有人以为我在说这些事曾在历史上发生并经历过,仿佛诸神自己先前不知将作何事,亦或在修正自身的过失。相反,古人始终探求实存之物的永恒因由,或是在诸神指引下,或是自行探索——或许更确切地说,是在以诸神为先导的前提下进行探求——随后在发现它们之后,便以离奇荒诞的神话将其遮蔽,以便借由荒诞与不经之态识破虚构,促使我们去探求真理。我想,对于未受教育的平民而言,仅凭象征带来的非理性益处已然足够;而对于在智性上卓异之人,唯有当有人以诸神为先导、在考求中发现并把握关于诸神的真理时,它才是有益的——他们借由谜语得以提醒,知晓须探寻其深意,并通过省思最终寻获并攀登至事物的终极与绝顶,这并非出于对他者见解的敬畏与盲从,而是凭借自身遵循理智的能动运作。
- 168dπρόδηλον ἐξ ὧν ἡνίκα ὁ μέγας Ἥλιος τοῦ ἰσημερινοῦ ψαύσας κύκλου
此处出现轻微的句法脱节(破格句):在 πρόδηλον ἐξ ὧν(“从……的情形中显而易见”)之后,ἐξ ὧν 跨越插入语与后文的定式动词 τέμνεται 相连,而其中由时间连词 ἡνίκα(“当伟大的太阳触及赤道圈时……”)引导的从句仅用了分词 ψαύσας,缺少定式动词,将证据性的环境与具体时间点紧密结合在一起。
- 169aἡ δὲ ἐκτομὴ τοῦ δένδρου, τοῦτο δὲ τῇ μὲν ἱστορίᾳ προσήκει... διδασκόντων ἡμᾶς οἶμαι τῶν θεῶν συμβολικῶς
悬垂主格结构(nominativus pendens):句首以主格提出 ἡ δὲ ἐκτομὴ τοῦ δένδρου(“至于圣树的砍伐”),随后插入说明短语(τοῦτο δὲ...),后文并未给出与首部主格相匹配的定式主动词,而是直接以属格独立结构 διδασκόντων... τῶν θεῶν(“诸神象征性地教导我们……”)承接意旨。
- 169dὧν ἕνα καὶ τὸν Ἄττιν ὄντα περιεῖδεν οὐδαμῶς ἡ τῶν θεῶν Μήτηρ βαδίζοντα πρόσω πλέον ἢ χρῆν
关系代词 ὧν 的先行词为前文的 θεούς(诸神)。动词 περιεῖδεν(放任、置之不理)支配补充成分分词 βαδίζοντα(前行)。同时,分词短语 ἕνα καὶ τὸν Ἄττιν ὄντα 说明“阿提斯亦为其中之一”,全句结构为:“诸神之母绝未放任身为诸神之一的阿提斯逾分前行”。
- 170aτοῖς δὲ περιττοῖς κατὰ τὴν φρόνησιν οὕτως μόνως ἐσομένης ὠφελίμου τῆς περὶ θεῶν ἀληθείας, εἴ τις ἐξετάζων αὐτὴν... εὕροι καὶ λάβοι
在此结构中,由祈愿语气构成的条件句(εἴ τις... εὕροι καὶ λάβοι)被嵌套在属格独立结构(ἐσομένης... τῆς... ἀληθείας)之内。与格 τοῖς δὲ περιττοῖς κατὰ τὴν φρόνησιν 表利害关系(“对于在智力上卓越的人而言”)。整体意为:“关于诸神的真理唯有在这般条件下——即某人若能探寻并掌握它——才会是有益的”。
