← 朱利安

众神之母赞歌

§7-8

阿提斯去势的寓意与其在神统中的地位

阐释了太阳科律巴斯促使代表火之本原的狮子告发阿提斯与宁芙的结合,进而导致阿提斯的去势——即借限定形式遏制无度质料的过程。随后论证阿提斯兼具诸神之末位与超凡神圣族类首领之地位,统摄火与运动的力量并以苍天为冠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

ὁ δὲ προῆλθεν ἄχρι τῶν ἐσχάτων τῆς ὕλης κατελθών. ἐπεὶ δὲ ἐχρῆν παύσασθαί ποτε καὶ στῆναι τὴν ἀπειρίαν, Κορύβας μὲν ὁ μέγας Ἥλιος, ὁ σύνθρονος τῇ Μητρὶ καὶ συνδημιουργῶν αὐτῇ τὰ πάντα καὶ συμπρομηθούμενος καὶ οὐδὲν πράττων αὐτῆς δίχα, πείθει τὸν λέοντα μηνυτὴν γενέσθαι. τίς δὲ ὁ λέων; αἴθωνα δήπουθεν ἀκούομεν αὐτόν, αἰτίαν τοίνυν τὴν προϋφεστῶσαν τοῦ θερμοῦ καὶ πυρώδους, ἣ πολεμήσειν ἔμελλε τῇ νύμφῃ καὶ ζηλοτυπήσειν αὐτὴν τῆς πρὸς τὸν Ἄττιν κοινωνίας·1 εἴρηται δὲ ἡμῖν τίς ἡ νύμφη· τῇ δὲ δημιουργικῇ προμηθείᾳ τῶν ὄντων ὑπουργῆσαί φησιν ὁ μῦθος, δηλαδὴ τῇ Μητρὶ τῶν θεῶν· εἶτα φωράσαντα καὶ μηνυτὴν γενόμενον αἴτιον γενέσθαι τῷ νεανίσκῳ τῆς ἐκτομῆς. ἡ δὲ ἐκτομὴ τίς; ἐποχὴ τῆς ἀπειρίας·2 ἔστη γὰρ δὴ τὰ τῆς γενέσεως ἐν ὡρισμένοις τοῖς εἴδεσιν ὑπὸ τῆς δημιουργικῆς ἐπισχεθέντα προμηθείας, οὐκ ἄνευ τῆς τοῦ Ἄττιδος λεγομένης παραφροσύνης, ἣ τὸ μέτριον ἐξισταμένη καὶ ὑπερβαίνουσα καὶ διὰ τοῦτο ὥσπερ ἐξασθενοῦσα καὶ οὐκέθ’ αὑτῆς εἶναι δυναμένη· ὃ δὴ περὶ τὴν τελευταίαν ὑποστῆναι τῶν θεῶν αἰτίαν οὐκ ἄλογον. σκόπει οὖν ἀναλλοίωτον κατὰ πᾶσαν ἀλλοίωσιν τὸ πέμπτον θεώμενος σῶμα περὶ τοὺς φωτισμοὺς τῆς σελήνης, ἵνα λοιπὸν ὁ συνεχῶς γιγνόμενός τε καὶ ἀπολλύμενος κόσμος γειτνιᾷ τῷ πέμπτῳ σώματι. περὶ τοὺς φωτισμοὺς αὐτῆς ἀλλοίωσίν τινα καὶ πάθη συμπίπτοντα θεωροῦμεν.

但他下行直至质料的最边缘处并继续前行。然而,既然无度无限终须止息并得以确立界限,那与诸神之母同席、与她一同创制万物、一同施展预见且不脱离她而做任何事的伟大太阳科律巴斯,便劝说狮子充当告发者。那么,这头狮子究竟是谁?想必我们听闻他被称为赫赫烈火者;因此,他乃是先于温热与火质而存立的因由,注定要与宁芙开战,并嫉妒她与阿提斯的结合——至于宁芙是谁,我们此前业已说明。神话称他侍奉了实存之物的造物预见,即诸神之母;继而他侦破此事并充当密告者,成了致使这名青年遭到去势的因由。那么,去势究竟是什么?它就是对无度的遏制。因为生灭之物在造物预见的抑制下,被制止于限定的形式之内,这当然不可脱离阿提斯所谓的狂乱——这种狂乱脱离并逾越了适度,并因此仿佛变得孱弱无力,不再能支配自身;而这等情形发生于诸神最末端的因由周围,并非没有道理。因此,且请留意在月球受光之处注视那在一切变异中均不移不易的第五物体,在此处,那不断生成与毁灭的宇宙终于与第五物体相邻接。正是在它的光照周围,我们观察到某种变动与受动并存交织。

§8

οὐκ ἄτοπον οὖν καὶ τὸν Ἄττιν τοῦτον ἡμίθεόν τινα εἶναι· βούλεται γὰρ δὴ καὶ ὁ μῦθος τοῦτο· μᾶλλον δὲ θεὸν μὲν τῷ παντί·3 πρόεισί τε γὰρ ἐκ τοῦ τρίτου δημιουργοῦ καὶ ἐπανάγεται πάλιν ἐπὶ τὴν Μητέρα τῶν θεῶν μετὰ τὴν ἐκτομήν· ἐπεὶ δὲ ὅλως ῥέπειν καὶ νεύειν εἰς τὴν ὕλην δοκεῖ, θεῶν μὲν ἔσχατον, ἔξαρχον δὲ τῶν θείων γενῶν ἁπάντων οὐκ ἂν ἁμάρτοι τις αὐτὸν ὑπολαβών. ἡμίθεον δὲ διὰ τοῦτο ὁ μῦθός φησι, τὴν πρὸς τοὺς ἀτρέπτους αὐτοῦ θεοὺς ἐνδεικνύμενος διαφοράν. δορυφοροῦσι γὰρ αὐτὸν παρὰ τῆς Μητρὸς δοθέντες οἱ Κορύβαντες, αἱ τρεῖς ἀρχικαὶ τῶν μετὰ θεοὺς κρεισσόνων γενῶν ὑποστάσεις. ἄρχει δὲ καὶ τῶν λεόντων, οἳ τὴν ἔνθερμον οὐσίαν καὶ πυρώδη κατανειμάμενοι μετὰ τοῦ σφῶν ἐξάρχου λέοντος αἴτιοι τῷ πυρὶ μὲν πρώτως, διὰ δὲ τῆς ἐνθένδε θερμότητος ἐνεργείας τε κινητικῆς αἴτιοι καὶ τοῖς ἄλλοις εἰσὶ σωτηρίας· περίκειται δὲ τὸν οὐρανὸν ἀντὶ τιάρας,4 ἐκεῖθεν ὥσπερ ἐπὶ γῆν ὁρμώμενος.

因此,认为这位阿提斯乃是某种半神,亦非不合情理——因为神话确实亦有此意;或者更确切地说,他完全是一位神祇。因为他既从第三造物主处流出,又在去势之后被重新引回诸神之母身旁;然而既然他全然显出倾斜偏向质料之势,若有人将他视作诸神之末位、却又是诸神圣族类之首领,亦不致有失。神话正是出于这一缘故称他为半神,借此表明他与那些不迁不变的神祇之间的差异。因为科律巴斯诸神由母亲赐予,充当他的卫士——他们乃是仅次于诸神的高等族类的三个本原实体。阿提斯亦统辖群狮,群狮与其首领雄狮一同分享温热而火质的实体,首先是火的因由,并借助源自火的热力,成为其他万物的动能活动与拯救的因由;阿提斯更以苍天代法冠披覆周身,仿佛正自彼处向大地奋勇冲驰。

语法注4 条
  1. 167cζηλοτυπήσειν αὐτὴν τῆς πρὸς τὸν Ἄττιν κοινωνίας

    动词 ζηλοτυπέω 支配表示嫉恨对象的人身宾格(αὐτήν)以及表示嫉妒起因的属格(τῆς ... κοινωνίας)。在此表示狮子(火性与热性的因由)因宁芙与阿提斯结合而对其心生嫉妒。

  2. 167cἐποχὴ τῆς ἀπειρίας

    此处为神话中阿提斯去势(ἐκτομή)的哲学寓意解说。ἐποχή 意为“制止、停顿、遏抑”,τῆς ἀπειρίας 为宾格性属格。它象征着质料无节制的流散与无定形(ἀπειρία)被限定的形式(ὡρισμένοις τοῖς εἴδεσιν)予以截断与阻遏。

  3. 168aθεὸν μὲν τῷ παντί

    与格 τῷ παντί 用作副词短语,意为“全然、完全地”,用于纠正并超越前句中较弱的表述“某种半神(ἡμίθεόν τινα)”,强调阿提斯在本体上完全是一位完备的神祇。

  4. 168cπερίκειται δὲ τὸν οὐρανὸν ἀντὶ τιάρας

    动词 περίκειμαι 具有中动态含义(“披覆、戴在周身”),直接支配受格宾语 τὸν οὐρανόν。此句描绘阿提斯以天穹代替弗里吉亚式法冠戴于头顶的象征性神祇图像。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:7-8