- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:11-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安阐释了阿提斯的宇宙论与神意作用:阿提斯降入质料领域以整饬受动界,并复归于诸神之母。此外,他论述了春分优于秋分的原因,强调太阳光线提升灵魂的本性力量。
Τί οὖν εἶναί φαμεν, ὡς ἐν κεφαλαίῳ; κατανοήσαντες ἄχρι τοῦ πέμπτου σώματος οὐ τὸ νοητὸν μόνον, ἀλλὰ καὶ τὰ φαινόμενα ταῦτα σώματα τῆς ἀπαθοῦς ὄντα καὶ θείας μερίδος, ἄχρι τούτου θεοὺς ἐνόμισαν ἀκραιφνεῖς εἶναι· τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων,1 ἐξ ἀιδίου συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, παρ’ αὐτῶν δὲ καὶ δι’ αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς γονίμου καὶ δημιουργικῆς αἰτίας ἡ τῶν ὄντων προμήθεια συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀιδίου, καὶ σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴποι τις, ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς τελευταίας αἰτίας τῶν θεῶν, εἰς ἣν αἱ πάντων οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν. Ὁ γὰρ Ἄττις οὗτος ἔχων τὴν κατάστικτον τοῖς ἄστροις τιάραν εὔδηλον ὅτι τὰς πάντων τῶν θεῶν εἰς τὸν ἐμφανῆ κόσμον ὁρωμένας λήξεις ἀρχὰς ἐποιήσατο τῆς ἑαυτοῦ βασιλείας· ἐπ’ αὐτῷ τὸ μὲν ἀκραιφνὲς καὶ καθαρὸν ἦν ἄχρι γαλαξίου· περὶ τοῦτον δὲ ἤδη τὸν τόπον μιγνυμένου πρὸς τὸ ἀπαθὲς τοῦ παθητοῦ καὶ τῆς ὕλης παρυφισταμένης ἐκεῖθεν, ἡ πρὸς ταύτην κοινωνία κατάβασίς ἐστιν εἰς τὸ ἄντρον, οὐκ ἀκουσίως μὲν γενομένη τοῖς θεοῖς καὶ τῇ τούτων Μητρί, λεγομένη δὲ ἀκουσίως γενέσθαι. φύσει γὰρ ἐν κρείττονι τοὺς θεοὺς ὄντας οὐκ ἐκεῖθεν ἐπὶ τάδε καθέλκειν ἐθέλει τὰ βελτίω, ἀλλὰ διὰ τῆς τῶν κρειττόνων συγκαταβάσεως καὶ ταῦτα ἀνάγειν ἐπὶ τὴν ἀμείνονα καὶ θεοφιλεστέραν λῆξιν. οὕτω τοι καὶ τὸν Ἄττιν οὐ κατεχθραίνουσα μετὰ τὴν ἐκτομὴν ἡ Μήτηρ λέγεται, ἀλλὰ ἀγανακτεῖ μὲν οὐκέτι, ἀγανακτοῦσα δὲ λέγεται διὰ τὴν συγκατάβασιν, ὅτι κρείττων ὢν καὶ θεὸς ἔδωκεν ἑαυτὸν τῷ καταδεεστέρῳ· στήσαντα δὲ αὐτὸν τῆς ἀπειρίας τὴν πρόοδον καὶ τὸ ἀκόσμητον τοῦτο κοσμήσαντα διὰ τῆς πρὸς τὸν ἰσημερινὸν κύκλον συμπαθείας, ἵνα ὁ μέγας Ἥλιος τῆς ὡρισμένης κινήσεως τὸ τελειότατον κυβερνᾷ μέτρον, ἐπανάγει πρὸς ἑαυτὴν ἡ θεὸς ἀσμένως, μᾶλλον δὲ ἔχει παρ’ ἑαυτῇ. καὶ οὐδέποτε γέγονεν, ὅτε μὴ ταῦτα τοῦτον εἶχε τὸν τρόπον, ὅνπερ νῦν ἔχει, ἀλλ’ ἀεὶ μὲν Ἄττις ἐστὶν ὑπουργὸς τῇ Μητρὶ καὶ ἡνίοχος, ἀεὶ δὲ ὀργᾷ εἰς τὴν γένεσιν, ἀεὶ δὲ ἀποτέμνεται τὴν ἀπειρίαν διὰ τῆς ὡρισμένης τῶν εἰδῶν αἰτίας. ἐπαναγόμενος δὲ ὥσπερ ἐκ γῆς τῶν ἀρχαίων αὖθις λέγεται δυναστεύειν σκήπτρων, ἐκπεσὼν μὲν αὐτῶν οὐδαμῶς οὐδὲ ἐκπίπτων, ἐκπεσεῖν δὲ αὐτῶν λεγόμενος διὰ τὴν πρὸς τὸ παθητὸν σύμμιξιν.
概而言之,我们究竟是在主张什么?古人直至第五种物体为止,不仅领会了理知领域,亦领会了这些属于不受动且神圣部分的可见形体,并将直至该处为止的事物视为纯粹的神明。然而,当此世的事物伴随着诸神繁衍的本质而副次生起,质料从永恒起便与诸神共同显现时,由于诸神繁衍与造物原因的充沛丰盈,实存之物的神意(普罗诺亚)——自永恒起便源于诸神并经由诸神而与诸神同具本质,且与宙斯王同登宝座,又是理智诸神的源泉——便通过诸神那所有神明的本质所归结的终极因,将那看似无生气、不毛、废弃之物,以及实存物中可谓滓渣、沉淀与底质的部分,加以整饬、修正并使之转向更为卓越的境界。 因为这位戴着缀满星辰之宝冠的阿提斯,显然是将所有神明在可见宇宙中所展现的领地作为自身王权的开端。就他自身而言,纯粹而无瑕的领域一直延伸至银河;但已在此处周围,当受动者与非受动者相混杂,质料自彼处向下副次生起时,他与这质料的交往便是降入洞穴——这对于诸神及其母亲而言固非不由自主发生,却被说成是不由自主发生的。因为诸神本性居于更卓越的领域,绝不愿将更善之物自彼处下拉至低等事物,而是欲借由卓越者的屈尊俯就,将这些低等事物亦引升至更为优越且更蒙神恩的属地。因此,在去势之后,母亲亦被描述为并未憎恨阿提斯,也不再怀抱愠怒;但她被说成是因其降下而发怒,乃是因为他本为更卓越者与神明,却将自身交付给了低劣之物。然而,当他遏止了无度的推进,并通过与赤道圈的共感整饬了这一混沌的领域——在那里,伟大的太阳统御着受限运动的最完美尺度——女神便欣然将他领回自身身旁,或者说将他留在身侧。而且,从未有过这些事物不处于如现在这般状态的时刻;相反,阿提斯始终是母亲的侍奉者与御者,始终奋力趋向生成,始终通过形式的限定原因斩断无度。他虽被说成是仿佛从大地被领回而重新执掌古老的王权权杖,但他从未从中跌落,亦非正在跌落,不过是由于与受动者的混合而被说成跌落罢了。
Ἀλλ’ ἐκεῖνο ἴσως ἄξιον προσαπορῆσαι· διττῆς γὰρ οὔσης τῆς ἰσημερίας, οὐ τὴν ἐν ταῖς χηλαῖς, τὴν δὲ ἐν τῷ κριῷ προτιμῶσι. τίς οὖν αἰτία τούτου, φανερὸν δήπουθεν. ἐπειδὴ γὰρ ἡμῖν ὁ ἥλιος ἄρχεται τότε πλησιάζειν ἀπὸ τῆς ἰσημερίας, αὐξομένης οἶμαι τῆς ἡμέρας, ἔδοξεν οὗτος ὁ καιρὸς ἁρμοδιώτερος. ἔξω γὰρ τῆς αἰτίας, ἥ φησι τοῖς θεοῖς εἶναι τὸ φῶς σύνδρομον, ἔχειν οἰκείως πιστευτέον τοῖς ἀφεθῆναι τῆς γενέσεως σπεύδουσι τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου.2 σκόπει δὲ ἐναργῶς· ἕλκει μὲν ἀπὸ τῆς γῆς πάντα καὶ προκαλεῖται καὶ βλαστάνειν ποιεῖ τῇ ζωπυρίδι καὶ θαυμαστῇ θέρμῃ, διακρίνων οἶμαι πρὸς ἄκραν λεπτότητα τὰ σώματα, καὶ τὰ φύσει φερόμενα κάτω κουφίζει. τὰ δὴ τοιαῦτα τῶν ἀφανῶν αὐτοῦ δυνάμεων ποιητέον τεκμήρια. ὁ γὰρ ἐν τοῖς σώμασι διὰ τῆς σωματοειδοῦς θέρμης οὕτω τοῦτο ἀπεργαζόμενος πῶς οὐ διὰ τῆς ἀφανοῦς καὶ ἀσωμάτου πάντη καὶ θείας καὶ καθαρᾶς ἐν ταῖς ἀκτῖσιν ἱδρυμένης οὐσίας ἕλξει καὶ ἀνάξει τὰς εὐτυχεῖς ψυχάς; οὐκοῦν ἐπειδὴ πέφηνεν οἰκεῖον μὲν τοῖς θεοῖς τὸ φῶς τοῦτο καὶ τοῖς ἀναχθῆναι σπεύδουσιν, αὔξεται δὲ ἐν τῷ παρ’ ἡμῖν κόσμῳ τὸ τοιοῦτον, ὥστε εἶναι τὴν ἡμέραν μείζω τῆς νυκτός, Ἡλίου τοῦ βασιλέως ἐπιπορεύεσθαι τὸν κριὸν ἀρξαμένου· δέδεικται δὴ καὶ ἀναγωγὸν φύσει τὸ τῶν ἀκτίνων τοῦ θεοῦ διά τε τῆς φανερᾶς ἐνεργείας καὶ τῆς ἀφανοῦς, ὑφ’ ἧς παμπληθεῖς ἀνήχθησαν ψυχαὶ τῶν αἰσθήσεων ἀκολουθήσασαι τῇ φανοτάτῃ καὶ μάλιστα ἡλιοειδεῖ. τὴν γὰρ τοιαύτην τῶν ὀμμάτων αἴσθησιν οὐκ ἀγαπητὴν μόνον οὐδὲ χρήσιμον εἰς τὸν βίον, ἀλλὰ καὶ πρὸς σοφίαν ὁδηγὸν ὁ δαιμόνιος ἀνύμνησε Πλάτων. εἰ δὲ καὶ τῆς ἀρρήτου μυσταγωγίας ἁψαίμην, ἣν ὁ Χαλδαῖος περὶ τὸν ἑπτάκτινα θεὸν ἐβάκχευσεν, ἀνάγων δι’ αὐτοῦ τὰς ψυχάς, ἄγνωστα ἐρῶ,3 καὶ μάλα γε ἄγνωστα τῷ συρφετῷ, θεουργοῖς δὲ τοῖς μακαρίοις γνώριμα· διόπερ αὐτὰ σιωπήσω τανῦν.
然而,另一个问题或许值得进一步探究:分点既有两次,他们为何尊崇在白羊座的分点,而非在天秤座(双螯)的分点?其原因自然是显而易见的。因为自那时起,太阳从分点开始向我们临近,我想白昼渐长,因而这一时节显得更为适宜。因为除了断言光明与诸神相伴相随的缘由之外,人们还必须相信,太阳引人向上的光线对于那些急于从生成中解脱的人是极具亲和力的。请清晰地观察:太阳凭其充满生机且奇妙的热力从大地吸引万物、唤醒它们并使之发芽,我认为这是将物体分化至极度的微细,并使本性下坠之物变得轻盈。必须将此类现象视为其不可见力量的明证。因为那在物体中通过具形的热力达成此效者,又怎能不凭借其光线中所确立的不可见、全然非具形、神圣且纯粹的本质,去吸引并引升那些幸运的灵魂呢?因此,既然已显明这一光明对于诸神以及急于被引升者具有亲和性,且在我们这个宇宙中,当太阳王开始巡行白羊座时,此类光明日益增长以致昼长于夜,那么神的这道光线,便通过其可见与不可见的作用,被证明在本性上具有引人向上的力量;藉由这一力量,无数追随那最为明亮且最具太阳之象的视感官的灵魂已被向上引升。确实,神圣的柏拉图不仅赞美双眼的这种感官乃是珍贵且有益于生活的,更赞美其为通向智慧的向导。但若我触及迦勒底人在狂喜中就那位七芒神所举行的不可言说的秘仪——借由该神将灵魂引升——我将言及未知之事,对于大众而言乃全然未知,但对蒙福的神术家们而言却是熟知的;为此,我此刻将对这些缄默不言。
- 11τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων
短语 τῶν τῇδε παρυποστάντων 作独立属格('当此世诸物副次生起时')。与格 τῇ γονίμῳ... οὐσίᾳ 则呼应复合分词 παρυποστάντων 中的前缀 παρ-,表示'伴随/依附于诸神的繁衍本质'。在句法与义理上,此构词揭示了新柏拉图主义中低阶质料伴随神圣造物本质从永恒中衍生而出的关系。
- 172aἔξω γὰρ τῆς αἰτίας, ἥ φησι τοῖς θεοῖς εἶναι τὸ φῶς σύνδρομον, ἔχειν οἰκείως πιστευτέον τοῖς ἀφεθῆναι τῆς γενέσεως σπεύδουσι τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου
动词性形容词 πιστευτέον('应当相信')作非人称用法,统领带不定式的对格结构(AcI)。不定式的逻辑主语是宾格 τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου('太阳引人向上的光线'),不定式 ἔχειν 与副词 οἰκείως 连用,后接与格 τοῖς ... σπεύδουσι('对……急于……之人')。句子虽有语序倒置与离隔,其骨架清晰表示为'应当相信太阳的光线对那些急于脱离生成之人是相亲和的'。
- 172dεἰ δὲ καὶ τῆς ἀρρήτου μυσταγωγίας ἁψαίμην, ἣν ὁ Χαλδαῖος περὶ τὸν ἑπτάκτινα θεὸν ἐβάκχευσεν, ἀνάγων δι’ αὐτοῦ τὰς ψυχάς, ἄγνωστα ἐρῶ
此处为混合条件句:条件从句使用 εἰ 搭配祈愿语气(ἁψαίμην),表达委婉的假设('倘若我触及……'),而结论主句则采用直陈语气将来时(ἐρῶ,'我将言及……')。这种混合结构表现了作者在提出假设性的冒昧探讨时,对于其必然带来的后果给予了确定的断言。
