- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:5-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将阿提斯界定为在第三造物主之下向质料下沉的繁育性理智因由,对河流、繁星便帽、洞穴及与宁芙交合等神话意象作出形而上学阐释;随后界定诸神之母为理智创制诸神的源泉与至高预见,论述她钟爱阿提斯并训诫其不可向质料下行堕落的哲学内涵。
οὐκοῦν ἐπειδὴ δέδοταί τις καὶ τῶν ἐνύλων εἰδῶν αἰτία προηγουμένη παντελῶς ἄυλος ὑπὸ τὸν τρίτον δημιουργόν,1 ὃς ἡμῖν οὐ τούτων μόνον ἐστίν, ἀλλὰ καὶ τοῦ φαινομένου καὶ πέμπτου σώματος πατὴρ καὶ δεσπότης· ἀποδιελόντες ἐκείνου τὸν Ἄττιν, τὴν ἄχρι τῆς ὕλης καταβαίνουσαν αἰτίαν, καὶ θεὸν γόνιμον Ἄττιν εἶναι καὶ Γάλλον πεπιστεύκαμεν, ὃν δή φησιν ὁ μῦθος ἀνθῆσαι μὲν ἐκτεθέντα παρὰ Γάλλου ποταμοῦ ταῖς δίναις, εἶτα καλὸν φανέντα καὶ μέγαν ἀγαπηθῆναι παρὰ τῆς Μητρὸς τῶν θεῶν. τὴν δὲ τά τε ἄλλα πάντα ἐπιτρέψαι αὐτῷ καὶ τὸν ἀστερωτὸν περιθεῖναι πῖλον. ἀλλ’ εἰ τὴν κορυφὴν σκέπει τοῦ Ἄττιδος ὁ φαινόμενος οὐρανὸς οὑτοσί, τὸν Γάλλον ποταμὸν ἄρα μή ποτε χρὴ τὸν γαλαξίαν αἰνίττεσθαι κύκλον;2 ἐνταῦθα γάρ φασι μίγνυσθαι τὸ παθητὸν σῶμα πρὸς τὴν ἀπαθῆ τοῦ πέμπτου κυκλοφορίαν. ἄχρι τοι τούτων ἐπέτρεψεν ἡ Μήτηρ τῶν θεῶν σκιρτᾶν τε καὶ χορεύειν τῷ καλῷ τούτῳ καὶ ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐμφερεῖ τῷ νοερῷ θεῷ, τῷ Ἄττιδι. ὁ δὲ ἐπειδὴ προϊὼν ἦλθεν ἄχρι τῶν ἐσχάτων, ὁ μῦθος αὐτὸν εἰς τὸ ἄντρον κατελθεῖν ἔφη καὶ συγγενέσθαι τῇ νύμφῃ, τὸ δίυγρον αἰνιττόμενος τῆς ὕλης· καὶ οὐδὲ τὴν ὕλην αὐτὴν νῦν ἔφη, τὴν τελευταίαν δὲ αἰτίαν ἀσώματον, ἣ τῆς ὕλης προϋφέστηκε. λέγεταί τοι καὶ πρὸς Ἡρακλείτου "ψυχῇσιν θάνατος ὑγρῇσι γενέσθαι·" τοῦτον οὖν τὸν Γάλλον, τὸν νοερὸν θεόν, τὸν τῶν ἐνύλων καὶ ὑπὸ σελήνην εἰδῶν συνοχέα, τῇ προτεταγμένῃ τῆς ὕλης αἰτίᾳ συνιόντα,3 συνιόντα δὲ οὐχ ὡς ἄλλον ἄλλῃ, ἀλλ’ οἷον αὐτὸ εἰς ἑαυτὸ λέγομεν ὑποφερόμενον.
因此,既然在第三造物主之下已经确立了具于质料之形式的先在、完全无质料的因由——这位造物主对我们而言不仅是这些形式的父与主宰,亦是可见的第五物体的父与主宰——,我们便将阿提斯作为一直下降至质料的因由从他那里分离出来,并确信阿提斯乃是一位能育的神祇和加洛斯。神话称他被弃置于加洛斯河的漩涡旁而盛开成长,继而因显现得英武俊美而受到诸神之母的钟爱;她将其他一切托付于他,并为他戴上了繁星密布的便帽。然而,如果这肉眼可见的天空遮覆着阿提斯的头顶,那么加洛斯河是否正是暗指银河这一天轮呢?因为人们说,正是在此处,受动性的物体与第五物体之不受动性的圆周运动相交混。诸神之母允许阿提斯这位俊美、犹如太阳光芒般的理智神跳跃舞蹈,恰恰只限于这一界限。然而当他向前下行,来到最末的尽头时,神话便说他下到洞穴中与宁芙交合,此乃暗指质料的湿润性;而且神话方才所说的甚至不是质料本身,而是先于质料存立的最末端的无形因由。诚如赫拉克利特所言: “对灵魂而言,化为湿润即是死亡。” 因此,这位加洛斯,这位理智神,亦即具于质料和月下形式的统摄者,便与排在质料之前的因由相结合——其结合并非如同一个独立之物与另一物相交,而是正如我们所说的某物自身向自身下沉那样。
Τίς οὖν ἡ Μήτηρ τῶν θεῶν; ἡ τῶν κυβερνώντων τοὺς ἐμφανεῖς νοερῶν καὶ δημιουργικῶν θεῶν πηγή, ἡ καὶ τεκοῦσα καὶ συνοικοῦσα τῷ μεγάλῳ Διὶ θεὸς ὑποστᾶσα μεγάλη μετὰ τὸν μέγαν καὶ σὺν τῷ μεγάλῳ δημιουργῷ, ἡ πάσης μὲν κυρία ζωῆς, πάσης δὲ γενέσεως αἰτία, ἡ ῥᾷστα μὲν ἐπιτελοῦσα τὰ ποιούμενα, γεννῶσα δὲ δίχα πάθους καὶ δημιουργοῦσα τὰ ὄντα μετὰ τοῦ πατρός· αὕτη καὶ παρθένος ἀμήτωρ καὶ Διὸς σύνθωκος καὶ μήτηρ θεῶν ὄντως οὖσα πάντων. τῶν γὰρ νοητῶν ὑπερκοσμίων τε θεῶν δεξαμένη πάντων τὰς αἰτίας ἐν ἑαυτῇ πηγὴ τοῖς νοεροῖς ἐγένετο. ταύτην δὲ τὴν θεὸν οὖσαν καὶ πρόνοιαν ἔρως μὲν ὑπῆλθεν ἀπαθὴς Ἄττιδος· ἐθελούσια γὰρ αὐτῇ καὶ κατὰ γνώμην ἐστὶν οὐ τὰ ἔνυλα μόνον εἴδη, πολὺ δὲ πλέον τὰ τούτων αἴτια. τὴν δὴ τὰ γινόμενα καὶ φθειρόμενα σώζουσαν προμήθειαν ἐρᾶν ὁ μῦθος ἔφη τῆς δημιουργικῆς τούτων αἰτίας καὶ γονίμου, καὶ κελεύειν μὲν αὐτὴν ἐν τῷ νοητῷ τίκτειν μᾶλλον καὶ βούλεσθαι μὲν πρὸς ἑαυτὴν ἐπεστράφθαι καὶ συνοικεῖν, ἐπίταγμα δὲ ποιεῖσθαι, μηδενὶ τῶν ἄλλων,4 ἅμα μὲν τὸ ἑνοειδὲς σωτήριον διώκουσαν, ἅμα δὲ φεύγουσαν τὸ πρὸς τὴν ὕλην νεῦσαν· πρὸς ἑαυτήν τε βλέπειν ἐκέλευσεν, οὖσαν πηγὴν μὲν τῶν δημιουργικῶν θεῶν, οὐ καθελκομένην δὲ εἰς τὴν γένεσιν οὐδὲ θελγομένην· οὕτω γὰρ ἔμελλεν ὁ μέγας Ἄττις καὶ κρείττων εἶναι δημιουργός, ἐπείπερ ἐν πᾶσιν ἡ πρὸς τὸ κρεῖττον ἐπιστροφὴ μᾶλλόν ἐστι δραστήριος τῆς πρὸς τὸ χεῖρον νεύσεως. ἐπεὶ καὶ τὸ πέμπτον σῶμα τούτῳ δημιουργικώτερόν ἐστι τῶν τῇδε καὶ θειότερον, τῷ μᾶλλον ἐστράφθαι πρὸς τοὺς θεούς, ἐπεί τοι τὸ σῶμα, κἂν αἰθέρος ᾖ τοῦ καθαρωτάτου, ψυχῆς ἀχράντου καὶ καθαρᾶς, ὁποίαν τὴν Ἡρακλέους ὁ δημιουργὸς ἐξέπεμψεν, οὐδεὶς ἂν εἰπεῖν κρεῖττον τολμήσειε. τότε μέντοι ἦν τε καὶ ἐδόκει μᾶλλον δραστήριος, ἢ ὅτε αὑτὴν ἔδωκεν ἐκείνη σώματι. ἐπεὶ καὶ αὐτῷ νῦν Ἡρακλεῖ ὅλῳ πρὸς ὅλον κεχωρηκότι τὸν πατέρα ῥᾴων ἡ τούτων ἐπιμέλεια καθέστηκεν ἢ πρότερον ἦν, ὅτε ἐν τοῖς ἀνθρώποις σαρκία φορῶν ἐστρέφετο. οὕτως ἐν πᾶσι δραστήριος μᾶλλον ἡ πρὸς τὸ κρεῖττον ἀπόστασις τῆς ἐπὶ τὸ χεῖρον στροφῆς. ὃ δὴ βουλόμενος ὁ μῦθος διδάξαι παραινέσαι φησὶ τὴν Μητέρα τῶν θεῶν τῷ Ἄττιδι θεραπεύειν αὑτὴν καὶ μήτε ἀποχωρεῖν μήτε ἐρᾶν ἄλλης.
那么,诸神之母究竟是谁?她是统辖可见神祇的理智与造物神祇的源泉;她是生育了伟大的宙斯并与之同居的伟大女神,在伟大的造物主之后并与他一同存立;她是统领一切生命的女神,是一切生成的因由;她至为轻便地成就被造之物,毫无受动性地繁衍,并与父一同创制实存之物。她既是无母的童贞女,又是宙斯的同座者,更是名副其实的万神之母。因为她在自身中领受了所有可知与超宇宙诸神的因由,从而成为理智诸神的源泉。而对阿提斯的某种无受动的爱意悄然降临于这位身兼预见(普罗维登斯)的女神心中;因为不仅具于质料的形式,而且其因由更是极投其心意、顺其旨归。神话便说,那护佑生灭万物的预见,深爱着它们那从事创制与繁育的因由,命它宁可在可知世界中繁育,愿它转向自身并与自己同居,更下达敕令,不得与任何其他存在结合——这既是追求统摄为一的拯救,又是逃避向下倾注于质料的偏离。她吩咐他仰望自身,因为她是造物诸神的源泉,既不曾被拖入生成之界,亦未曾受其蛊惑;唯有如此,伟大的阿提斯方能成为更为卓越的造物者,因为在一切事物中,转向更优异者总是比倾向劣弱者更具效能。况且第五物体之所以比凡间之物更具造物效能、更为神圣,正是由于它更为充分地转向诸神;因为即便躯体是由至纯的以太构成的,也决无人敢断言它能优于纯洁无瑕的灵魂——例如造物主所派遣出的赫拉克勒斯的灵魂。然而彼时〔赫拉克勒斯的灵魂〕比起那灵魂将自身托付给肉体之时,确实既更为强大有力,也显得如此;因为如今就连赫拉克勒斯本人,在作为一个整体彻底归于作为整体的父之后,他对人间事物的照料反倒比从前裹挟着血肉之躯在人群中辗转时更为轻而易举。由此可见,在万事万物中,向着更卓越者的超脱总是比向着劣弱者的倒退更为有力。神话意在传授这一道理,因而记述道,诸神之母劝诫阿提斯侍奉她自己,既不可擅自离去,亦不可恋慕他人。
- 5ὑπὸ τὸν τρίτον δημιουργόν
介词 ὑπό 接宾格,表示“在第三造物主之下(统属或位列其下)”,修饰谓语动词 δέδοται,标示其在存在等级秩序中的位置。
- 165cτὸν Γάλλον ποταμὸν ἄρα μή ποτε χρὴ τὸν γαλαξίαν αἰνίττεσθαι κύκλον;
由 μή ποτε 与无人称动词 χρή 构成的委婉推测疑问句(“莫非应当认为…… / 难道不是暗指……?”)。τὸν Γάλλον ποταμόν 与 τὸν γαλαξίαν κύκλον 构成 αἰνίττεσθαι 的主语与宾语(或相关宾格),表达“加洛斯河或许隐喻着银河这一天轮”。
- 165dτοῦτον οὖν τὸν Γάλλον... συνιόντα
宾格分词短语 συνιόντα 构成接在赫拉克利特引文之后的破格句(anacoluthon)或悬空宾格结构,重新承接上文的话题,陈述“这位加洛斯……与先于质料的因由相结合”。
- 166cἐπίταγμα δὲ ποιεῖσθαι, μηδενὶ τῶν ἄλλων
跟在 ἐπίταγμα ποιεῖσθαι(下达敕令)之后的简略表达(brachylogy),与格 μηδενὶ τῶν ἄλλων 之后承前省略了不定词(如 συνοικεῖν 或 συγγενέσθαι),意为“与任何其他存在(皆不可同居/结合)”。
