← 朱利安

众神之母赞歌

§4

天体运动与质料形式的非物质原因

作者探讨作圆周运动的天体何以能蕴含具于质料之形式的无形体因由,论述了灵魂以潜能态领受形式必须预设先行且以现实态存在的无质料因由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Ἐκεῖνο δὲ ἴσως ἄξιον πυθέσθαι, πῶς τὸ κυκλικὸν σῶμα δύναται τὰς ἀσωμάτους ἔχειν αἰτίας τῶν ἐνύλων εἰδῶν. ὅτι μὲν γὰρ δίχα τούτων ὑποστῆναι τὴν γένεσιν οὐκ ἐνδέχεται, πρόδηλόν ἐστί που καὶ σαφές. τοῦ χάριν γάρ ἐστι τοσαῦτα τὰ γιγνόμενα; πόθεν δὲ ἄρρεν καὶ θῆλυ; πόθεν δὲ ἡ κατὰ γένος τῶν ὄντων ἐν ὡρισμένοις εἴδεσι διαφορά, εἰ μή τινες εἶεν προϋπάρχοντες καὶ προϋφεστῶτες λόγοι αἰτίαι τε ἐν παραδείγματος λόγῳ προϋφεστῶσαι; πρὸς ἃς εἴπερ ἀμβλυώττομεν, ἔτι καθαιρώμεθα τὰ ὄμματα τῆς ψυχῆς. κάθαρσις δὲ ὀρθὴ στραφῆναι πρὸς ἑαυτὸν καὶ κατανοῆσαι, πῶς μὲν ἡ ψυχὴ καὶ ὁ ἔνυλος νοῦς ὥσπερ ἐκμαγεῖόν τι τῶν ἐνύλων εἰδῶν καὶ εἰκών ἐστιν. ἓν γὰρ οὐδέν ἐστι τῶν σωμάτων ἢ τῶν περὶ τὰ σώματα γινομένων τε καὶ θεωρουμένων ἀσωμάτων, οὗ τὴν φαντασίαν ὁ νοῦς οὐ δύναται λαβεῖν ἀσωμάτως, ὅπερ οὔποτ’ ἂν ἐποίησεν, εἰ μή τι ξυγγενὲς εἶχεν αὐτοῖς φύσει. ταῦτά τοι καὶ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν ἔφη, πλὴν οὐκ ἐνεργείᾳ, ἀλλὰ δυνάμει. τὴν μὲν οὖν τοιαύτην ψυχὴν καὶ τὴν ἐπεστραμμένην πρὸς τὸ σῶμα δυνάμει ταῦτα ἔχειν ἀναγκαῖον· εἰ δέ τις ἄσχετος εἴη καὶ ἀμιγὴς ταύτῃ, τοὺς λόγους οὐκέτι δυνάμει, πάντας δὲ ὑπάρχειν ἐνεργείᾳ νομιστέον. λάβωμεν δὲ αὐτὰ σαφέστερον διὰ τοῦ παραδείγματος, ᾧ καὶ Πλάτων ἐν τῷ Σοφιστῇ πρὸς ἕτερον μὲν λόγον, ἐχρήσατο δ’ οὖν ὅμως. τὸ παράδειγμα δὲ οὐκ εἰς ἀπόδειξιν φέρω τοῦ λόγου· καὶ γὰρ οὐδὲ ἀποδείξει χρὴ λαβεῖν αὐτόν, ἀλλ’ ἐπιβολῇ μόνῃ, περὶ γὰρ τῶν πρώτων αἰτιῶν ἐστιν ἢ τῶν γε ὁμοστοίχων τοῖς πρώτοις, εἴπερ ἡμῖν ἐστιν, ὥσπερ οὖν ἄξιον νομίζειν, καὶ ὁ Ἄττις θεός. τί δὲ καὶ ποῖόν ἐστι τὸ παράδειγμα; φησί που Πλάτων, τῶν περὶ τὴν μίμησιν διατριβόντων εἰ μὲν ἐθέλοι τις μιμεῖσθαι, ὥστε καθυφεστάναι τὰ μιμητά, ἐργώδη τε εἶναι καὶ χαλεπὴν καὶ νὴ Δία γε τοῦ ἀδυνάτου πλησίον μᾶλλον, εὔκολον δὲ καὶ ῥᾳδίαν καὶ σφόδρα δυνατὴν τὴν διὰ τοῦ δοκεῖν τὰ ὄντα μιμουμένην.1 ὅταν οὖν τὸ κάτοπτρον λαβόντες περιφέρωμεν ἐκ πάντων τῶν ὄντων ῥᾳδίως ἀπομαξάμενοι, δείκνυμεν ἑκάστου τοὺς τύπους. ἐκ τούτου τοῦ παραδείγματος ἐπὶ τὸ εἰρημένον μεταβιβάσωμεν τὸ ὁμοίωμα, ἵν’ ᾖ τὸ μὲν κάτοπτρον ὁ λεγόμενος ὑπὸ Ἀριστοτέλους δυνάμει τόπος εἰδῶν. Αὐτὰ δὲ χρὴ τὰ εἴδη πρότερον ὑφεστάναι πάντως ἐνεργείᾳ τοῦ δυνάμει.2 τῆς τοίνυν ἐν ἡμῖν ψυχῆς, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, δυνάμει τῶν ὄντων ἐχούσης τὰ εἴδη, ποῦ πρῶτον ἐνεργείᾳ θησόμεθα ταῦτα; πότερον ἐν τοῖς ἐνύλοις; ἀλλ’ ἔστι γε ταῦτα φανερῶς τὰ τελευταῖα. λείπεται δὴ λοιπὸν ἀύλους αἰτίας ζητεῖν ἐνεργείᾳ προτεταγμένας τῶν ἐνύλων, αἷς παρυποστᾶσαν καὶ συμπροελθοῦσαν ἡμῶν τὴν ψυχὴν δέχεσθαι μὲν ἐκεῖθεν,3 ὥσπερ ἐξ ὄντων τινῶν τὰ ἔσοπτρα, τοὺς τῶν εἰδῶν ἀναγκαῖον λόγους, ἐνδιδόναι δὲ διὰ τῆς φύσεως τῇ τε ὕλῃ καὶ τοῖς ἐνύλοις τουτοισὶ σώμασιν. ὅτι μὲν γὰρ ἡ φύσις ἐστὶ δημιουργὸς τῶν σωμάτων ἴσμεν, ὡς ὅλη τις οὖσα τοῦ παντός, ἡ δὲ καθ’ ἕκαστον ἑνὸς ἑκάστου τῶν ἐν μέρει, πρόδηλόν ἐστί που καὶ σαφές, ἀλλ’ ἡ φύσις ἐνεργείᾳ δίχα φαντασίας ἐν ἡμῖν, ἡ δὲ ὑπὲρ ταύτης ψυχὴ καὶ τὴν φαντασίαν προσείληφεν. εἰ τοίνυν ἡ φύσις καὶ ὧν οὐκ ἔχει τὴν φαντασίαν ἔχειν ὅμως ὁμολογεῖται τὴν αἰτίαν, ἀνθ’ ὅτου πρὸς θεῶν οὐχὶ τοῦτο αὐτὸ μᾶλλον ἔτι καὶ πρεσβύτερον τῇ ψυχῇ δώσομεν, ὅπου καὶ φανταστικῶς αὐτὸ γιγνώσκομεν ἤδη καὶ λόγῳ καταλαμβάνομεν; εἶτα τίς οὕτως ἐστὶ φιλόνεικος, ὡς τῇ φύσει μὲν ὑπάρχειν ὁμολογεῖν τοὺς ἐνύλους λόγους, εἰ καὶ μὴ πάντας καὶ κατὰ τὸ αὐτὸ ἐνεργείᾳ, ἀλλὰ δυνάμει γε πάντας, τῇ ψυχῇ δὲ μὴ δοῦναι τοῦτο αὐτό; οὐκοῦν εἰ δυνάμει μὲν ἐν τῇ φύσει καὶ οὐκ ἐνεργείᾳ τὰ εἴδη, δυνάμει δὲ ἔτι καὶ ἐν τῇ ψυχῇ καθαρώτερον καὶ διακεκριμένως μᾶλλον, ὥστε δὴ καὶ καταλαμβάνεσθαι καὶ γινώσκεσθαι, ἐνεργείᾳ δὲ οὐδαμοῦ· πόθεν ἀναρτήσομεν τῆς ἀειγενεσίας τὰ πείσματα; ποῦ δὲ ἑδράσομεν τοὺς ὑπὲρ τῆς ἀιδιότητος κόσμου λόγους; τὸ γάρ τοι κυκλικὸν σῶμα ἐξ ὑποκειμένου καὶ εἴδους ἐστίν. ἀνάγκη δὴ οὖν, εἰ καὶ μήποτε ἐνεργείᾳ ταῦτα δίχα ἀλλήλων, ἀλλὰ ταῖς γε ἐπινοίαις ἐκεῖνα πρῶτα ὑπάρχοντα εἶναί τε καὶ νομίζεσθαι πρεσβύτερα.

然而或许值得探讨的是:那作圆周运动的物体何以能够拥有具于质料之形式的无形体之因由?因为,若无这些因由,生成便不可能成立,此点对众人皆是昭然若揭的。世间所化生之物何以如此繁多?雌雄牝牡又从何而来?若非存在某些预先存在且预先存立的原理,以及按范型之原理预先存立的因由,存在者按种属在确定形式中的分化又从何而来?倘若我们对此视界昏蒙,便当进一步涤净心灵的眼目。而正确的涤净乃是反躬自省,领会心灵与具于质料的智性何以堪称具于质料之形式的印模与影像。因为在物体或围绕物体生成并受观照的无形属性中,绝无任何一者是智性无法以无形方式摄取其表象的;若智性在天性上与它们无相通之物,它绝不可能做到这一点。正因如此,亚里士多德亦称灵魂为“形式的居所”,只是并非以现实态,而是以潜能态。因此,这样一种转向物体的灵魂,必然是以潜能态拥有这些形式;但若有某种灵魂超然自立且不与此相混杂,则必须认为它拥有的原理已非以潜能态,而是全以现实态存在。让我们通过柏拉图在《智者篇》中所用的范例来更清晰地理解这些事,尽管他是用于另一论证。我提出此范例并非为了论证这道理;因为人们本不应以论证去把握它,而唯借直观把握,因它关乎第一因,或至少关乎与第一因同列之物,若如理当认定的那样,对我们而言阿提斯亦为一尊神祇。那么,这是个怎样且具有何种性质的范例?柏拉图在某处说,在从事模仿的人中,若有人试图以使模仿之物实际存立的方式去模仿,这乃是费力、艰涩且指宙斯起誓近乎不可能之事;但若通过表象去模仿存在的事物,则是轻便、容易且极其可行的。因此,当我们拿起镜子四处转动时,便能轻易从一切存在的事物中印取肖像,展现出各自的模型。且让我们从这个范例将相似性引申至前述之事:镜子便是亚里士多德所言“以潜能态存在的形式居所”。 然而,形式自身在现实态中的存立,无论如何必须先于潜能态者。既然正如亚里士多德亦以为的那样,我们体内的灵魂以潜能态拥有存在者的形式,那么我们首先应当将现实态的这些形式安立于何处?是在具于质料的事物之中吗?然而这显然是居于最末者。因此剩下的便唯有去寻求在现实态中先于具于质料者而确立的无质料因由;我们的灵魂与这些因由并存且一同下行,因而必然从彼处领受诸形式的原理,犹如镜子从实存之物中领受影像一般,并通过自然将其赋予质料与这些具于质料的物体。因为我们知道自然乃是物体的造化者——作为宇宙整体的自然造化全体,而各个分立的自然则造化每一局部事物,此点昭然若揭——但自然在我们体内是以现实态运作而无表象,而高于它的灵魂则兼具表象。既然自然连它并不具备表象之物亦被公认拥有其因由,那么看在诸神的份上,我们为何不将这同一因由,甚或更为尊贵古老之理赋予灵魂呢?尤其是我们已然能通过表象认识它并通过理性把握它。更有何人会如此好辩,以致于承认自然拥有具于质料之原理(纵非全部同时以现实态存在,但至少全部以潜能态存在),却不肯将这赋予灵魂呢?因此,若形式在自然中是以潜能态而非现实态存在,在灵魂中也仍是以潜能态,以更纯粹且更分明的方式存在(以致确实能被把握和认识),而在现实态中却无处可寻,那么我们将把永恒生成的缆索悬挂于何处?又将把关于宇宙永恒性的论述奠基于何方?须知,那作圆周运动的物体乃是由载体与形式构成的。因此,纵然二者在现实态中绝不能彼此分离,但在观念中,那些先行存立的形式必然先行存在,并被视为更为古老。

语法注3 条
  1. 163dτὴν διὰ τοῦ δοκεῖν τὰ ὄντα μιμουμένην

    此表述化用了柏拉图《智者篇》中对模仿术的区分。阴性单数现在分词 μιμουμένην 省略了被修饰的名词(τέχνην 或 μίμησιν),实际上充当名词性短语,意为“通过表象模仿存在之物的技艺/模仿”。

  2. 164aπρότερον ὑφεστάναι πάντως ἐνεργείᾳ τοῦ δυνάμει

    比较级副词 πρότερον 支配带有冠词的中性单数属格 τοῦ δυνάμει(“处于潜能态者”或“潜能态”)作为比较属格,意为“形式自身在现实态中的存立,无论如何必须先于处于潜能态者”。

  3. 164bαἷς παρυποστᾶσαν καὶ συμπροελθοῦσαν ἡμῶν τὴν ψυχὴν δέχεσθαι μὲν ἐκεῖθεν

    与格关系代词 αἷς 指代前述的“无质料因由”(ἀύλους αἰτίας),受分词 παρυποστᾶσαν 和 συμπροελθοῦσαν 中的前缀 παρά- 和 σύν- 支配。这对性数格一致的宾格分词与 ἡμῶν τὴν ψυχήν 一同充当非人称结构所引导的不定词 δέχεσθαι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:4