← 朱利安

众神之母赞歌

§3

阿提斯的哲学本性与造物知性

作者在哲学与形而上学层面将阿提斯界定为主管生成的第三造物主的最下层神性本性,驳斥了漫步学派将质料与形式归因于第五元素的观点,主张将其与柏拉图及神谕相调和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Ὑπὲρ δὲ ὧν εἰπεῖν ἐπῆλθέ μοι παρ’ αὐτὸν ἄρτι τὸν τῆς ἁγιστείας καιρόν, ἀκούω μὲν ἔγωγε καὶ Πορφυρίῳ τινὰ πεφιλοσοφῆσθαι περὶ αὐτῶν, οὐ μὴν οἶδά γε, οὐ γὰρ ἐνέτυχον, εἰ καὶ συνενεχθῆναί που συμβαίη τῷ λόγῳ. τὸν Γάλλον δὲ ἐγὼ τουτονὶ καὶ τὸν Ἄττιν αὐτὸς οἴκοθεν ἐπινοῶ τοῦ γονίμου καὶ δημιουργικοῦ νοῦ τὴν ἄχρι τῆς ἐσχάτης ὕλης ἅπαντα γεννῶσαν οὐσίαν εἶναι, ἔχουσάν τε ἐν ἑαυτῇ πάντας τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ἐνύλων εἰδῶν· οὐ γὰρ δὴ πάντων ἐν πᾶσι τὰ εἴδη, οὐδὲ ἐν τοῖς ἀνωτάτω καὶ πρώτοις αἰτίοις τὰ τῶν ἐσχάτων καὶ τελευταίων, μεθ’ ἃ οὐδέν ἐστιν ἢ τὸ τῆς στερήσεως ὄνομα μετὰ ἀμυδρᾶς ἐπινοίας. οὐσῶν δὴ πολλῶν οὐσιῶν καὶ πολλῶν πάνυ δημιουργῶν τοῦ τρίτου δημιουργοῦ,1 ὃς τῶν ἐνύλων εἰδῶν τοὺς λόγους ἐξῃρημένους ἔχει καὶ συνεχεῖς τὰς αἰτίας, ἡ τελευταία καὶ μέχρι γῆς ὑπὸ περιουσίας τοῦ γονίμου διὰ τῆς ἄνωθεν παρὰ τῶν ἄστρων καθήκουσα φύσις ὁ ζητούμενός ἐστιν Ἄττις. ἴσως δὲ ὑπὲρ οὗ λέγω χρὴ διαλαβεῖν σαφέστερον. εἶναί τι λέγομεν ὕλην, ἀλλὰ καὶ ἔνυλον εἶδος. ἀλλὰ τούτων εἰ μή τις αἰτία προτέτακται, λανθάνοιμεν ἂν ἑαυτοὺς εἰσάγοντες2 τὴν Ἐπικούρειον δόξαν. ἀρχαῖν γὰρ δυοῖν εἰ μηδέν ἐστι πρεσβύτερον, αὐτόματός τις αὐτὰς φορὰ καὶ τύχη συνεκλήρωσεν. ἀλλ’ ὁρῶμεν, φησὶ Περιπατητικός τις ἀγχίνους ὥσπερ ὁ Ξέναρχος, τούτων αἴτιον ὂν τὸ πέμπτον καὶ κυκλικὸν σῶμα.3 γελοῖος δὲ καὶ Ἀριστοτέλης ὑπὲρ τούτων ζητῶν τε καὶ πολυπραγμονῶν, ὁμοίως δὲ καὶ Θεόφραστος· ἠγνόησε γοῦν τὴν ἑαυτοῦ φωνήν. ὥσπερ γὰρ εἰς τὴν ἀσώματον οὐσίαν ἐλθὼν καὶ νοητὴν ἔστη μὴ πολυπραγμονῶν τὴν αἰτίαν, ἀλλὰ φὰς οὕτω ταῦτα πεφυκέναι· χρῆν δὲ δήπουθεν καὶ ἐπὶ τοῦ πέμπτου σώματος τὸ πεφυκέναι ταύτῃ λαμβάνοντα μηκέτι ζητεῖν τὰς αἰτίας, ἵστασθαι δὲ ἐπὶ αὐτῶν καὶ μὴ πρὸς τὸ νοητὸν ἐκπίπτειν ὂν μὲν οὐδὲν φύσει καθ’ ἑαυτό, ἔχον δὲ ἄλλως κενὴν ὑπόνοιαν. τοιαῦτα γὰρ ἐγὼ μέμνημαι τοῦ Ξενάρχου λέγοντος ἀκηκοώς. εἰ μὲν οὖν ὀρθῶς ἢ μὴ ταῦτα ἐκεῖνος ἔφη, τοῖς ἄγαν ἐφείσθω Περιπατητικοῖς ὀνυχίζειν, ὅτι δὲ οὐ προσηνῶς ἐμοὶ παντί που δῆλον, ὅπου γε καὶ τὰς Ἀριστοτελικὰς ὑποθέσεις ἐνδεεστέρως ἔχειν ὑπολαμβάνω, εἰ μή τις αὐτὰς ἐς ταὐτὸ τοῖς Πλάτωνος ἄγοι, μᾶλλον δὲ καὶ ταῦτα ταῖς ἐκ θεῶν δεδομέναις προφητείαις.

至于在这圣祭之期我正欲论及的事体,我固然听闻波菲利亦曾对此做过若干哲学探讨,然而我委实不知——因我不曾寓目其书——我的论述与他是否有所暗合。但我本人凭一己之思忖以为,这位加洛斯即阿提斯,乃是那化生万物直至最末质料的生殖与创世心灵的实质,并在其自身中包容着具于质料之形式的一切原理与根由。因为并非所有事物的形式皆存于万有之中,亦非至高至先的因由中便包含那最末最后之物的形式,而越过这最末之物便别无所有,唯有伴随模糊意象的“亏缺”之名而已。在存在诸多实质与诸多造物主之中,第三造物主超然拥有具于质料之形式的诸原理,并连贯掌握其因由,其由于生成之力的充沛繁盛而自上由星辰垂降至大地的最末本性,便是我们所探求的阿提斯。或许对于我所言者,还需辨明得更为清晰才是。我们说质料为一物,具于质料之形式亦为一物。然而若无先行置于这二者之前的因由,我们便会在不知不觉中引入了伊壁鸠鲁的学说。因为倘若这二原理之前再无更古之物,则必是某种自发的运动与偶然将二者结合在一起。“然而我们看到,”某位如克塞纳尔科斯般机敏的漫步学派门人说,“第五种作圆周运动的物体才是这些的因由。”他又说:“亚里士多德在这些事上探索追究亦属可笑,泰奥弗拉斯托斯同样如此;他终究未能领会自己的言论。因为他既已达于无形体且可知解的实质,便停止追究其因由,而言其本性自来如此;那么对于这第五种物体,他理当同样认定其本性如是,不再探求其因由,止步于此,而不应逸出至那可知解之界——可知解之物凭其自身在自然中本无所有,唯引致虚妄的悬想而已。”我确实记得曾听闻克塞纳尔科斯道出此番见解。至于他所言正确与否,且任由那些极端的漫步学派学者去斤斤计较;但我对此绝不以为然,此点对众人皆是不言而喻的,盖因我认为,若不将亚里士多德的假定与柏拉图的假定相统一,甚或更进一步,将其统摄于神所赋予的预言神谕之下,便连亚里士多德的假定本身亦存在欠缺。

语法注3 条
  1. 161dτοῦ τρίτου δημιουργοῦ

    属格 τοῦ τρίτου δημιουργοῦ 作为领属属格,修饰跨过关系从句(ὃς τῶν ἐνύλων εἰδῶν...)而置于其后的名词短语 ἡ τελευταία καὶ μέχρι γῆς... φύσις(“第三造物主的最末本性”),体现了显著的倒置隔置(hyperbaton)。

  2. 162aλανθάνοιμεν ἂν ἑαυτοὺς εἰσάγοντες

    λανθάνω 与宾格反身代词(ἑαυτούς)及分词(εἰσάγοντες)连用的惯用句式,意为“不知不觉中便引入了”或“未曾察觉地导致”。

  3. 162bτούτων αἴτιον ὂν τὸ πέμπτον καὶ κυκλικὸν σῶμα

    依存于 ὁρῶμεν 的宾格分词补足语结构(acc. + ptcp.),其中 τὸ πέμπτον καὶ κυκλικὸν σῶμα 为主语,αἴτιον ὄν 为表语分词(“我们看到第五种作圆周运动的物体是这些的因由”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:3