← 朱利安

众神之母赞歌

§1-2

诸神之母密仪的传播与克劳狄娅的奇迹

尤利安阐述了阿提斯与诸神之母密仪的渊源及其向希腊和罗马的传播,记叙了迎奉神像时克劳狄娅·昆塔的奇迹,并驳斥了轻视这一城邦传统的自负文人的怀疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ἆρά γε χρὴ φάναι καὶ ὑπὲρ τούτων; καὶ ὑπὲρ τῶν ἀρρήτων γράψομεν καὶ τὰ ἀνέξοιστα ἐξοίσομεν καὶ τὰ ἀνεκλάλητα ἐκλαλήσομεν; τίς μὲν ὁ Ἄττις ἤτοι Γάλλος, τίς δὲ ἡ τῶν θεῶν Μήτηρ, καὶ ὁ τῆς ἁγνείας ταυτησὶ τρόπος ὁποῖος, καὶ προσέτι τοῦ χάριν οὑτοσὶ τοιοῦτος ἡμῖν ἐξ ἀρχῆς κατεδείχθη, παραδοθεὶς μὲν ὑπὸ τῶν ἀρχαιοτάτων Φρυγῶν, παραδεχθεὶς δὲ πρῶτον ὑφ’ Ἑλλήνων, καὶ τούτων οὐ τῶν τυχόντων, ἀλλ’ Ἀθηναίων, ἔργοις διδαχθέντων, ὅτι μὴ καλῶς ἐτώθασαν ἐπὶ τῷ τελοῦντι τὰ ὄργια τῆς Μητρός;1 λέγονται γὰρ οὗτοι περιυβρίσαι καὶ ἀπελάσαι τὸν Γάλλον ὡς τὰ θεῖα καινοτομοῦντα, οὐ ξυνέντες ὁποῖόν τι τῆς θεοῦ τὸ χρῆμα καὶ ὡς ἡ παρ’ αὐτοῖς τιμωμένη Δηὼ καὶ Ῥέα καὶ Δημήτηρ. εἶτα μῆνις τὸ ἐντεῦθεν τῆς θεοῦ καὶ θεραπεία τῆς μήνιδος. ἡ γὰρ ἐν πᾶσι τοῖς καλοῖς ἡγεμὼν γενομένη τοῖς Ἕλλησιν, ἡ τοῦ Πυθίου πρόμαντις θεοῦ, τὴν τῆς Μητρὸς τῶν θεῶν μῆνιν ἐκέλευσεν ἱλάσκεσθαι· καὶ ἀνέστη, φασίν, ἐπὶ τούτῳ τὸ μητρῷον, οὗ τοῖς Ἀθηναίοις δημοσίᾳ πάντα ἐφυλάττετο τὰ γραμματεῖα. μετὰ δὴ τοὺς Ἕλληνας αὐτὰ Ῥωμαῖοι παρεδέξαντο, συμβουλεύσαντος καὶ αὐτοῖς τοῦ Πυθίου ἐπὶ τὸν πρὸς Καρχηδονίους πόλεμον ἄγειν ἐκ Φρυγίας τὴν θεὸν σύμμαχον. καὶ οὐδὲν ἴσως κωλύει προσθεῖναι μικρὰν ἱστορίαν ἐνταῦθα.

我们究竟是否应当论及这些事呢?我们难道还要就不可言说之事著述,将不可泄露之事泄露,把不可宣扬之事宣扬出来吗?阿提斯即加洛斯为何人,诸神之母又为何人,这一净涤的仪式究竟为何样,况且这套规矩究竟为何自始就昭示于我们——它由最古老的弗里吉亚人所传授,并首先被希腊人所接受,而且不是寻常之辈,正是那些因切身受教而得知嘲弄施行母神密仪者实属不当的雅典人?因为据说这些人曾侮辱并驱逐了那位加洛斯,指责他在神圣事物上别出心裁,却不明白这位女神的威能是何等性质,以及她正是他们自己所崇奉的得奥、瑞亚与德墨忒尔。此后便引发了女神的愤怒,以及对这愤怒的平息。因为在一切善事上成为希腊人引领者的皮提亚神的女先知,命令他们平息诸神之母的愤怒;正如人们所说,雅典人为此建立了母神殿,其公家的一切案卷文书皆保管于此。继希腊人之后,罗马人亦接纳了这些仪轨,盖因在对迦太基人的战争中,皮提亚神亦曾劝导他们从弗里吉亚将这位女神迎为盟友。在此附叙一小段史话,或许亦无不可。

§2

μαθόντες γὰρ τὸν χρησμὸν στέλλουσιν οἱ τῆς θεοφιλοῦς οἰκήτορες Ῥώμης πρεσβείαν αἰτήσουσαν παρὰ τῶν Περγάμου βασιλέων, οἳ τότε ἐκράτουν τῆς Φρυγίας, καὶ παρ’ αὐτῶν δὲ τῶν Φρυγῶν τῆς θεοῦ τὸ ἁγιώτατον ἄγαλμα. λαβόντες δὲ ἦγον τὸν ἱερὸν φόρτον ἐνθέντες εὐρείᾳ φορτίδι πλεῖν εὐπετῶς δυναμένῃ τὰ τοσαῦτα πελάγη. περαιωθεῖσα δὲ Αἴγαιόν τε καὶ Ἰόνιον, εἶτα περιπλεύσασα Σικελίαν τε καὶ τὸ Τυρρηνὸν πέλαγος ἐπὶ τὰς ἐκβολὰς τοῦ Τύβριδος κατήγετο· καὶ δῆμος ἐξεχεῖτο τῆς πόλεως σὺν τῇ γερουσίᾳ, ὑπήντων γε μὴν πρὸ τῶν ἄλλων ἱερεῖς τε καὶ ἱέρειαι πᾶσαι καὶ πάντες ἐν κόσμῳ τῷ πρέποντι κατὰ τὰ πάτρια, μετέωροι πρὸς τὴν ναῦν οὐριοδρομοῦσαν ἀποβλέποντες, καὶ περὶ τὴν τρόπιν ἀπεσκόπουν τὸ ῥόθιον σχιζομένων τῶν κυμάτων· εἶτα εἰσπλέουσαν ἐδεξιοῦντο τὴν ναῦν προσκυνοῦντες ἕκαστος ὡς ἔτυχε προσεστὼς πόρρωθεν. ἡ δὲ ὥσπερ ἐνδείξασθαι τῷ Ῥωμαίων ἐθέλουσα δήμῳ, ὅτι μὴ ξόανον ἄγουσιν ἀπὸ τῆς Φρυγίας ἄψυχον, ἔχει δὲ ἄρα δύναμίν τινα μείζω καὶ θειοτέραν ὃ δὴ παρὰ τῶν Φρυγῶν λαβόντες ἔφερον, ἐπειδὴ τοῦ Τύβριδος ἥψατο, τὴν ναῦν ἵστησιν ὥσπερ ῥιζωθεῖσαν ἐξαίφνης κατὰ τοῦ Τύβριδος. εἷλκον δὴ οὖν πρὸς ἀντίον τὸν ῥοῦν, ἡ δὲ οὐχ εἵπετο. ὡς βραχέσι δὲ ἐντετυχηκότες ὠθεῖν ἐπειρῶντο τὴν ναῦν, ἡ δὲ οὐκ εἶκεν ὠθούντων. πᾶσα δὲ μηχανὴ προσήγετο τὸ ἐντεῦθεν, ἡ δὲ οὐχ ἧττον ἀμετακίνητος ἦν· ὥστε ἐμπίπτει κατὰ τῆς ἱερωμένης τὴν παναγεστάτην ἱερωσύνην παρθένου δεινὴ καὶ ἄδικος ὑποψία, καὶ τὴν Κλωδίαν ᾐτιῶντο· τοῦτο γὰρ ὄνομα ἦν τῇ σεμνῇ παρθένῳ· μὴ παντάπασιν ἄχραντον μηδὲ καθαρὰν φυλάττειν ἑαυτὴν τῇ θεῷ·2 ὀργίζεσθαι οὖν αὐτὴν καὶ μηνίειν ἐμφανῶς· ἐδόκει γὰρ ἤδη τοῖς πᾶσιν εἶναι τὸ χρῆμα δαιμονιώτερον. ἡ δὲ τὸ μὲν πρῶτον αἰδοῦς ὑπεπίμπλατο πρός τε τὸ ὄνομα καὶ τὴν ὑποψίαν· οὕτω πάνυ πόρρω ἐτύγχανε τῆς αἰσχρᾶς καὶ παρανόμου πράξεως. ἐπεὶ δὲ ἑώρα τὴν αἰτίαν ἤδη καθ’ ἑαυτῆς ἐξισχύουσαν, περιελοῦσα τὴν ζώνην καὶ περιθεῖσα τῆς νεὼς τοῖς ἄκροις, ὥσπερ ἐξ ἐπιπνοίας τινὸς ἀποχωρεῖν ἐκέλευεν ἅπαντας, εἶτα ἐδεῖτο τῆς θεοῦ μὴ περιιδεῖν αὐτὴν ἀδίκοις ἐνεχομένην βλασφημίαις. βοῶσα δὲ ὥσπερ τι κέλευσμα, φασί, ναυτικόν, Δέσποινα Μῆτερ εἴπερ εἰμὶ σώφρων, ἕπου μοι, ἔφη. καὶ δὴ τὴν ναῦν οὐκ ἐκίνησε μόνον, ἀλλὰ καὶ εἵλκυσεν ἐπὶ πολὺ πρὸς τὸν ῥοῦν· καὶ δύο ταῦτα Ῥωμαίοις ἔδειξεν ἡ θεὸς οἶμαι κατ’ ἐκείνην τὴν ἡμέραν. ὡς οὔτε μικροῦ τινος τίμιον ἀπὸ τῆς Φρυγίας ἐπήγοντο φόρτον, ἀλλὰ τοῦ παντὸς ἄξιον, οὔτε ὡς ἀνθρώπινον τοῦτον, ἀλλὰ ὄντως θεῖον, οὔτε ἄψυχον γῆν, ἀλλὰ ἔμπνουν τι χρῆμα καὶ δαιμόνιον. ἓν μὲν δὴ τοιοῦτον ἔδειξεν αὐτοῖς ἡ θεός· ἕτερον δέ, ὡς τῶν πολιτῶν οὐδὲ εἷς λάθοι ἂν αὐτὴν χρηστὸς ἢ φαῦλος ὤν. κατωρθώθη μέντοι καὶ ὁ πόλεμος αὐτίκα Ῥωμαίοις πρὸς Καρχηδονίους, ὥστε τὸν τρίτον ὑπὲρ τῶν τειχῶν αὐτῆς μόνον Καρχηδόνος γενέσθαι. Τὰ μὲν οὖν τῆς ἱστορίας, εἰ καί τισιν ἀπίθανα δόξει καὶ φιλοσόφῳ προσήκειν οὐδὲν οὐδὲ θεολόγῳ, λεγέσθω μὴ μεῖον, κοινῇ μὲν ὑπὸ πλείστων ἱστοριογράφων ἀναγραφόμενα, σωζόμενα δὲ καὶ ἐπὶ χαλκῶν εἰκόνων ἐν τῇ κρατίστῃ καὶ θεοφιλεῖ Ῥώμῃ. καίτοι με οὐ λέληθεν ὅτι φήσουσιν αὐτά τινες τῶν λίαν σοφῶν ὕθλους εἶναι γρᾳδίων οὐκ ἀνεκτούς. ἐμοὶ δὲ δοκεῖ ταῖς πόλεσι πιστεύειν μᾶλλον τὰ τοιαῦτα ἢ τουτοισὶ τοῖς κομψοῖς, ὧν τὸ ψυχάριον δριμὺ μέν, ὑγιὲς δὲ οὐδὲ ἓν βλέπει.3

获悉神谕之后,蒙神眷顾之罗马的居民便派遣使团,向当时统治弗里吉亚的帕加马诸王以及弗里吉亚人自身求取女神至圣的雕像。他们得到雕像后,便将其置于足以轻易航行如此广阔海面的宽大商船之上,运载着这神圣的货物。船只渡过爱琴海与伊奥尼亚海,继而绕过西西里与第勒尼安海,抵达台伯河口;全城民众连同元老院皆涌出城外,而全体祭司与女祭司尤先于众人,依照祖制身着合宜的盛服迎上前去,满怀期待地凝视着顺风驰骋的船只,并注视着波涛被劈开时船底周围翻卷的浪花;随后,当船驶入河口时,众人皆在各自站立的远处躬身顶礼,欢迎船只。然而她〔女神〕仿佛意在向罗马民众昭示,他们从弗里吉亚迎来的并非毫无生气的木雕神像,而是他们从弗里吉亚人那里迎奉而来的实有一种更伟大、更神圣的力量;她方一触及台伯河,便使船只如在河底骤然生根一般停住不动。他们逆着水流拉曳,船却不随之而动;以为搁浅而试图推移,船在众人的推挤下亦毫不退让。此后用尽一切机械之法,船依旧岿然不动;以致于对主持至圣祭司职务的处女产生了可怕而不义的猜忌,众人指责克劳狄娅——这位尊贵的处女便叫此名——未能为女神守身纯洁无暇;并认为女神由此大怒而显露神谴,因为在所有人看来,此事已然带有神灵异能之象。起初,她因听闻此等指名与猜忌而满面羞惭,因她与那可耻非法的行径本是截然无涉。但当她见到指向自己的指控已日渐势盛,便解下腰带系在船头,仿佛受神灵启示一般命众人退后;继而她祈求女神切勿任凭自己蒙受不义的毁谤。据说她如水手发号施令般高声喊道:“主母之神啊,若我确属贞淑,便随我前行吧!”言罢,她不仅使得船只动弹,更逆流将其拖行甚远;我想,女神在那一天向罗马人昭示了这两件事:其一,他们从弗里吉亚迎来的绝非微薄之物,而是价值连城之宝,绝非凡俗之品,而是真正神圣之物,绝非无生气的泥土,而是充满灵气的神圣造化。女神向他们昭示了这一桩事;另一桩则是,城邦公民无论贤愚善恶,皆无一人能避开她的洞察。此后罗马人对迦太基人的战事亦立刻进展顺利,以致第三次战争仅仅是在迦太基城墙之下展开。 因此,这些史实纵使在某些人看来不可置信,且全然不适于哲人或神学家,然而仍当如实叙说,因其已为多数史家共同记载,并在最强大且蒙神眷顾的罗马被保存于青铜雕像之上。尽管我并非不知,某些自命极其聪明之人必会声称这些是不堪忍受的老妪荒诞之谈;但在我看来,在这些事上宁可相信诸城邦,亦胜于相信那些浮华之徒,彼等的心思虽则尖刻,却未能照见任何健全之理。

语法注3 条
  1. 159aἔργοις διδαχθέντων, ὅτι μὴ καλῶς ἐτώθασαν ἐπὶ τῷ τελοῦντι τὰ ὄργια τῆς Μητρός

    分词 διδαχθέντων 与先行词 Ἀθηναίων 一致。在由 ὅτι 引导的名词性从句中使用了否定词 μή 而非古典标准的 οὐ,体现了后古典希腊语在陈述事实的从属从句中泛用 μή 的倾向。介词短语 ἐπὶ τῷ τελοῦντι 表示嘲弄(τωθάζω)的对象。

  2. 160bκαὶ τὴν Κλωδίαν ᾐτιῶντο ... μὴ παντάπασιν ἄχραντον μηδὲ καθαρὰν φυλάττειν ἑαυτὴν τῇ θεῷ

    表示指责的动词 ᾐτιῶντο 支配人的宾格(τὴν Κλωδίαν),后接表示指控内容的不定式短语(μὴ ... φυλάττειν)。不定式依常规使用否定词 μή。反身代词 ἑαυτήν 作为 φυλάττειν 的直接宾语。

  3. 161bὧν τὸ ψυχάριον δριμὺ μέν, ὑγιὲς δὲ οὐδὲ ἓν βλέπει

    关系代词 ὧν 的先行词为 τουτοισὶ τοῖς κομψοῖς。在主语 τὸ ψυχάριον 之下,形成不对称的 μέν ... δέ 并列结构:前半句为表语形容词 δριμύ(省略联系动词 ἐστί),后半句则由动词 βλέπει 支配中性宾格短语 ὑγιὲς οὐδὲ ἕν(“健全之事毫无一物”)作其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:1-2