← 朱利安

众神之母赞歌

§17-18

禁食鱼猪之由与仪轨带来的身心救赎

作者提出了应当戒绝鱼类的两条缘由,即其未用于尊礼之祭以及潜于深渊的阴质特性,并论述了禁食猪肉及受准食物的标准。此外,他进一步阐释了严守祭仪如何强健灵气(普纽玛),从而使灵魂与肉体同获救赎的机理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

δοκεῖ δὲ ἔμοιγε δυοῖν ἕνεκεν ἄν τις ἰχθύων μάλιστα μὲν ἀεί, πάντως δὲ ἐν ταῖς ἁγιστείαις ἀποσχέσθαι, ἑνὸς μέν, ὅτι τούτων, ἃ μὴ θύομεν τοῖς θεοῖς, οὐδὲ σιτεῖσθαι προσήκει. δέος δὲ ἴσως οὐδέν, μή πού τις ἐνταῦθα λίχνος καὶ γάστρις ἐπιλάβηταί μου,1 ὥς που καὶ πρότερον ἤδη παθὼν αὐτὸ διαμνημονεύω, Διὰ τί δέ; οὐχὶ καὶ θύομεν αὐτῶν πολλάκις τοῖς θεοῖς ; εἰπόντος ἀκούσας. ἀλλ’ εἴχομέν τι καὶ πρὸς τοῦτο εἰπεῖν. καὶ θύομέν γε, ἔφην, ὦ μακάριε, ἔν τισι τελεστικαῖς θυσίαις, ὡς ἵππον Ῥωμαῖοι, ὡς πολλὰ καὶ ἄλλα θηρία καὶ ζῷα, κύνας ἴσως Ἕλληνες Ἑκάτῃ καὶ Ῥωμαῖοι δέ· καὶ πολλὰ παρ’ ἄλλοις ἐστὶ τῶν τελεστικῶν, καὶ δημοσίᾳ ταῖς πόλεσιν ἅπαξ τοῦ ἔτους ἢ δὶς τοιαῦτα θύματα, ἀλλ’ οὐκ ἐν ταῖς τιμητηρίοις, ὧν μόνων κοινωνεῖν ἄξιον καὶ τραπεζοῦν θεοῖς. τοὺς δὲ ἰχθύας ἐν ταῖς τιμητηρίοις οὐ θύομεν, ὅτι μήτε νέμομεν, μήτε τῆς γενέσεως αὐτῶν ἐπιμελούμεθα, μήτε ἡμῖν εἰσιν ἀγέλαι καθάπερ προβάτων καὶ βοῶν οὕτω δὲ καὶ τῶν ἰχθύων. ταῦτα μὲν γὰρ ὑφ’ ἡμῶν βοηθούμενα τὰ ζῷα καὶ πληθύνοντα διὰ τοῦτο δικαίως ἂν ἡμῖν εἴς τε τὰς ἄλλας χρείας ἐπικουροίη καὶ πρό γε τῶν ἄλλων ἐς τιμητηρίους θυσίας. εἷς μὲν δὴ λόγος οὗτος, δι’ ὃν οὐκ οἶμαι δεῖν ἰχθὺν ἐν ἁγνείας καιρῷ προσφέρεσθαι τροφήν. ἕτερος δέ, ὃν καὶ μᾶλλον ἡγοῦμαι τοῖς προειρημένοις ἁρμόζειν, ὅτι τρόπον τινὰ καὶ αὐτοὶ κατὰ τοῦ βυθοῦ δεδυκότες εἶεν ἂν χθονιώτεροι τῶν σπερμάτων, ὁ δὲ ἐπιθυμῶν ἀναπτῆναι καὶ μετέωρος ὑπὲρ τὸν ἀέρα πρὸς αὐτὰς οὐρανοῦ πτῆναι κορυφὰς δικαίως ἂν ἀποστρέφοιτο πάντα τὰ τοιαῦτα, μεταθέοι δὲ καὶ μετατρέχοι τὰ τεινόμενα πρὸς τὸν ἀέρα καὶ σπεύδοντα πρὸς τὸ ἄναντες καί, ἵνα ποιητικώτερον εἴπω, πρὸς τὸν οὐρανὸν ὁρῶντα. ὄρνισιν οὖν ἐπιτρέπει χρῆσθαι πλὴν ὀλίγων, οὓς ἱεροὺς εἶναι πάντῃ συμβέβηκε, καὶ τῶν τετραπόδων τοῖς συνήθεσιν ἔξω τοῦ χοίρου. τοῦτον δὲ ὡς χθόνιον πάντη μορφῇ τε καὶ τῷ βίῳ καὶ αὐτῷ τῷ τῆς οὐσίας λόγῳ. περιττωματικός τε γὰρ καὶ παχὺς τὴν σάρκα· τῆς ἱερᾶς ἀποκηρύττει τροφῆς. φίλον γὰρ εἶναι πεπίστευται θῦμα τοῖς χθονίοις θεοῖς οὐκ ἀπεικότως. ἀθέατον γάρ ἐστιν οὐρανοῦ τουτὶ τὸ ζῷον, οὐ μόνον οὐ βουλόμενον, ἀλλ’ οὐδὲ πεφυκὸς ἀναβλέψαι ποτέ. τοιαύτας μὲν δὴ αἰτίας ὑπὲρ τῆς ἀποχῆς ὧν ἀπέχεσθαι δεῖ εἴρηκεν ὁ θεῖος θεσμός· οἱ ξυνιέντες δὲ κοινούμεθα τοῖς ἐπισταμένοις θεούς.

然而在我看来,人们应当出于两个原因戒食鱼类,最好是恒常如此,但无论如何,在神圣祭仪期间务须戒绝。其一,凡是我们不献给诸神的生物,便亦不宜食用。或许此间毋庸忧虑会有贪嘴贪食之徒向我发难;我至今仍清晰记得曾受过此种责难,只因听见有人言道: “这是为何?难道我们不也屡屡将鱼献给诸神为祭么?” 然而对于这番诘难,我们亦自有一说。我曾言道:“有福的朋友,我们在某些洁净或秘仪的供牲中的确奉献它们,正如罗马人献马,献上许多其他野兽与牲畜,又如希腊人以及罗马人或许亦将犬献予赫卡忒一样;在异族人中亦有许多此类秘仪供牲,各城邦公家每年亦有一两次奉献此类牺牲,但它们绝不出现在旨在尊崇神明的尊礼祭祀之中——唯有这种尊礼之祭,方才配得上与诸神共领其馔并陈设于诸神的筵席。我们在尊礼祭祀中不奉献鱼类,乃是因为我们既不放牧它们,亦不照料其蕃衍,更不像拥有羊群与牛群那样拥有成群的鱼类。因为前一类动物受到我们的救助,并因而蕃息繁衍,理所当然应当为我们的其他需要效力,而尤当首要用于尊礼祭祀。”这便是第一个缘由,正因如此,我认为在斋戒之期绝不当将鱼类作为食物。 至于第二个缘由,我认为这与前述之论更为契合,即鱼类本身在某种意义上亦潜入深渊,因而比种籽更为属于地下阴质。凡渴望振翅高飞,在空气之上翱翔,直抵苍穹之巅顶者,理当摒弃一切此类之物,而当追求并奔向那挺拔向天、疾奔于高处之物,且用更具诗意的话来说,追求那仰望苍穹之物。因此,除少数全然神圣的鸟类外,〔神圣法度〕准许食用禽鸟,亦准许食用习见的四足动物,但猪除外。猪在形态、生活习性以及本性的本质理路等所有方面皆全然属于阴质,因此将其从神圣食物中驱逐;因为它排泄物甚多且肉质粗浊。人们相信它是不由得不讨地下阴府诸神喜爱的牺牲,这并非毫无根据。因为这种动物看不见天空,不仅不愿仰望,甚至根本不具备仰望的天然禀性。神圣法度对于当戒之物的戒绝,便说出了这番道理;我们这些领悟者,便将此与洞悉神意者共同分享。

§18

Ὑπὲρ δὲ ὧν ἐπιτρέπει χρῆσθαι λέγομεν τοσοῦτον, ὡς οὐ πᾶσιν ἅπαντα, τὸ δυνατὸν δὲ ὁ θεῖος νόμος τῇ ἀνθρωπίνῃ φύσει σκοπῶν ἐπέτρεψε χρῆσθαι τουτοισὶ τοῖς πολλοῖς, οὐχ ἵνα πᾶσι πάντες ἐξ ἀνάγκης χρησώμεθα· τοῦτο μὲν γὰρ ἴσως οὐκ εὔκολον· ἀλλ’ ὅπως ἐκείνῳ, ὅτῳ ἄρα πρῶτον μὲν ἡ τοῦ σώματος συγχωρεῖ δύναμις, εἶτά τις περιουσία συντρέχει καὶ τρίτον ἡ προαίρεσις, ἣν ἐν τοῖς ἱεροῖς οὕτως ἄξιον ἐπιτείνειν, ὥστε καὶ ὑπὲρ τὴν τοῦ σώματος δύναμιν ὁρμᾶν καὶ προθυμεῖσθαι τοῖς θείοις ἀκολουθεῖν θεσμοῖς. ἔστι γὰρ δὴ τοῦτο μάλιστα μὲν ἀνυσιμώτερον αὐτῇ τῇ ψυχῇ πρὸς σωτηρίαν, εἰ μείζονα λόγον αὑτῆς, ἀλλὰ μὴ τοῦ σώματος τῆς ἀσφαλείας ποιήσαιτο, πρὸς δὲ καὶ αὐτὸ τὸ σῶμα μείζονος καὶ θαυμασιωτέρας φαίνεται λεληθότως τῆς ὠφελείας μεταλαγχάνον. ὅταν γὰρ ἡ ψυχὴ πᾶσαν ἑαυτὴν δῷ τοῖς θεοῖς, ὅλα τὰ καθ’ ἑαυτὴν ἐπιτρέψασα τοῖς κρείττοσιν, ἑπομένης οἶμαι τῆς ἁγιστείας καὶ πρό γε ταύτης τῶν θείων θεσμῶν ἡγουμένων, ὄντος οὐδενὸς λοιπὸν τοῦ ἀπείργοντος καὶ ἐμποδίζοντος· πάντα γάρ ἐστιν ἐν τοῖς θεοῖς καὶ πάντα περὶ αὐτοὺς ὑφέστηκε καὶ πάντα τῶν θεῶν ἐστι πλήρη· αὐτίκα μὲν αὐταῖς2 ἐλλάμπει τὸ θεῖον φῶς, θεωθεῖσαι δὲ αὗται τόνον τινὰ καὶ ῥώμην ἐπιτιθέασι τῷ συμφύτῳ πνεύματι, τοῦτο δὲ ὑπ’ αὐτῶν στομούμενον ὥσπερ καὶ κρατυνόμενον σωτηρίας ἐστὶν αἴτιον ὅλῳ τῷ σώματι. τὸ δὲ ὅτι μάλιστα μὲν πάσας τὰς νόσους, εἰ δὲ μή, ὅτι τὰς πλείστας καὶ μεγίστας ἐκ τῆς τοῦ πνεύματος εἶναι τροπῆς καὶ παραφορᾶς συμβέβηκεν, οὐδεὶς ὅστις οἶμαι τῶν Ἀσκληπιαδῶν οὐ φήσει.3 οἱ μὲν γὰρ καὶ πάσας φασίν, οἱ δὲ τὰς πλείστας καὶ μεγίστας καὶ ἰαθῆναι χαλεπωτάτας· μαρτυρεῖ δὲ τούτοις καὶ τὰ τῶν θεῶν λόγια, φημὶ δέ, ὅτι διὰ τῆς ἁγιστείας οὐχ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὰ σώματα βοηθείας πολλῆς καὶ σωτηρίας ἀξιοῦται· σώζεσθαι γάρ σφισι καὶ τὸ πικρᾶς ὕλης περίβλημα βρότειον οἱ θεοὶ τοῖς ὑπεράγνοις παρακελευόμενοι τῶν θεουργῶν κατεπαγγέλλονται.

至于准许享用之物,我们只言及一点:神圣律法鉴于人性所能及之限度,方准许享用这诸多之物,并非要我们所有人皆必须全盘受用——因为这或许并不容易——而是为了让那些肉体力量首先容许、其次家资充裕、第三兼具志愿(这志愿在祭仪中理当受到极度激发,以致能超越肉体之力而勇往直前、热切遵循神圣典章)之人能够如此行事。盖因若灵魂能更看重自身,而非肉体的安危,这对于灵魂自身的得救实乃大有裨益;不仅如此,肉体本身亦显而易见会在冥冥之中蒙受更为博大神奇之惠益。因为当灵魂将自身全体奉献于诸神,将关于自身的一切全然托付给更崇高之存在时,我想,只要神圣祭仪随之而行,或者说在此之前神圣典章已然引路,便再无任何阻碍与拦阻之物存留——盖因万物皆在诸神之中,万物皆围绕诸神而立,万物皆充溢着诸神——刹那间神圣之光便朗照灵魂。这些灵魂因被神化而赋予生来俱有的灵气(普纽玛)以某种张力与强力;由灵魂仿佛加以淬砺与坚固的灵气,便成为使整个肉体得救的根由。而至于说哪怕并非全部疾患,但绝大多数乃至最重大的疾病,皆肇始于灵气的转向与紊乱,我相信阿斯克勒庇俄斯的后裔中无人会予以否认。盖因有人谓全部疾病皆然,有人则谓绝大多数、最重大且最难医治者皆然;诸神的神谕对此亦作出了见证,我的意思是:借由神圣祭仪,不仅灵魂,甚至肉体亦配得蒙受莫大的襄助与拯救。因为诸神向神术家中最极端纯洁者宣谕,允诺他们即使是那 “苦涩质料的凡躯披胄”, 亦必将蒙获保全救赎。

语法注3 条
  1. 17δέος δὲ ἴσως οὐδέν, μή πού τις ἐνταῦθα λίχνος καὶ γάστρις ἐπιλάβηταί μου

    带有系动词 ἐστί 省略的担忧句式(δέος ἐστὶ μή + 虚拟式 ἐπιλάβηται),意为“或许并无……之虞”。动词 ἐπιλαμβάνομαι 在此处支配属格 μου,意为“指责、非难、抓住把柄”。

  2. 178bαὐταῖς

    虽然前文中主语为单数的“灵魂”(ἡ ψυχή),但此处依意义一致(constructio ad sensum)转换为阴性复数代词 αὐταῖς(以及随后的 αὗται),指代通常意义下将自身奉献给诸神的诸灵魂。

  3. 178cοὐδεὶς ὅστις ... οὐ φήσει

    成语性的双重否定句式 οὐδεὶς ὅστις οὐ(“无人不……”)。插入语 οἶμαι 与部分属格 τῶν Ἀσκληπιαδῶν 嵌入在关系词 ὅστις 与否定词 οὐ 之间,其骨干结构表达强烈的肯定:“在阿斯克勒庇俄斯的后裔中无人会予以否认”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:17-18