- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:19-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者回顾了自己即兴成篇的过程,概括了雅典娜、狄奥尼索斯、赫尔墨斯及阿提斯的神学功用,最终以向诸神之母献上的全方位祈愿赞歌为全篇收尾。
Τίς οὖν ἡμῖν ὑπολείπεται λόγος, ἄλλως τε καὶ ἐν βραχεῖ νυκτὸς μέρει ταῦτα ἀπνευστὶ ξυνεῖραι συγχωρηθεῖσιν,1 οὐδὲν οὔτε προανεγνωκόσιν οὔτε σκεψαμένοις περὶ αὐτῶν, ἀλλ’ οὐδὲ προελομένοις ὑπὲρ τούτων εἰπεῖν πρὶν ἢ τὰς δέλτους ταύτας αἰτῆσαι; μάρτυς δὲ ἡ θεός μοι τοῦ λόγου. ἀλλ’, ὅπερ ἔφην, τί τὸ λειπόμενον ἡμῖν ὑμνῆσαι τὴν θεὸν μετὰ τῆς Ἀθηνᾶς καὶ τοῦ Διονύσου, ὧν δὴ καὶ τὰς ἑορτὰς ἐν ταύταις ἔθετο ταῖς ἁγιστείαις ὁ νόμος; ὁρῶ μὲν τῆς Ἀθηνᾶς πρὸς τὴν Μητέρα τῶν θεῶν διὰ τῆς προνοητικῆς ἐν ἑκατέραις ταῖς οὐσίαις ὁμοιότητος τὴν συγγένειαν ἐπισκοπῶ δὲ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν, ἣν ἐκ τῆς ἑνοειδοῦς καὶ μονίμου ζωῆς τοῦ μεγάλου Διὸς ὁ μέγας Διόνυσος παραδεξάμενος, ἅτε καὶ προελθὼν ἐξ ἐκείνου, τοῖς φαινομένοις ἅπασιν ἐγκατένειμεν, ἐπιτροπεύων καὶ βασιλεύων τῆς μεριστῆς συμπάσης δημιουργίας. προσήκει δὲ σὺν τούτοις ὑμνῆσαι καὶ τὸν Ἐπαφρόδιτον Ἑρμῆν· καλεῖται γὰρ οὕτως ὑπὸ τῶν μυστῶν ὁ θεὸς οὗτος, ὅσοι λαμπάδας φασὶν ἀνάπτειν Ἄττιδι τῷ σοφῷ. τίς οὖν οὕτω παχὺς τὴν ψυχήν, ὃς οὐ συνίησιν, ὅτι δι’ Ἑρμοῦ μὲν καὶ Ἀφροδίτης ἀνακαλεῖται πάντα πανταχοῦ τὰ τῆς γενέσεως ἔχοντα τὸ ἕνεκά του πάντη καὶ πάντως ὃ τοῦ λόγου μάλιστα ἴδιόν ἐστιν; Ἄττις δὲ οὐχ οὗτός ἐστιν ὁ μικρῷ πρόσθεν ἄφρων, νῦν δὲ ἀκούων2 διὰ τὴν ἐκτομὴν σοφός; ἄφρων μὲν ὅτι τὴν ὕλην εἵλετο καὶ τὴν γένεσιν ἐπιτροπεύει, σοφὸς δὲ ὅτι τὸ σκύβαλον τοῦτο εἰς κάλλος ἐκόσμησε τοσοῦτον καὶ μετέστησεν, ὅσον οὐδεμί’ ἂν μιμήσαιτο ἀνθρώπων τέχνη καὶ σύνεσις. ἀλλὰ τί πέρας ἔσται μοι τῶν λόγων; ἢ δῆλον ὡς ὁ τῆς μεγάλης ὕμνος θεοῦ;
那么,我们还剩下何种论说呢?——尤其是我们获准在黑夜的短暂片刻内一气呵成地编织出这些文字,此前既未阅读亦未思索过与之相关的任何事物,甚至在索要这些写字板之前根本未曾决意论及这些?女神本身便是我的话语之见证。然而,正如我所言,我们剩下的事情,难道不正是将女神与雅典娜及狄奥尼索斯一同颂扬么?法度本就在这些洁净礼仪中设立了他们的节日。我借由雅典娜与诸神之母在各自本质中摄理上的相似性,看到了雅典娜与她的亲缘关系;我亦考察了狄奥尼索斯的分割创造之功——伟大的狄奥尼索斯从伟大的宙斯那单一且恒常的生命中领受了这一创造功用,既然他自宙斯而出,便将其分赋于一切可见事物之中,统摄并统治着整个分割的创造之工。此外,与他们一同颂扬风姿绰约的赫尔墨斯(厄帕弗罗狄托斯)亦属合宜;盖因凡声言为明智的阿提斯点燃火炬的秘仪启蒙者,皆如此称呼这位神明。那么,究竟谁的灵魂如此迟钝,竟不能领悟到:借由赫尔墨斯与阿佛洛狄忒,一切属于生成之物皆在各处被向上唤醒,在一切方面全然具备那最属于理性的‘目的所在’?而阿提斯,不正是此前不久尚且愚妄、如今因自宫而被称作智者的那位么?谓其愚妄,因他拣选了质料并统摄生成;谓其明智,因他将这渣滓饰以如此华美并加以转化,达致人类任何技艺与智慧皆无法企及的境地。然而我的论说当以何为终点?难道不显然正是献给这位伟大女神的赞歌么?
Ὦ θεῶν καὶ ἀνθρώπων μῆτερ, ὦ τοῦ μεγάλου σύνθωκε καὶ σύνθρονε Διός, ὦ πηγὴ τῶν νοερῶν θεῶν, ὦ τῶν νοητῶν ταῖς ἀχράντοις οὐσίαις συνδραμοῦσα καὶ τὴν κοινὴν ἐκ πάντων αἰτίαν παραδεξαμένη καὶ τοῖς νοεροῖς ἐνδιδοῦσα ζωογόνε θεὰ καὶ μῆτις καὶ πρόνοια καὶ τῶν ἡμετέρων ψυχῶν δημιουργέ, ὦ τὸν μέγαν Διόνυσον ἀγαπῶσα καὶ τὸν Ἄττιν ἐκτεθέντα περισωσαμένη καὶ πάλιν αὐτὸν εἰς τὸ γῆς ἄντρον καταδυόμενον ἐπανάγουσα, ὦ πάντων μὲν ἀγαθῶν τοῖς νοεροῖς ἡγουμένη θεοῖς, πάντων δὲ ἀποπληροῦσα τὸν αἰσθητὸν κόσμον, πάντα δὲ ἡμῖν ἐν πᾶσιν ἀγαθὰ χαρισαμένη, δίδου πᾶσι μὲν ἀνθρώποις εὐδαιμονίαν,3 ἧς τὸ κεφάλαιον ἡ τῶν θεῶν γνῶσίς ἐστι, κοινῇ δὲ τῷ Ῥωμαίων δήμῳ, μάλιστα μὲν ἀποτρίψασθαι τῆς ἀθεότητος τὴν κηλῖδα, πρὸς δὲ καὶ τὴν τύχην εὐμενῆ συνδιακυβερνῶσαν αὐτῷ τὰ τῆς ἀρχῆς πολλὰς χιλιάδας ἐτῶν, ἐμοὶ δὲ καρπὸν γενέσθαι τῆς περὶ σὲ θεραπείας ἀλήθειαν ἐν τοῖς περὶ θεῶν δόγμασιν, ἐν θεουργίᾳ τελειότητα, πάντων ἔργων, οἷς προσερχόμεθα περὶ τὰς πολιτικὰς καὶ στρατιωτικὰς πράξεις, ἀρετὴν μετὰ τῆς ἀγαθῆς τύχης καὶ τὸ τοῦ βίου πέρας ἄλυπόν τε καὶ εὐδόκιμον μετὰ τῆς ἀγαθῆς ἐλπίδος τῆς ἐπὶ τῇ παρ’ ὑμᾶς πορείᾳ.
诸神与人类之母啊,伟大宙斯的共座与同享宝座者啊,智性诸神的源泉啊,与可知诸神纯洁无瑕的本质相汇聚、领受源自万物的共同动因并将其赋予智性诸神的化育女神、明谋、摄理与我们灵魂的创作者啊,钟爱伟大的狄奥尼索斯、庇佑被抛弃的阿提斯并在他再度潜入大地洞窟时将其召回者啊,作为智性诸神一切美善之引领者、以万有充满感性世界并在凡事上将一切美善赐予我们者啊:祈求您赐予全人类幸福,其巅峰乃是对诸神的认知;共同赐予罗马人民,最要者乃是洗净无神论的污斑,此外更有仁慈的命运,在数千年中与他们共同协理帝国的统治;赐予我作为侍奉您的果实,在有关诸神的教义中获得真理,在神术中达到完满,在我们所从事的关于政治与军事的一切事务中获得兼具善运的德性,并在生命终点获得无痛且令名昭著的归宿,伴随着前往您们身畔之旅途的美好希望。
- 19συγχωρηθεῖσιν
与格分词 συγχωρηθεῖσιν 与前文的人称代词 ἡμῖν(与格)同格并修饰之。随后的诸分词(οὔτε προανεγνωκόσιν οὔτε σκεψαμένοις ... ἀλλ’ οὐδὲ προελομένοις)亦同样修饰 ἡμῖν,用以说明作者即兴成文、未及预备的写作处境。
- 179cἀκούων
分词 ἀκούων 与述语形容词 σοφός 连用,具有“被称作……”、“享有……之名”(相当于被动态)的习惯用法,与前文的 ἄφρων 形成对照,意即“此前愚妄,如今却被称为智者”。
- 180bδίδου πᾶσι μὲν ἀνθρώποις εὐδαιμονίαν
祈使动词 δίδου 所统辖的宾语呈现出名词宾格与不定式的交错结构:(1) 对全人类统辖宾格名词 εὐδαιμονίαν;(2) 对罗马人民统辖不定式 ἀποτρίψασθαι(洗净)及宾格名词 τὴν τύχην(命运);(3) 对作者自身则统辖不定式结构 καρπὸν γενέσθαι(成为果实),其中 καρπόν 作表语,主语为后续的一连串宾格词(ἀλήθειαν, τελειότητα, ἀρετήν, πέρας)。
