← 朱利安

众神之母赞歌

§15-16

净洁的定义与禁食特定种籽块根的理据

在简短回顾阿提斯、斩除与斋戒的本质定义后,作者阐明了禁食特定食物(如潜入地下的种籽、块根、某些果实及鱼类)的哲学与象征性理据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

Προσήκει δὲ πρῶτον ὑπομνῆσαι διὰ βραχέων, τίνα τε ἔφαμεν εἶναι τὸν Ἄττιν καὶ τί τὴν ἐκτομήν, τίνος τε εἶναι σύμβολα τὰ μετὰ τὴν ἐκτομὴν ἄχρι τῶν Ἱλαρίων γινόμενα καὶ τί βούλεσθαι τὴν ἁγνείαν. ὁ μὲν οὖν Ἄττις ἐλέγετο αἰτία τις οὖσα καὶ θεός, ὁ προσεχῶς δημιουργῶν τὸν ἔνυλον κόσμον, ὃς μέχρι τῶν ἐσχάτων κατιὼν ἵσταται ὑπὸ τῆς ἡλίου δημιουργικῆς κινήσεως, ὅταν ἐπὶ τῆς ἄκρως ὡρισμένης τοῦ παντὸς ὁ θεὸς γένηται περιφερείας, ᾗ τῆς ἰσημερίας τοὔνομά ἐστι κατὰ τὸ ἔργον. ἐκτομὴν δὲ ἐλέγομεν εἶναι τῆς ἀπειρίας τὴν ἐποχήν, ἣν οὐκ ἄλλως ἢ διὰ τῆς ἐπὶ τὰς πρεσβυτέρας καὶ ἀρχηγικωτέρας αἰτίας ἀνακλήσεώς τε καὶ ἀναδύσεως συμβαίνειν.1 αὐτῆς δὲ τῆς ἁγνείας φαμὲν τὸν σκοπὸν ἄνοδον τῶν ψυχῶν.

首先,适宜简短地回顾一下:我们曾说阿提斯是谁、斩除又是什么,斩除之后直至喜乐节期间所行之礼仪是什么的象征,以及斋戒究竟意欲何为。阿提斯曾被说成是某种原因与神明,即直接构造物质世界的创造者;他向下深入至最底部的极处,却在太阳造物式的运动之下驻足止步——此时,太阳神正行抵宇宙那被极度界定的圆周,依其效力,此圆周便被冠以分点之名。我们亦曾说,斩除是对无度之物的抑制,这唯有通过向更古老、更具首要统领地位的原因回溯与升腾方得实现。至于斋戒本身,我们宣称其目的乃是灵魂的飞升。

§16

Οὐκοῦν οὐκ ἐᾷ πρῶτον σιτεῖσθαι τὰ κατὰ γῆς δυόμενα σπέρματα· ἔσχατον μὲν γὰρ τῶν ὄντων ἡ γῆ. ἐνταῦθα δέ φησιν ἀπελαθέντα καὶ Πλάτων τὰ κακὰ στρέφεσθαι, καὶ διὰ τῶν λογίων οἱ θεοὶ σκύβαλον αὐτὸ πολλαχοῦ καλοῦσι, καὶ φεύγειν ἐντεῦθεν παρακελεύονται. πρῶτον οὖν ἡ ζωογόνος καὶ προμηθὴς θεὸς οὐδὲ ἄχρι τῆς τῶν σωμάτων τροφῆς ἐπιτρέπει τοῖς κατὰ γῆς δυομένοις χρῆσθαι, παραινοῦσά γε πρὸς τὸν οὐρανόν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸν οὐρανὸν βλέπειν. ἑνί τινες κέχρηνται σπέρματι, τοῖς λοβοῖς, οὐ σπέρμα μᾶλλον ἢ λάχανον αὐτὸ νομίζοντες εἶναι τῷ πεφυκέναι πως ἀνωφερὲς καὶ ὀρθὸν καὶ οὐδὲ ἐρριζῶσθαι κατὰ τῆς γῆς·2 ἐρρίζωται δὲ ὥσπερ ἐκ δένδρου κιττοῦ τινος ἢ καὶ ἀμπέλου καρπὸς ἤρτηται καὶ καλάμης. ἀπηγόρευται μὲν οὖν ἡμῖν σπέρματι χρῆσθαι διὰ τοῦτο φυτῶν, ἐπιτέτραπται δὲ χρῆσθαι καρποῖς καὶ λαχάνοις, οὐ τοῖς χαμαιζήλοις, ἀλλὰ τοῖς ἐκ γῆς αἰρομένοις ἄνω μετεώροις. ταύτῃ τοι καὶ τῆς γογγυλίδος τὸ μὲν γεωχαρὲς ὡς χθόνιον ἐπιτάττει παραιτεῖσθαι, τὸ δὲ ἀναδυόμενον ἄνω καὶ εἰς ὕψος αἰρόμενον ὡς αὐτῷ τούτῳ καθαρὸν τυγχάνον δίδωσι προσενέγκασθαι. τῶν γοῦν λαχάνων ὀρμένοις μὲν συγχωρεῖ χρῆσθαι, ῥίζαις δὲ ἀπαγορεύει καὶ μάλιστα ταῖς ἐντρεφομέναις καὶ συμπαθούσαις τῇ γῇ. καὶ μὴν καὶ τῶν δένδρων μῆλα μὲν ὡς ἱερὰ καὶ χρυσᾶ καὶ ἀρρήτων ἄθλων καὶ τελεστικῶν εἰκόνας καταφθείρειν οὐκ ἐπέτρεψε καὶ καταναλίσκειν, ἄξιά γε ὄντα τῶν ἀρχετύπων χάριν τοῦ σέβεσθαί τε καὶ θεραπεύεσθαι·3 ῥοιὰς δὲ ὡς φυτὸν χθόνιον παρῃτήσατο, καὶ τοῦ φοίνικος δὲ τὸν καρπὸν ἴσως μὲν ἄν τις εἴποι διὰ τὸ μὴ γίνεσθαι περὶ τὴν Φρυγίαν, ἔνθα πρῶτον ὁ θεσμὸς κατέστη· ἐμοὶ δὲ δοκεῖ μᾶλλον ὡς ἱερὸν ἡλίου τὸ φυτὸν ἀγήρων τε ὂν οὐ συγχωρῆσαι καταναλίσκειν ἐν ταῖς ἁγιστείαις εἰς τροφὴν σώματος. ἐπὶ τούτοις ἀπηγόρευται ἰχθύσιν ἅπασι χρῆσθαι. κοινὸν δέ ἐστι τοῦτο καὶ πρὸς Αἰγυπτίους τὸ πρόβλημα.

因此,她首先不容许人食用潜入地下的种籽;因为大地乃是万有中最底层者。柏拉图亦云,诸恶被驱逐于此地徘徊转徙;诸神亦借由神谕屡屡将大地称为渣滓,并告诫人们当自此处逃遁。是以首先,化生生命且具深谋远虑的女神,甚至在滋养肉体的限度内亦不准许使用潜入地下之物,反而规劝人们当仰望天空,甚或仰望苍天之上。有人食用一种种籽,即豆荚,认为它与其说是种籽,不如说是蔬菜,因为它天然向上生长且挺立,并未扎根于地下;它的生根倒像是果实悬垂于树木、常春藤、葡萄藤或茎秆上一般。于是,我们因这一缘由被禁止食用植物的种籽,却准许食用果实与蔬菜——并非匍匐于地面者,而是自大地拔起而高耸于空中的部分。亦正因如此,对于芜菁,她吩咐当排斥其贪恋泥土的部分,因其属于地下阴质;而那向上钻出并挺拔于高处者,则准予食用,因其正由这一特性而显得洁净。无论如何,对于蔬菜,她准许食用新芽,却禁止食用根部,尤其是那些在泥土深处受滋养并与大地同感互通的根。再者,在树木中,她亦不许毁坏和吞食苹果,因其乃神圣而金黄之物,是不可言说的秘仪功业的象征;出于其原型的缘故,它们确乎值得受到敬奉与侍奉;她亦弃绝了石榴,因其为属于地下阴质的植物;至于椰枣的果实,或许有人会说这是由于此法度最早确立的弗里吉亚一带不产此物;但在我看来,更有可能是因为此树献予太阳且恒常不老,故而不容许在祭仪中将其作为肉体之食粮而消耗。除这些之外,一切鱼类皆在禁食之列;这一问题对于埃及人而言亦是相通的。

语法注3 条
  1. 175bἣν οὐκ ἄλλως ἢ διὰ τῆς ἐπὶ τὰς πρεσβυτέρας καὶ ἀρχηγικωτέρας αἰτίας ἀνακλήσεώς τε καὶ ἀναδύσεως συμβαίνειν

    关系节中的宾格不定式结构(间接引语同化)。此句承接前文主句动词 ἐλέγομεν(“我们曾说”)的支配,关系代词 ἣν(先行词为 ἐποχήν)充当不定式 συμβαίνειν 的主语宾格(即不定式的逻辑主语)。

  2. 175dτῷ πεφυκέναι πως ἀνωφερὲς καὶ ὀρθὸν καὶ οὐδὲ ἐρριζῶσθαι κατὰ τῆς γῆς

    起原因与格作用的冠词附带不定式(τῷ 统辖完成时不定式 πεφυκέναι 与 ἐρριζῶσθαι)。它构成了前文分词 νομίζοντες(“认为……”)做出判断的事实依据,意为“因其天然向上生长挺拔、且未扎根于地下”。

  3. 176aἄξιά γε ὄντα τῶν ἀρχετύπων χάριν τοῦ σέβεσθαί τε καὶ θεραπεύεσθαι

    后置介词 χάριν 支配前面的属格 τῶν ἀρχετύπων(“出于其原型的缘故”),而属格冠词附带被动语态不定式 τοῦ σέβεσθαί τε καὶ θεραπεύεσθαι(“受到敬奉与侍奉”)则作形容词 ἄξια(“值得……”)的补足语。这构成了论证逻辑:由于苹果因其神圣的原型而值得受人敬重,因而不容将其毁损以充口腹之欲。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:15-16