← 朱利安

众神之母赞歌

§13-14

分点与密仪时节及祭仪饮食禁忌

作者结合太阳的运行阐明了在秋分举行大密仪与春分举行小密仪的时节设定原因,随后将论题转向祭仪中的饮食禁忌(允许吃肉却禁止种籽的悖论),并预告在审视具体个案前先确立普遍的判断准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὴ τούτου, ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὐτὴ κατενείματο.1 τελεῖται γὰρ περὶ τὸν ζυγὸν Δηοῖ καὶ Κόρῃ τὰ σεμνὰ καὶ ἀπόρρητα μυστήρια. καὶ τοῦτο εἰκότως γίνεται. χρὴ γὰρ καὶ ἀπιόντι τῷ θεῷ τελεσθῆναι πάλιν, ἵνα μηδὲν ὑπὸ τῆς ἀθέου καὶ σκοτεινῆς δυσχερὲς πάθωμεν ἐπικρατούσης δυνάμεως. δὶς γοῦν Ἀθηναῖοι τῇ Δηοῖ τελοῦσι τὰ μυστήρια, ἐν αὐτῷ μὲν τῷ κριῷ τὰ μικρὰ, φασί, μυστήρια, τὰ μεγάλα δὲ περὶ τὰς χηλὰς ὄντος ἡλίου, δι’ ἃς ἔναγχος ἔφην αἰτίας. μεγάλα δὲ ὠνομάσθαι καὶ μικρὰ νομίζω καὶ ἄλλων ἕνεκα, μάλιστα δέ, ὡς εἰκός, τούτου ἀποχωροῦντος τοῦ θεοῦ μᾶλλον ἤπερ προσιόντος· διόπερ ἐν τούτοις ὅσον εἰς ὑπόμνησιν μόνον. ἅτε δὴ καὶ παρόντος τοῦ σωτῆρος καὶ ἀναγωγοῦ θεοῦ, τὰ προτέλεια κατεβάλλοντο τῆς τελετῆς· εἶτα μικρὸν ὕστερον ἁγνεῖαι συνεχεῖς καὶ τῶν ἱερέων ἁγιστεῖαι. ἀπιόντος δὲ λοιπὸν τοῦ θεοῦ πρὸς τὴν ἀντίχθονα ζώνην, καὶ φυλακῆς ἕνεκα καὶ σωτηρίας αὐτὸ τὸ κεφάλαιον ἐπιτελεῖται τῶν μυστηρίων. ὅρα δέ· ὥσπερ ἐνταῦθα τὸ τῆς γενέσεως αἴτιον ἀποτέμνεται, οὕτω δὲ καὶ παρὰ Ἀθηναίοις οἱ τῶν ἀρρήτων ἁπτόμενοι παναγεῖς εἰσι, καὶ ὁ τούτων ἐξάρχων ἱεροφάντης ἀπέστραπται πᾶσαν τὴν γένεσιν, ὡς οὐ μετὸν αὐτῷ τῆς ἐπ’ ἄπειρον προόδου, τῆς ὡρισμένης δὲ καὶ ἀεὶ μενούσης καὶ ἐν τῷ ἑνὶ συνεχομένης οὐσίας ἀκηράτου τε καὶ καθαρᾶς. ὑπὲρ μὲν δὴ τούτων ἀπόχρη τοσαῦτα.

正如我方才所言,我们绝不可认为古人将此时节附会于法度乃是毫无道理的,而应认为这是尽可能依据合乎情理且真实的理性依据而设定的;此事的明证便是,女神亲自将分点圈分定为自己的领地。事实上,在天秤座的周围,人们为德奥与科瑞举行庄严而隐秘的密仪。而这完全是合乎情理的;因为在神明离去之时,我们亦当再次领受密仪,以免在肆虐的无神而黑暗的力量之下遭受任何苦难。无论如何,雅典人为德奥举行两次密仪:据说小密仪正在白羊座举行,而大密仪则在太阳位于天秤座(双螯)周围时举行,其缘由正如我方才所陈述的那样。我认为,被称为大与小虽亦有其他缘故,但最主要的,正如理所应当的那样,是由于神明的离去而非临近;因此在后者之中,仅具有提醒的作用。正因为拯救且引人向上的神明亲身在场,他们才奠定了入会仪式的序幕;随后不久,便进行祭司们持续的斋戒与祓除仪式。而最终,当神明离去前往对跖圈地带时,为了庇护与拯救,密仪的核心本身便得以举行。请看:正如在此处生成的动因被斩除一样,在雅典人那里,触及不可言说秘仪之人亦是全然圣洁的,而他们的领袖祭司长亦背离一切生成,仿佛并不分有向无度之物的推进,而是分有那限定、恒久留存、并在‘一’之中维系的纯洁无瑕之本质。关于这些,言尽于此便已足够。

§14

Λείπεται δὴ λοιπόν, ὡς εἰκός, ὑπέρ τε τῆς ἁγιστείας αὐτῆς καὶ τῆς ἁγνείας διεξελθεῖν, ἵνα καὶ ἐντεῦθεν λάβωμεν εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται. γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται· κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος, ἀπαγορεύει δὲ τῶν σπερμάτων. οὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα;2 οὐ καθαρὰ μὲν ἐκεῖνα, ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; οὐ, τὸ μέγιστον, ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι τὰ ζῷα ἀλγοῦντά γε, ὡς εἰκός, καὶ τρυχόμενα; ταῦτα πολλοὶ καὶ τῶν περιττῶν εἴποιεν ἄν· ἐκεῖνα δὲ ἤδη κωμῳδοῦσι καὶ τῶν ἀνθρώπων οἱ δυσσεβέστατοι. τὰ μὲν ὄρμενά φασιν ἐσθίεσθαι τῶν λαχάνων, παραιτεῖσθαι δὲ τὰς ῥίζας, ὥσπερ γογγυλίδας. καὶ σῦκα μὲν ἐσθίεσθαί φασι, ῥοιὰς δὲ οὐκέτι καὶ μῆλα πρὸς τούτοις. ταῦτα ἀκηκοὼς μινυριζόντων πολλῶν πολλάκις, ἀλλὰ καὶ αὐτὸς εἰρηκὼς πρότερον ἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἴσεσθαι τοῖς δεσπόταις θεοῖς μάλιστα μὲν ἅπασι, πρὸ τῶν ἄλλων δὲ τῇ Μητρὶ τῶν θεῶν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω δὲ καὶ ἐν τούτῳ χάριν,3 ὅτι με μὴ περιεῖδεν ὥσπερ ἐν σκότῳ πλανώμενον, ἀλλά μοι πρῶτον μὲν ἐκέλευσεν ἀποκόψασθαι οὔτι κατὰ τὸ σῶμα, κατὰ δὲ τὰς ψυχικὰς ἀλόγους ὁρμὰς καὶ κινήσεις τῇ νοερᾷ καὶ προϋφεστώσῃ τῶν ψυχῶν ἡμῶν αἰτίᾳ τὰ περιττὰ καὶ μάταια. ἐπὶ νοῦν δὲ ἔδωκεν αὕτη λόγους τινὰς ἴσως οὐκ ἀπᾴδοντας πάντη τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ εὐαγοῦς ἐπιστήμης. ἀλλ’ ἔοικα γάρ, ὥσπερ οὐκ ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν. ἐμοὶ δὲ πάρεστι μὲν καὶ καθ’ ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς αἰτίας ἀποδοῦναι, τοῦ χάριν ἡμῖν οὐ θέμις ἐστὶ προσφέρεσθαι ταῦτα, ὧν ὁ θεῖος εἴργει θεσμός· καὶ ποιήσω δὲ αὐτὸ μικρὸν ὕστερον· ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ κανόνας, οἷς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι.

那么,接下来的任务显然是要论述祭仪本身以及斋戒之法,以便我们从此处亦能撷取有助于我们论题的要素。众人立刻会觉得以下事情显得荒唐:神圣律法允许人们碰触肉食,却禁止种籽。难道不是后者无灵,而前者具灵魂吗?难道不是后者纯净,而前者却充斥着鲜血以及其他许多有碍目听的不洁之物吗?最为关键的是,难道不是食用种籽不会使任何人受害,而食用肉食却伴随着动物被献祭和宰杀,正如所料,它们承受着痛苦与折磨吗?许多好发高论之人或许亦会如此言说;但如今,甚至连人类中最不敬神者亦在嘲弄这些规条。他们说,有人主张可以吃蔬菜的新芽,却要排斥如芜菁之类的根部;又说可以吃无花果,却不可再吃石榴,此外还有苹果。我曾屡次听闻许多人对此喃喃抱怨,且昔日我自己亦曾作此言说;如今在所有人当中,唯独我似乎应当对主宰诸神怀抱深厚的感恩,尤其是对一切神明,但首要的是对众神之母,正如在其余一切事上一样,在此事上亦然,因为她未曾任由我仿佛在黑暗中徘徊游荡,而是首先命令我借由我们灵魂那理知且先在的原因,并非在肉体上、而是在灵魂无理性的冲动与运动中斩断多余与虚妄之物。她亲自将某些或许与关于诸神的真实且圣洁的学识并非全然相悖谬的道理赋予我的心灵。然而,我似乎是在兜圈子,仿佛不知该说什么。但我实有能力逐一深入并给出明晰显著的原因,说明为何神圣法度所禁止我们的那些事物是不容食用的,稍后我亦将如此行事;然而现在,先行提出某些范式与准则乃是更为明智的,循着这些准则,即便在匆忙中论述往往有所遗漏,我们亦将有能力就这些问题做出判断。

语法注3 条
  1. 13Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὴ τούτου, ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὐτὴ κατενείματο.

    句首的 Ὅπερ δὲ ἔλεγον 是承接前文(关于季节时机之适宜性)的关系从句,紧随其后的 ὅτι 从句阐明其言论内容,其中动词性形容词 ὑποληπτέον 统辖带不定词的宾语从句(τὸν καιρὸν ... προστεθεῖσθαι)。主句骨架为省略系词的名词谓语句:σημεῖον δὴ τούτου [ἐστίν], ὅτι...(‘此事的明证乃是……’)。

  2. 174aοὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα;

    对照前句中的‘允许吃肉(κρεῶν),却禁止种籽(τῶν σπερμάτων)’,指示代词呈现逆向照应:远称代词 ἐκεῖνα 指代后提及的种籽(无灵/非动物),而近称代词 ταῦτα 则指代先提及的肉食(具生命者)。这种指代划分是依据事物的本质属性而非线性的先后距离。

  3. 174bἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἴσεσθαι ... χάριν

    动词 ἔοικα(‘似乎’、‘大抵会’)与主格主语 ἐγώ 以及 οἶδα 的将来时不定词 εἴσεσθαι 构成人称构式(主格与不定词构式),并组成固定短语 χάριν εἰδέναι(‘心怀感激’、‘谢恩’),意为‘在所有人中唯独我似乎将深表感恩’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg008.humanitext-grc2:13-14