← 朱利安

致犬儒主义者赫拉克里奥斯

§9

克拉特斯的诗作与以行动践行的敬神

作者援引克拉特斯的诗作展现其真正的敬神与简朴之风,并论述第欧根尼与克拉特斯如何以切实行径而非虚妄辞令实践美德与敬虔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

Τί δέ; οὐχὶ καὶ τοῦ Κράτητος μουσικὰ καὶ χαρίεντα φέρεται πολλὰ δείγματα τῆς πρὸς τοὺς θεοὺς ὁσιότητός τε καὶ εὐλαβείας; ἄκουε γοῦν αὐτὰ παρ’ ἡμῶν, εἴ σοι μὴ σχολὴ γέγονε μαθεῖν ἐξ ἐκείνων αὐτά. "Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ· Χόρτον ἐμῇ συνεχῆ δότε γαστέρι, καὶ δότε χωρίς Δουλοσύνης, ἣ δὴ λιτὸν ἔθηκε βίον. Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον Μύρμηκός τ’ ἄφενος χρήματα μαιόμενος, Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις." ὁρᾷς ὅτι τοὺς θεοὺς εὐφημῶν, οὐχὶ δὲ ὡς σὺ βλασφημῶν κατ’ αὐτῶν ηὔχετο; πόσαι γὰρ ἑκατόμβαι τῆς ὁσίας εἰσὶν ἀντάξιαι, ἣν καὶ ὁ δαιμόνιος Εὐριπίδης ὀρθῶς ὕμνησεν εἰπὼν "Ὁσία πότνα θεῶν, ὁσία;" ἢ τοῦτό σε λέληθεν, ὅτι πάντα, καὶ τὰ μεγάλα καὶ τὰ σμικρά, μετὰ τῆς ὁσίας τοῖς θεοῖς προσαγόμενα τὴν ἴσην ἔχει δύναμιν, ἐστερημένη δὲ τῆς ὁσίας οὐχ ἑκατόμβη μὰ θεούς, ἀλλὰ ἡ τῆς Ὀλυμπιάδος χιλιόμβη ἀνάλωμα μόνον ἐστίν, ἄλλο δὲ οὐδέν; ὅπερ οἶμαι γιγνώσκων ὁ Κράτης αὐτός τε διὰ μόνης ἧς εἶχεν ὁσίας τοὺς θεοὺς ἐτίμα σὺν εὐφημίᾳ καὶ τοὺς ἄλλους ἐδίδασκε μὴ τὰ δαπανήματα τῆς ὁσίας, ἀλλὰ τὴν ὁσίαν ἐκείνων προτιμᾶν1 ἐν ταῖς ἁγιστείαις. τοιούτω δὲ τὼ ἄνδρε τώδε γενομένω τὰ πρὸς τοὺς θεοὺς οὐκ ἀκροατήρια συνεκροτείτην οὐδ’ ὥσπερ οἱ σοφοὶ δι’ εἰκόνων καὶ μύθων τοῖς φίλοις συνεγιγνέσθην·2 λέγεται γὰρ ὑπ’ Εὐριπίδου καλῶς "Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ·" σκιαγραφίας γάρ φησι τὸν ψευδῆ καὶ ἄδικον δεῖσθαι. τίς οὖν ὁ τρόπος αὐτοῖς τῆς συνουσίας ἐγίνετο; τῶν λόγων ἡγεῖτο τὰ ἔργα, καὶ οἱ τὴν πενίαν τιμῶντες αὐτοὶ πρῶτοι φαίνονται καὶ τῶν πατρῴων χρημάτων ὑπεριδόντες, οἱ τὴν ἀτυφίαν ἀσπασάμενοι πρῶτοι τὴν εὐτέλειαν ἤσκουν διὰ πάντων, οἱ τὸ τραγικὸν καὶ σοβαρὸν ἐκ τῶν ἀλλοτρίων ἐξαιροῦντες βίων ᾤκουν αὐτοὶ πρῶτοι τὰς ἀγορὰς ἢ τὰ τῶν θεῶν τεμένη, τῇ τρυφῇ δὲ καὶ πρὸ τῶν ῥημάτων διὰ τῶν ἔργων ἐπολέμουν, ἔργοις ἐλέγχοντες, οὐ λόγῳ βοῶντες, ὅτι τῷ Διὶ συμβασιλεύειν ἔξεστιν οὐδενὸς ἢ σμικρῶν πάνυ δεόμενον οὐδὲ παρενοχλούμενον ὑπὸ τοῦ σώματος, ἐπετίμων δὲ τοῖς ἁμαρτάνουσιν, ἡνίκα ἔζων οἱ πταίσαντες, οὐκ ἀποθανόντας ἐβλασφήμουν, ἡνίκα καὶ τῶν ἐχθρῶν οἱ μετριώτεροι σπένδονται τοῖς ἀπελθοῦσιν. ἔχει δὲ ὅ γε ἀληθινὸς κύων ἐχθρὸν οὐδένα, κἂν τὸ σωμάτιον αὐτοῦ τις πατάξῃ, κἂν τοὔνομα περιέλκῃ, κἂν λοιδορῆται καὶ βλασφημῇ, διότι τὸ μὲν τῆς ἔχθρας γίνεται πρὸς ἀντίπαλον, τὸ δὲ ὑπερβαῖνον τὴν πρὸς ἕτερον ἅμιλλαν εὐνοίᾳ τιμᾶσθαι φιλεῖ· κἄν τις ἑτέρως ἔχῃ πρὸς αὐτόν, καθάπερ οἶμαι πολλοὶ πρὸς τοὺς θεούς, ἐκείνῳ μὲν οὐκ ἔστιν ἐχθρός, οὐδὲ γὰρ βλαβερός, αὐτὸς δὲ αὑτῷ βαρύτατον ἐπιτιθεὶς τίμημα τὴν τοῦ κρείττονος ἄγνοιαν3 ἔρημος λείπεται τῆς ἐκείνου προστασίας.

再者,难道克拉特斯不也有许多关于敬神与虔恪的诗意而优美的例证流传于世吗?倘若你未曾有暇从原典中去了解它们,那么至少听我们道来吧。 “记忆女神与奥林匹斯宙斯的光辉儿女,皮埃里亚的缪斯啊,请垂听我的祈祷:赐予我的肚腹连绵不断的食粮,并赐予摆脱奴役的食粮,正是这使生活变得简朴。使我于朋友有益,切勿让我成为虚假谄媚之人。我不愿积聚显赫的财富,汲汲以求甲虫的丰盈与蚂蚁的蓄积,而是愿分享正义,积聚便于携带、易于获得、在美德上堪称尊贵的财富。一旦获得了这些,我将不以奢靡的挥霍,而以虔诚的美德来取悦赫尔墨斯与圣洁的缪斯。” 你难道看不出,他是在称颂诸神的同时祈祷,而非像你这般对他们横加诋毁吗?因为究竟有多少次百牛之祭能比得上那份虔敬呢?神圣的欧里庇得斯亦曾恰切地赞叹道: “虔敬啊,诸神的尊严女王,虔敬啊!” 抑或是你竟未觉察到,一切奉献给神明之物,无论大小,若伴有虔敬便具有同等效力;但若匮乏了虔敬,凭诸神起誓,莫说百牛之祭,即便是奥林匹亚丝的千牛大祭,也只是一笔破费而已,别无他物?我认为,克拉特斯正是深知这一点,才仅凭自己所怀有的虔敬,以赞美之辞崇奉诸神,并在祭仪中教导旁人莫将开销置于虔敬之上,而当尊虔敬胜过那些开销。这两位男儿对待诸神既是如此,便不曾聚集听众喧闹聚会,亦不曾如智者们那般借由寓意形象与神话来与朋友交往;正如欧里庇得斯所妙语道破的那样: “真理之辞生来简朴;”因为他说,唯有虚妄与不公才需要明暗粉饰。那么,他们与人相处的方式究竟如何呢?实干行于言论之先,提倡安贫者自身率先蔑视父祖的资产,崇尚不事虚骄者率先在一切事上躬行简朴,意欲从他人生活中祛除悲剧式的狂妄与浮华者自身率先栖身于市集或诸神的圣域,更在言论之前以行动向奢靡开战;他们以作为来证实,而非以言辞叫嚷:凡一无所求或仅需极少、不受肉体困扰者,便可与宙斯平起平坐共掌王权。他们在犯过失者在世之时施以斥责,却绝不在人死之后肆意诽谤,而在人死之时,即便较温和的仇敌也会与逝者修好。然而真正的犬(犬儒派)绝无任何仇敌,哪怕有人痛击他那微贱的躯体,肆意玷污其名声,对他谩骂毁谤;因为仇恨产生于相匹敌的对手之间,而那超越了与他人竞逐的存在,向来因善意而受人尊崇。倘若有人对他怀有不同想法,一如我认为许多人对待诸神那般,〔那人〕对于他而言并非仇敌,因其亦不具危害;相反,其自身将对更优越者的无知作为最沉重的刑罚加于己身,从而失去了他的庇护,陷于孤立流离之中。

语法注3 条
  1. 214aμὴ τὰ δαπανήματα τῆς ὁσίας, ἀλλὰ τὴν ὁσίαν ἐκείνων προτιμᾶν

    动词 προτιμᾶν 采用“比起……(属格)更看重/优先……(宾格)”的句式,支配比较属格。前半句中的 τῆς ὁσίας 是相对于宾格 τὰ δαπανήματα 的比较属格;后半句的 ἐκείνων 则是指代前面 τὰ δαπανήματα 的中性复数属格代词,作为宾格 τὴν ὁσίαν 的比较属格。结构形成工整的对照:“不是置花费于虔敬之上,而是重虔敬胜于花费”。

  2. 214aτοιούτω δὲ τὼ ἄνδρε τώδε γενομένω ... συνεκροτείτην ... συνεγιγνέσθην

    主语 τὼ ἄνδρε τώδε、分词 γενομένω 以及限定动词 συνεκροτείτην 和 συνεγιγνέσθην 皆采用双数(dual)。此处指代前文连续论及的第欧根尼与克拉特斯二人,严谨沿用了古典阿提卡方言特征性的双数构文来描绘他们二人的共同行止。

  3. 215aαὐτὸς δὲ αὑτῷ βαρύτατον ἐπιτιθεὶς τίμημα τὴν τοῦ κρείττονος ἄγνοιαν

    带有定冠词的宾格短语 τὴν τοῦ κρείττονος ἄγνοιαν(对更优越者的无知)作为同位语,补充说明 ἐπιτιθείς 的直接宾语 βαρύτατον ... τίμημα(最沉重的惩罚)。修饰语与中心名词置于前,而具体的刑罚内容作为同位成分置于句末。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:9