← 朱利安

致犬儒主义者赫拉克里奥斯

§7-8

德尔斐神谕与第欧根尼的虔敬

作者将德尔斐神谕“重铸通货”与“认识你自己”联系起来作为真正犬儒主义的本质,并从第欧根尼的实际作为论证其虔敬与高贵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

εἰ δ’, ὅπερ ὁ θεὸς ἔφη Διογένει, τὸ νόμισμα παραχαράξας ἐπὶ τὴν πρὸ ταύτης εἰρημένην ὑπὸ τοῦ θεοῦ συμβουλὴν τρέποιτο,1 τὸ Γνῶθι σαυτόν, ὅπερ ζηλώσαντες ἐπὶ τῶν ἔργων Διογένης καὶ Κράτης φαίνονται, τοῦτο ἤδη τοῦ παντὸς ἄξιον ἔγωγε φαίην ἂν ἀνδρὶ καὶ στρατηγεῖν καὶ φιλοσοφεῖν ἐθέλοντι. τί δὲ εἶπεν ὁ θεός, ἆρ’ ἴσμεν; ὅτι τῆς τῶν πολλῶν αὐτῷ δόξης ἐπέταξεν ὑπερορᾶν καὶ παραχαράττειν οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα. τὸ δὲ Γνῶθι σαυτὸν ἐν ποτέρᾳ θησόμεθα μοίρᾳ; πότερον ἐν τῇ τοῦ νομίσματος; ἢ τοῦτό γε αὐτὸ τῆς ἀληθείας εἶναι κεφάλαιον θήσομεν καὶ τρόπον εἰρῆσθαι τοῦ· Παραχάραξον τὸ νόμισμα διὰ τῆς Γνῶθι σαυτὸν ἀποφάσεως;2 ὥσπερ γὰρ ὁ τὰ νομιζόμενα παντάπασιν ἀτιμάσας, ἐπ’ αὐτὴν δὲ ἥκων τὴν ἀλήθειαν οὐδ’ ὑπὲρ ἑαυτοῦ τοῖς νομιζομένοις, ἀλλὰ τοῖς ὄντως οὖσι θήσεται, οὕτως οἶμαι καὶ ὁ γνοὺς ἑαυτὸν ὅπερ ἔστιν ἀκριβῶς εἴσεται καὶ οὐχ ὅπερ νομίζεται. πότερον οὖν οὐχ ὁ Πύθιος ἀληθής τέ ἐστι θεός, καὶ Διογένης τοῦτο ἐπέπειστο σαφῶς, ὅς γε αὐτῷ πεισθεὶς ἀντὶ φυγάδος ἀπεδείχθη οὐ τοῦ Περσῶν βασιλέως μείζων, ἀλλ’, ὡς ἡ φήμη παρέδωκεν, αὐτῷ τῷ καταλύσαντι τὸ Περσῶν κράτος καὶ ταῖς Ἡρακλέους ἁμιλλωμένῳ πράξεσιν, ὑπερβάλλεσθαι δὲ τὸν Ἀχιλλέα φιλοτιμουμένῳ ζηλωτός;3

然而,倘若有人如神对第欧根尼所言那般,通过“改变币值(重铸铸币)”,转向神在此之前所提出的劝诫,即“认识你自己”——显然第欧根尼和克拉特斯在行动中效仿了这一点——那么我敢断言,这对于一个既愿统军又愿行哲思的人来说,乃是胜过一切之物。但是神究竟说了什么,我们难道知晓吗?神吩咐他蔑视大众的见解,且重铸的不是真理,而是世俗的通货。那么,我们该把“认识你自己”归入哪一类呢?是通货那一类呢?还是我们当把这本身视作真理的核心,视作通过“认识你自己”这一命题来言说“重铸通货”的一种方式呢?因为正如一个彻底鄙弃世俗成见、抵达真理本身的人,关于自身亦绝不会依凭世俗观念、而是依凭真实存在的事物来作判断,我认为,那认识了自己的人同样会准确知道自己是什么,而非世人所认为的那样。那么,难道皮托之神不是真实的神、且第欧根尼不是对此坚信不疑吗?正因顺从了神,他才从一个流亡者摇身一变,不仅显得比波斯王更加伟大,而且正如传闻所载,甚至令那位摧毁了波斯霸权、与赫拉克勒斯的功业竞逐、且汲汲于超越阿喀琉斯的人(亚历山大)亦心生艳羡。

§8

οὗτος οὖν ὁ Διογένης ὁποῖός τις ἦν τά τε πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μὴ διὰ τῶν Οἰνομάου λόγων μηδὲ τῶν Φιλίσκου τραγῳδιῶν, αἷς ἐπιγράψας τὸ Διογένους ὄνομα τῆς θείας πολλά ποτε κατεψεύσατο κεφαλῆς, ἀλλὰ δι’ ὧν ἔδρασεν ἔργων ὁποῖός τις ἦν γνωριζέσθω. Ἦλθεν εἰς Ὀλυμπίαν ἐπὶ τί πρὸς Διός; ἵνα τοὺς ἀγωνιστὰς θεάσηται; τί δέ; οὐχὶ καὶ Ἰσθμίοις τοὺς αὐτοὺς καὶ Παναθηναίοις θεάσασθαι δίχα πραγμάτων οἷόν τε ἦν; ἀλλὰ ἐθέλων ἐκεῖ τοῖς κρατίστοις συγγενέσθαι τῶν Ἑλλήνων; οὐ γὰρ Ἰσθμόνδε ἐφοίτων; οὐκ ἂν οὖν εὕροις ἄλλην αἰτίαν ἢ τὴν εἰς τὸν θεὸν θεραπείαν. εἰ δ’ οὐκ ἐξεπλάγη τὸν κεραυνόν· οὐδὲ ἐγὼ μὰ τοὺς θεοὺς πολλῶν πολλάκις πειραθεὶς διοσημιῶν ἐξεπλάγην. ἀλλ’ ὅμως οὕτω δή τι τοὺς θεοὺς πέφρικα καὶ φιλῶ καὶ σέβω καὶ ἅζομαι καὶ πάνθ’ ἁπλῶς τὰ τοιαῦτα πρὸς αὐτοὺς πάσχω, ὅσαπερ ἄν τις καὶ οἷα πρὸς ἀγαθοὺς δεσπότας, πρὸς διδασκάλους, πρὸς πατέρας, πρὸς κηδεμόνας, πρὸς πάντα ἁπλῶς τὰ τοιαῦτα, ὥστε ὀλίγου δεῖν4 ὑπὸ τῶν σῶν ῥημάτων πρῴην ἐξανέστην. τοῦτο μὲν οὖν οὐκ οἶδ’ ὅντινα τρόπον ἐπελθὸν ἴσως σιωπᾶσθαι δέον ἐρρέθη. Διογένης δὲ καὶ πένης ὢν καὶ χρημάτων ἐνδεὴς εἰς Ὀλυμπίαν ἐβάδιζεν, Ἀλέξανδρον δὲ ἥκειν ἐκέλευε παρ’ ἑαυτόν, εἴ τῳ πιστὸς ὁ Δίων. οὕτω πρέπειν ἐνόμιζεν ἑαυτῷ μὲν φοιτᾶν ἐπὶ τὰ ἱερὰ τῶν θεῶν, τῷ βασιλικωτάτῳ δὲ τῶν καθ’ ἑαυτὸν ἐπὶ τὴν ἑαυτοῦ συνουσίαν. ἃ δὲ πρὸς Ἀρχίδαμον γέγραφεν, οὐ βασιλικαὶ παραινέσεις εἰσίν; οὐ μόνον δὲ ἐν τοῖς λόγοις ἦν ὁ Διογένης θεοσεβής, ἀλλὰ γὰρ καὶ ἐν τοῖς ἔργοις. ἑλόμενον γὰρ αὐτὸν οἰκεῖν τὰς Ἀθήνας ἐπειδὴ τὸ δαιμόνιον εἰς τὴν Κόρινθον ἀπήγαγεν, ἀφεθεὶς ὑπὸ τοῦ πριαμένου τὴν πόλιν οὐκέτ’ ᾠήθη δεῖν ἐκλιπεῖν· ἐπέπειστο γὰρ αὑτοῦ τοῖς θεοῖς μέλειν εἴς τε τὴν Κόρινθον οὐ μάτην οὐδὲ κατά τινα συντυχίαν, τρόπον δέ τινα ὑπὸ τῶν θεῶν εἰσπεπέμφθαι, ὁρῶν τὴν πόλιν τρυφῶσαν τῶν Ἀθηναίων μᾶλλον καὶ δεομένην μείζονος καὶ γενναιοτέρου σωφρονιστοῦ.

因此,这位第欧根尼在对待诸神与对待世人方面究竟是怎样的人,绝不可通过奥伊诺马奥斯的言论,亦不可通过菲利斯科斯的悲剧来判定——菲利斯科斯冠以第欧根尼之名,屡屡对那尊神圣的头颅极尽诬蔑——而当从他所行之作为来认识他究竟是怎样的人。 看在宙斯的份上,他究竟为了什么去往奥林匹亚?难道是为了观看竞技者吗?那又如何?难道在科林斯地峡运动会和泛雅典娜节上,不也可以毫不费力地观看同样的人吗?抑或是因为他渴望在那里结识希腊人中最优秀的人物?难道他们不去科林斯地峡吗?因此,除了对神的敬奉之外,你找不到任何其他缘由。即便他不畏惧雷霆——看在诸神的份上,我本人历经多次神圣征兆亦未曾畏惧。然而,我依然对诸神怀有如此的敬畏、爱戴、尊崇与虔敬,端地如同面对良善的主人、导师、父亲、监护人以及端地一切此类人物时所怀抱的一切情感,以至于前日听闻你的言辞,我几乎忍不住要愤然跃起。然而这番话不知怎的涌上心头,或许本该保持沉默,却还是说了出来。 第欧根尼虽身处贫穷、资财匮乏,却步行去往奥林匹亚,可对于亚历山大,他却命其亲自来拜会自己——倘若狄翁的话在任何人看来是可信的话。他认为,自己前往诸神的圣所,而让同时代中最具王者气度之人前来与自己交往,乃是合宜的。而他写给阿基达摩斯的书信,难道不正是帝王般的训诫吗?第欧根尼不仅在言辞上敬神,在行事上亦是如此。因为他原本选择定居雅典,但当神明将他引至科林斯、并在他被买下他的人释放之后,他便认为不该再离开这座城邦;因为他坚信诸神眷顾着自己,自己来到科林斯绝非徒然,亦非出于某种偶然,而是在某种程度上由诸神所遣派,因为他看到这座城邦比雅典人更为奢靡,需要一位更伟大、更崇高的整饬者。

语法注4 条
  1. 7τὸ νόμισμα παραχαράξας ἐπὶ τὴν πρὸ ταύτης εἰρημένην ὑπὸ τοῦ θεοῦ συμβουλὴν τρέποιτο

    未明言的主语预设为不特定的某人(τις),主动态不定过去分词 παραχαράξας 表示伴随方式或手段,修饰现在祈愿式动词 τρέποιτο。神谕名句 τὸ νόμισμα παραχαράττειν(字面义为“改变/伪造铸币”)带有与 νόμος(习俗、法度)的词源性联想,在此用于比喻“重估并革新世俗习俗与成见”。

  2. 7καὶ τρόπον εἰρῆσθαι τοῦ· Παραχάραξον τὸ νόμισμα διὰ τῆς Γνῶθι σαυτὸν ἀποφάσεως

    名词短语 τρόπον [τινὰ] 与完成时被动态不定式 εἰρῆσθαι 构成受将来时动词 θήσομεν 统摄的对格与不定式结构。属格冠词 τοῦ 将直接引述的祈使句“Παραχάραξον τὸ νόμισμα”整体名词化,意为“通过‘认识你自己’这一命题言说‘重铸通货’[这一指令]的一种方式”。

  3. 211dαὐτῷ τῷ καταλύσαντι τὸ Περσῶν κράτος ... ζηλωτός

    形容词 ζηλωτός(令人羡慕的对象)作为表语,支配与格短语 αὐτῷ τῷ καταλύσαντι...(指亚历山大大帝)。此处构成鲜明对比:第欧根尼不仅显明为比波斯王更为伟大(μείζων),而且显明为连摧毁波斯霸权者自己亦为之艳羡的对象(ζηλωτός)。

  4. 212cὀλίγου δεῖν

    绝对不定式构成的固定习语,意为“几乎”、“差一点”,修饰紧随其后的过去直陈式动词 ἐξανέστην(跳起来/起立抗议)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:7-8