- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:10-11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者从关于犬儒主义的讨论转向探讨神话创作的性质,梳理了哲学的各个分支及其细分,论证神话唯独属于伦理学与密仪神学,并由此批评对手对先哲神话的不当模仿。
Ἀλλ’ εἰ μὲν νῦν μοι προύκειτο περὶ Κυνισμοῦ γράφειν, εἶπον ἂν ὑπὲρ τούτων ἔτι τὰ παριστάμενά μοι τῶν εἰρημένων ἴσως οὐκ ἐλάττω· νῦν δὲ ἀποδιδόντες τὸ συνεχὲς τῇ προαιρέσει περὶ τοῦ ποταποὺς εἶναι χρὴ τοὺς πλαττομένους τῶν μύθων ἐφεξῆς σκοπῶμεν. ἴσως δὲ ἡγεῖται καὶ ταύτης τῆς ἐγχειρήσεως ἐκείνη, ὁποίᾳ τινὶ φιλοσοφίᾳ προσῆκον ἡ μυθογραφία.1 φαίνονται γὰρ πολλοὶ καὶ τῶν φιλοσόφων αὐτὸ καὶ τῶν θεολόγων ποιήσαντες, ὥσπερ Ὀρφεὺς μὲν ὁ παλαιότατος ἐνθέως φιλοσοφήσας, οὐκ ὀλίγοι δὲ καὶ τῶν μετ’ ἐκεῖνον· οὐ μὴν ἀλλὰ καὶ Ξενοφῶν φαίνεται καὶ Ἀντισθένης καὶ Πλάτων προσχρησάμενοι πολλαχοῦ τοῖς μύθοις, ὥσθ’ ἡμῖν πέφηνεν, εἰ καὶ μὴ τῷ Κυνικῷ, φιλοσόφῳ γοῦν τινι προσήκειν ἡ μυθογραφία. Μικρὰ οὖν ὑπὲρ τῶν τῆς φιλοσοφίας εἴτε μορίων εἴτε ὀργάνων προρρητέον. ἔστι γὰρ οὐ μέγα τὸ διαφέρον ὁποτέρως ἄν τις τῷ πρακτικῷ καὶ τῷ φυσικῷ τὸ λογικὸν προσαριθμῇ· ἀναγκαῖον γὰρ ὁμοίως φαίνεται κατ’ ἀμφότερα. τριῶν δὴ τούτων αὖθις ἕκαστον εἰς τρία τέμνεται, τὸ μὲν φυσικὸν εἰς τὸ θεολογικὸν καὶ τὸ περὶ τὰ μαθήματα καὶ τρίτον τὸ περὶ τὴν τῶν γινομένων καὶ ἀπολλυμένων καὶ τῶν ἀιδίων μέν, σωμάτων δὲ ὅμως θεωρίαν, τί τὸ εἶναι αὐτοῖς καὶ τίς ἡ οὐσία ἑκάστου· τοῦ πρακτικοῦ δὲ τὸ μὲν πρὸς ἕνα ἄνδρα, ἠθικόν, οἰκονομικὸν δὲ τὸ περὶ μίαν οἰκίαν, πολιτικὸν δὲ τὸ περὶ πόλιν· ἔτι μέντοι τοῦ λογικοῦ τὸ μὲν ἀποδεικτικὸν διὰ τῶν ἀληθῶν, τὸ δὲ διὰ τῶν ἐνδόξων βιαστικόν, τὸ δὲ διὰ τῶν φαινομένων ἐνδόξων παραλογιστικόν. ὄντων δὴ τοσούτων τῶν τῆς φιλοσοφίας μερῶν,2 εἰ μή τί με λέληθε· καὶ οὐδὲν θαυμαστὸν ἄνδρα στρατιώτην μὴ λίαν ἐξακριβοῦν μηδ’ ἐξονυχίζειν τὰ τοιαῦτα, ἅτε οὐκ ἐκ βιβλίων ἀσκήσεως, ἀπὸ δὲ τῆς προστυχούσης αὐτὰ ἕξεως ἀποφθεγγόμενον· ἔσεσθε γοῦν μοι καὶ ὑμεῖς μάρτυρες, εἰ τὰς ἡμέρας λογίσαισθε, πόσαι τινές εἰσιν αἱ μεταξὺ ταύτης τε καὶ τῆς ἔναγχος ἡμῖν γενομένης ἀκροάσεως ὅσων τε ἡμῖν ἀσχολιῶν πλήρεις· ἀλλ’, ὅπερ ἔφην, εἰ καί τι παραλέλειπται παρ’ ἐμοῦ· καίτοι νομίζω γε μηδὲν ἐνδεῖν· πλὴν ὁ προστιθεὶς οὐκ ἐχθρός, ἀλλὰ φίλος ἔσται.
然而,若我当下的意图是论述犬儒主义,关于这些我本可说出心中所想的更多内容,或许并不亚于已言及者;但如今为了贯彻我们的初衷,且让我们按顺序考察,被创作的神话应当具有怎样的性质。或许,在这项事业之前,甚至应先进行另一项探究:神话创作究竟适宜于何种哲学?因为显而易见,哲学家与神学家中有许多人皆曾如此行事,如最古老且在神感中从事哲学的奥耳甫斯,以及在他之后的不少人。不仅如此,色诺芬、安提斯泰尼与柏拉图也明显在诸多地方附带使用了神话,因此在我们看来,神话创作即便不属于犬儒派,至少也适宜于某种哲学家。 因此,关于哲学的各个部分或工具,我们必须预先简要言之。盖因不论人们将逻辑学与实践哲学和自然哲学如何并列,其区别并不重大;因为在两种看法下,它似乎都同样不可或缺。这三者中的每一项又各自三分:自然哲学分为神学性的、关于数学的,以及第三种关于生成与消亡之物、虽恒久但终为物体之物的探究,即它们的存在是什么,各自的本质为何;实践哲学分为关涉个体的伦理学、关涉单一家庭的家政学,以及关涉城邦的政治学;再者,逻辑学的一部分是借由真理进行的论证性逻辑,一部分是借由公认意见进行的强辩性逻辑,一部分则是借由表面公认意见进行的诡辩性逻辑。哲学的各个部分既有如此之多,除非我有所遗漏——而一个行伍出身的人未能对这些事物过度精益求精或吹毛求疵,亦不足为奇,因他发言并非出于书本训练,而是出于临时随手所得的素养;若你们计算一下自先前的讲论直到今日相隔了多少时日,以及这些日子里我们充斥着何等纷繁的事务,你们便可为我作证;然而正如我所说,即便我有所遗漏(尽管我认为并无缺失),予以补充者亦绝非仇敌,而是朋友。
Τούτων δὴ τῶν μερῶν οὔτε τῷ λογικῷ προσήκει τῆς μυθογραφίας οὔτε τοῦ φυσικοῦ τῷ μαθηματικῷ, μόνον δέ, εἴπερ ἄρα, τοῦ πρακτικοῦ τῷ πρὸς ἕνα γινομένῳ καὶ τοῦ θεολογικοῦ τῷ τελεστικῷ καὶ μυστικῷ· φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι, καὶ τὸ ἀποκεκρυμμένον τῆς τῶν θεῶν οὐσίας οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασιν. ὅπερ δὲ δὴ τῶν χαρακτήρων ἡ ἀπόρρητος φύσις ὠφελεῖν πέφυκε καὶ ἀγνοουμένη· θεραπεύει γοῦν οὐ ψυχὰς μόνον, ἀλλὰ καὶ σώματα, καὶ θεῶν ποιεῖ παρουσίας· τοῦτ’ οἶμαι πολλάκις γίγνεσθαι καὶ διὰ τῶν μύθων, ὅταν εἰς τὰς τῶν πολλῶν ἀκοὰς οὐ δυναμένας τὰ θεῖα καθαρῶς δέξασθαι δι’ αἰνιγμάτων αὐτοῖς μετὰ τῆς μύθων σκηνοποιίας ἐγχέηται. Φανεροῦ δὲ ἤδη γενομένου τίνι καὶ ποίῳ φιλοσοφίας εἴδει καὶ μυθογραφεῖν ἔσθ’ ὅτε προσήκει· πρὸς γὰρ τῷ λόγῳ μαρτυρεῖ τούτοις ἡ τῶν προλαβόντων ἀνδρῶν προαίρεσις. ἐπεὶ καὶ Πλάτωνι πολλὰ μεμυθολόγηται περὶ τῶν ἐν ᾄδου πραγμάτων θεολογοῦντι καὶ πρό γε τούτου τῷ τῆς Καλλιόπης, Ἀντισθένει δὲ καὶ Ξενοφῶντι καὶ αὐτῷ Πλάτωνι πραγματευομένοις ἠθικάς τινας ὑποθέσεις οὐ παρέργως, ἀλλὰ μετά τινος ἐμμελείας ἡ τῶν μύθων ἐγκαταμέμικται γραφή, οὓς ς’ ἐχρῆν, εἴπερ ἐβούλου, μιμούμενον3 ἀντὶ μὲν Ἡρακλέους μεταλαμβάνειν Περσέως ἢ Θησέως τινὸς ὄνομα καὶ τὸν Ἀντισθένειον τύπον ἐγχαράττειν, ἀντὶ δὲ τῆς Προδίκου σκηνοποιίας ἀμφὶ τοῖν ἀμφοῖν τούτοιν θεοῖν ἑτέραν ὁμοίαν εἰσάγειν εἰς τὸ θέατρον.
在这些分支中,神话创作既不适宜于逻辑学,亦不适宜于自然哲学中的数学,若真有所适宜,便唯独适宜于实践哲学中关涉个人的分支,以及神学中密仪与奥秘的分支。因为自然向来喜欢隐匿,诸神本质的隐秘部分断不容以赤裸的言词掷入不洁的耳中。正如秘仪符号所具有的不可言说的本性,即便未为人知也天生能施予裨益——它确实不仅能医治灵魂,亦能医治肉体,并使诸神临在——我认为借由神话亦往往产生此种效果,即每当神圣事物通过谜语并伴随着神话的戏剧性编排,注入那些无法纯正领受它们的庸众耳中之时。 神话创作有时适宜于哲学的何种门类,如今既已昭然——盖因除了理性论证之外,古人的抉择亦为此作证:柏拉图在阐发神学时曾大量虚构冥府之事的寓言,在此之前卡利俄佩之子亦是如此;而安提斯泰尼、色诺芬乃至柏拉图本人,在探讨某些伦理议题时,亦绝非草率敷衍,而是带着某种精湛的调和将神话叙述融入其中——你若真有此意,本该效法他们,取珀尔修斯或忒修斯之名代替赫拉克勒斯,铭刻上安提斯泰尼式的印记,并引入另一场类似的戏剧编排登台,以代替普罗狄科关于那两位女神的戏剧演出。
- 215bἴσως δὲ ἡγεῖται καὶ ταύτης τῆς ἐγχειρήσεως ἐκείνη, ὁποίᾳ τινὶ φιλοσοφίᾳ προσῆκον ἡ μυθογραφία.
动词 ἡγεῖται 支配属格 ταύτης τῆς ἐγχειρήσεως,意为“在……之前”或“先于”。主语代词 ἐκείνη 以阴性形式前置指代后随的间接疑问从句 ὁποίᾳ τινὶ φιλοσοφίᾳ προσῆκον... 所表达的内容(隐含 ζήτησις 或 σκέψις 等探究概念)。προσῆκον 则是省略了 ἐστίν 的无人称表语分词,后接与格。
- 216aὄντων δὴ τοσούτων τῶν τῆς φιλοσοφίας μερῶν
句首的独立属格结构(ὄντων... μερῶν)被一段冗长的插入语(καὶ οὐδὲν θαυμαστὸν... ἀσχολιῶν πλήρεις,说明作者行伍身份及公务繁忙)打断,与主句相隔甚远。随后通过 ἀλλʼ, ὅπερ ἔφην(然而正如我所说)重整思路,形成了未有严格归结从句的破格句式(anacoluthon),其结论直接延伸至下一自然段。
- 217aοὓς ς’ ἐχρῆν, εἴπερ ἐβούλου, μιμούμενον
ς’ 为第二人称单数宾格代词 σέ 的省音变体(σ')。无人称未完过去时 ἐχρῆν(本应当)统领宾格加不定词结构,其中分词 μιμούμενον 与宾格主语 σέ 保持一致,统摄不定词 μεταλαμβάνειν 和 εἰσάγειν。句首的关系代词宾格 οὕς 指前文提及的先哲(安提斯泰尼、色诺芬、柏拉图),前置作为分词 μιμούμενον 的直接宾语。
