- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:5-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲话者痛斥奥伊诺马奥斯及伪作悲剧所体现的极端犬儒主义是亵渎神明与法度的兽性狂乱,指责这等犬儒公然败坏社会纲常,比荒野强盗更为厚颜无耻。
νῦν δὲ ἐκεῖνό μοι πρὸς τῶν Μουσῶν φράσον ὑπὲρ τοῦ Κυνισμοῦ, πότερον ἀπόνοιά τίς ἐστι καὶ βίος οὐκ ἀνθρώπινος, ἀλλὰ θηριώδης ψυχῆς διάθεσις οὐδὲν καλόν, οὐδὲν σπουδαῖον οὐδὲ ἀγαθὸν νομιζούσης; δοίη γὰρ ἂν ὑπολαβεῖν πολλοῖς περὶ αὐτοῦ ταῦτα Οἰνόμαος. εἴ τί σοι τοῦ ταῦτα γοῦν ἐπελθεῖν ἐμέλησεν, ἐπέγνως ἂν1 σαφῶς ἐν τῇ τοῦ κυνὸς αὐτοφωνίᾳ καὶ τῷ κατὰ τῶν χρηστηρίων καὶ πᾶσιν ἁπλῶς οἷς ἔγραψεν ὁ ἀνήρ. τοιούτου δὲ ὄντος τοῦ πράγματος, ὥστε ἀνῃρῆσθαι μὲν ἅπασαν τὴν πρὸς τοὺς θεοὺς εὐλάβειαν, ἠτιμάσθαι δὲ πᾶσαν ἀνθρωπίνην φρόνησιν, νόμον δὲ μὴ τὸν ὁμώνυμον τῷ καλῷ καὶ δικαίῳ πεπατῆσθαι μόνον, ἀλλὰ καὶ τοὺς ἐκ τῶν θεῶν ἡμῖν ὥσπερ ἐγγραφέντας ταῖς ψυχαῖς, ὑφ’ ὧν πάντες ἀδιδάκτως εἶναι θεῖόν τι πεπείσμεθα καὶ πρὸς τοῦτο ἀφορᾶν ἐπ’ αὐτό τε οἶμαι σπεύδειν οὕτω διατιθέμενοι τὰς ψυχὰς πρὸς αὐτὸ ὥσπερ οἶμαι πρὸς τὸ φῶς τὰ βλέποντα, πρὸς τούτῳ δὲ εἰ καὶ ὁ δεύτερος ἐξελαύνοιτο νόμος ἱερὸς ὢν φύσει καὶ θεῖος, ὁ τῶν ἀλλοτρίων πάντη καὶ πάντως ἀπέχεσθαι κελεύων καὶ μήτε ἐν λόγῳ μήτε ἐν ἔργῳ μήτε ἐν αὐταῖς ταῖς λανθανούσαις τῆς ψυχῆς ἐνεργείαις ταῦτα ἐπιτρέπων συγχεῖν, ὅσπερ ἡμῖν καὶ τῆς τελειοτάτης ἐστὶν ἡγεμὼν δικαιοσύνης· ἆρ’ οὐκ ἔστι βαράθρου τὸ πρᾶγμα2 ἄξιον; ἀρ’ οὐ τοὺς ταῦτα ἐπαινοῦντας ὥσπερ τοὺς φαρμακοὺς ἐχρῆν οὐ θύσθλοις παιομένους ἐλαύνεσθαι· κουφοτέρα γάρ ἐστι τῶν ἀδικημάτων ἡ ζημία· λίθοις δὲ βαλλομένους ἀπολωλέναι; διαφέρουσι γὰρ οὗτοι τί, πρὸς τῶν θεῶν εἰπέ μοι, τῶν ἐπ’ ἐρημίας λῃστευόντων καὶ κατειληφότων τὰς ἀκτὰς ἐπὶ τῷ λυμαίνεσθαι τοῖς καταπλέουσι; καταφρονοῦντες θανάτου, φασίν· ὥσπερ οὐ κἀκείνοις συνομαρτούσης ταυτησὶ τῆς ἀπονοίας. φησὶ γοῦν ὁ καθ’ ὑμᾶς μὲν ποιητὴς καὶ μυθολόγος, ὡς δὲ ὁ Πύθιος λῃσταῖς χρωμένοις ἀνεῖλεν, ἥρως καὶ δαίμων, ὑπὲρ τῶν λῃζομένων τὴν θάλατταν "Οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα τοί τ’ ἀλόωνται Ψυχὰς παρθέμενοι." τί οὖν ἔτι ἕτερον ζητεῖς ὑπὲρ τῆς ἀπονοίας τῶν λῃστῶν μάρτυρα; πλὴν εἰ μὴ καὶ ἀνδρειοτέρους ἂν εἴποι τις τῶν τοιούτων κυνῶν ἐκείνους τοὺς λῃστάς, ἰταμωτέρους δὲ τῶν λῃστῶν ἐκείνων τοὺς κύνας τουτουσί. οἱ μὲν γὰρ συνειδότες αὑτοῖς οὕτω μοχθηρὸν τὸν βίον οὐ μᾶλλον διὰ τὸ τοῦ θανάτου δέος ἢ τὴν αἰσχύνην τὰς ἐρημίας προβάλλονται, οἱ δ’ ἄρα περιπατοῦσιν ἐν τῷ μέσῳ τὰ κοινὰ νόμιμα συγχέοντες, οὐχὶ τῷ κρείττονα καὶ καθαρωτέραν, ἀλλὰ τῷ χείρονα καὶ βδελυρωτέραν ἐπεισάγειν πολιτείαν.
然而现在,看在缪斯们的份上,请就犬儒主义告诉我这一点:它是否是一种疯狂与非人的生活,而是一种认为毫无美好、毫无可重、亦毫无良善的野兽般的灵魂状态?因为奥伊诺马奥斯完全可能使许多人对它产生这等看法。倘若你哪怕稍加留意过浏览这些著作,你必定已经在《犬儒自述》和《驳神谕》中,以及在那人所著的一切文字中清清楚楚地认出来了。既然事态已然如此,以至于对诸神的一切敬畏荡然无存,一切人类的明智皆遭鄙弃,不仅那与崇高和正义同名的法律遭到践踏,就连那宛如由诸神铭刻在我们灵魂中的法则亦被践踏——我们众人未受教导便凭此确信神圣之物的存在,并瞩目于它,依我看,正如同具视力之物朝向光明一般,我们亦将灵魂朝向它而心向往之;此外,若连那在本性上神圣而不可侵犯的第二条法则亦遭驱逐——该法则命令在一切方面和任何情况下皆须戒绝他人之物,且无论在言语上、行动上乃至灵魂隐秘的活动中皆不容许将这些混淆,它正是引领我们达到至善正义的向导——难道这一勾当还不配被投入深渊吗?难道称赞这些事物的人,不该像替罪者那样不只是被枝条抽打驱逐——因为这等惩戒相对于其罪行而言过于轻微——而是该被乱石砸死吗?请看在诸神的份上告诉我,这帮人与那些在荒僻之处行劫、占据海岸以残害靠岸航行者之徒,究竟有何区别?有人说:“他们蔑视死亡”;就好像这同一种疯狂未曾伴随着那些强盗一般!无论如何,在诸位眼中是诗人与神话作者、而在皮托之神面对强盗问卜时断定为英雄与半神的〔荷马〕,谈及劫掠大海之人时亦曾言道: “宛如海盗,冒着性命之险,游荡在汪洋之上。” 那么,关于强盗的疯狂,你何须再去寻找别的见证人?除非有人竟会说,那些强盗比这等犬儒更为勇敢,而眼前这些犬儒比那些强盗更为肆无忌惮。因为前者自知过着如此下劣的生活,因羞耻而借荒野为掩护,其程度并不亚于因对死亡的畏惧;然而后者却公然行走在大众之中,扰乱共同的法度,并非借由引入一种更为卓越与纯洁的政制,而是借由引入一种更坏且更令人作呕的政制。
Τὰς ἀναφερομένας δὲ εἰς τὸν Διογένη τραγῳδίας, οὔσας μὲν καὶ ὁμολογουμένως Κυνικοῦ τινος συγγράμματα, ἀμφισβητουμένας δὲ κατὰ τοῦτο μόνον, εἴτε τοῦ διδασκάλου, τοῦ Διογένους, εἰσίν, εἴτε τοῦ μαθητοῦ Φιλίσκου, τίς οὐκ ἂν ἐπελθὼν βδελύξαιτο καὶ νομίσειεν ὑπερβολὴν ἀρρητουργίας οὐδὲ ταῖς ἑταίραις ἀπολελεῖφθαι;3 ταῖς Οἰνομάου δὲ ἐντυχών· ἔγραψε γὰρ καὶ τραγῳδίας τοῖς λόγοις τοῖς ἑαυτοῦ παραπλησίας, ἀρρήτων ἀρρητότερα καὶ κακῶν πέρα, καὶ οὐκέθ’ ὅ, τι φῶ περὶ αὐτῶν ἀξίως ἔχω, κἂν τὰ Μαγνήτων κακὰ, κἂν τὸ Τερμέριον, κἂν πᾶσαν ἁπλῶς αὐτοῖς ἐπιφθέγξωμαι τὴν τραγῳδίαν μετὰ τοῦ σατύρου καὶ τῆς κωμῳδίας καὶ τοῦ μίμου, οὕτω πᾶσα μὲν αἰσχρότης, πᾶσα δὲ ἀπόνοια πρὸς ὑπερβολὴν ἐν ἐκείναις τῷ ἀνδρὶ πεφιλοτέχνηται· καὶ εἰ μὲν ἐκ τούτων τις ἀξιοῖ τὸν Κυνισμὸν ὁποῖός τίς ἐστιν ἡμῖν ἐπιδεῖξαι, βλασφημῶν τοὺς θεούς, ὑλακτῶν πρὸς ἅπαντας, ὅπερ ἔφην ἀρχόμενος, ἴτω, χωρείτω, γῆν πρὸ γῆς,4 ὅποι βούλοιτο·
至于归于第欧根尼名下的悲剧,众人公认它们确实出自某位犬儒之手,唯一的争议仅在于它们究竟属于师尊第欧根尼,还是其门徒菲利斯科斯:读过这些悲剧的人,谁会不感到作呕,谁会不认为连娼妓亦未曾留下如此登峰造极的难以启齿之恶行?读到奥伊诺马奥斯的悲剧者亦然:他也写过与其论著相仿的悲剧,其言谈实属不可言说之尤者,逾越了一切恶之界限,即便我用“马格内西亚人的灾祸”、“特耳墨罗斯之厄”,乃至随同萨堤洛斯剧、喜剧和摹拟剧的一切悲剧来形容它们,我也无法恰如其分地言说清楚;因为一切丑恶与一切疯狂都被那人极尽能事地罗织于其中了。倘若有人胆敢以此为据向我们展示犬儒主义是何物,亵渎诸神,如我开篇所言对着众人狂吠,那就由他去吧,任他在大地之上四处流离,去往他所想去的任何地方吧。
- 209bεἴ τί σοι τοῦ ταῦτα γοῦν ἐπελθεῖν ἐμέλησεν, ἐπέγνως ἂν
过去反事实条件句(条件从句用 εἰ 搭配不定过去时直陈式 ἐμέλησεν,结论从句用 ἄν 搭配不定过去时直陈式 ἐπέγνως)。冠词不定式短语 τοῦ ἐπελθεῖν 用作无人称动词 μέλει 的属格补足语(或逻辑主语)。
- 209bτοιούτου δὲ ὄντος τοῦ πράγματος, ὥστε ... ἆρ’ οὐκ ἔστι βαράθρου τὸ πρᾶγμα
长句结构:句首以属格独立结构 τοιούτου δὲ ὄντος τοῦ πράγματος 开篇,后接引导结果从句的 ὥστε;在多重插叙和从属分句(列举各种神圣律法的被毁及 πρὸς τούτῳ δὲ εἰ καὶ...)展开后,最终落脚于主句 ἆρ’ οὐκ ἔστι βαράθρου τὸ πρᾶγμα ἄξιον;(这一勾当难道不配投入深渊吗?)。属格 βαράθρου 由形容词 ἄξιον 所支配。
- 210dοὐδὲ ταῖς ἑταίραις ἀπολελεῖφθαι
由被动完成时不定式 ἀπολελεῖφθαι 与与格 ταῖς ἑταίραις 构成。前文的 ὑπερβολὴν ἀρρητουργίας(难以启齿之恶行的极端)充当该不定式的受格主语。整句是习惯性的比较强调表达,意为“(这等极致的无耻)甚至未曾留给娼妓”,即其放荡破廉耻之程度连娼妓都望尘莫及。
- 211bγῆν πρὸ γῆς
源自悲剧(如埃斯库罗斯《被缚的普罗米修斯》第682行等)的文学成语,意为“从一片土地被逐往另一片土地”、“四处流亡漂泊”。修饰祈使动词 ἴτω, χωρείτω,极言驱逐与流离失所之严酷。
