- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了源自神话的寓言(ainos)的性质,指出这种形式虽适用于伊索这般身为奴隶之人,但自命为自由民的犬儒若采用神话虚构并玷污神名,则完全违背犬儒精神,因而是不可取的。
Τοῦ δὲ τοιούτου προβαίνοντος καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντος, εἵλκυσαν ἐντεῦθεν οἱ ποιηταὶ τὸν αἶνον, ὃς τοῦ μύθου διαφέρει τῷ μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι καὶ μὴ ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά. βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τε καὶ διδάσκειν, ὅταν ὁ λέγων τὸ φανερῶν εἰπεῖν1 εὐλαβῆται, τὴν παρὰ τῶν ἀκουόντων ὑφορώμενος ἀπέχθειαν. οὕτω τοι καὶ Ἡσίοδος αὐτὸ φαίνεται πεποιηκώς· ὁ δὲ μετὰ τοῦτον Ἀρχίλοχος ὥσπερ ἥδυσμά τι περιτιθεὶς τῇ ποιήσει, μύθοις οὐκ ὀλιγάκις ἐχρήσατο ὁρῶν, ὡς εἰκός, τὴν μὲν ὑπόθεσιν, ἣν μετῄει, τῆς τοιαύτης ψυχαγωγίας ἐνδεῶς ἔχουσαν, σαφῶς δὲ ἐγνωκώς, ὅτι στερομένη μύθου ποίησις ἐποποιΐα μόνον ἐστίν, ἐστέρηται δέ, ὡς ἂν εἴποι τις, ἑαυτῆς, οὐ γὰρ ἔτι λείπεται ποίησις, ἡδύσματα ταῦτα παρὰ τῆς ποιητικῆς Μούσης ἐδρέψατο, καὶ παρέθηκέ γε αὐτοῦ τούτου χάριν, ὅπως μὴ σιλλογράφος τις, ἀλλὰ ποιητὴς νομισθείη. Ὁ δὲ δὴ τῶν μύθων Ὅμηρος ἢ Θουκυδίδης ἢ Πλάτων, ἢ ὅ, τι βούλει καλεῖν αὐτόν, Αἴσωπος ἦν ὁ Σάμιος, δοῦλος τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὴν οὐδὲ κατ’ αὐτὸ τοῦτο ἀνήρ. ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ οἶμαι τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δὲ ἅμα τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρός, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος.
随着这一做法的发展并为希腊人所推崇,诗人们由此衍生出寓言;寓言与神话之不同,在于它并非面向孩童,而是面向成年男子而作,且不仅具有娱乐性,更包含某种规劝。因为当说话者顾忌公开言说、唯恐招致听众的怨恨时,寓言便意在隐晦地予以劝勉与教导。赫西俄德显然亦曾如此行事;而继他之后的阿耳基洛科斯,宛如为自己的诗作增添某种调味品一般,屡屡运用神话,这想必是因为他看出自己所从事的题材缺乏这等娱乐性,且明智地认识到,剥离了神话的诗作不过是单纯的韵文制作,且可谓丧失了自身——因为那已不再成其为诗作;于是他从诗艺缪斯那里采撷了这些调料,并加以呈现,恰恰是为了使自己被视为诗人而非单纯的讽刺诗作者。 至于神话界的荷马、修昔底德或柏拉图——随你怎么称呼他——便是萨摩斯的伊索。他沦为奴隶乃出于命运而非本心选择,然而即便身处此境,他亦非愚鲁之徒。因为对于未获法律赋予直言之权的伊索而言,将建言描摹成隐约的影象,并饰以愉悦与韵味来委婉呈献,本是合宜之举;正如依我之见,在医师之中,自由民会径直吩咐必需之法,但若一人命运为仆役而技艺为医,他便不得不苦于既要曲意奉承主人,又要为其疗疾。
εἰ μὲν οὖν καὶ τῷ κυνὶ προσήκει ταύτης τῆς δουλείας, λεγέτω, γραφέτω, παραχωρείτω τῆς μυθολογίας αὐτῷ πᾶς ὁστισοῦν, εἰ δὲ μόνος εἶναί φησιν ἐλεύθερος, ἐπὶ τί χρήσεται τοῖς μύθοις, οὐκ οἶδα. πότερον ἵνα τὸ πικρὸν καὶ δάκνον τῆς συμβουλῆς ἡδονῇ καὶ χάριτι κεράσας ἅμα τε ὀνήσῃ καὶ ἀποφύγῃ τὸ προσλαβεῖν τι παρὰ τοῦ ὀνιναμένου κακόν; ἀλλὰ τοῦτό ἐστι λίαν δουλοπρεπές. ἀλλ’ ἄμεινον ἄν τις διδαχθείη μὴ τὰ πράγματα ἀκούων αὐτὰ μηδὲ τὰ ἐπ’ αὐτοῖς ὀνόματα κατὰ τὸν κωμικὸν τὴν σκάφην σκάφην λέγοντα;2 ἀλλ’ ἀντὶ τοῦ μὲν δεῖνος τὸν Φαέθοντα τί δέον ὀνομάσαι; τί δὲ χραίνειν οὐκ εὐαγῶς τὴν ἐπωνυμίαν τοῦ βασιλέως Ἡλίου; τίς δὲ ὁ Πὰν καὶ τίς ὁ Ζεὺς τῶν χαμαὶ ἐρχομένων ἀνθρώπων ἄξιος καλεῖσθαι, ἵν’ ἐκεῖθεν ἐπ’ αὐτοὺς μεταθῶμεν ἡμῶν τὰς διανοίας; καίτοι, εἰ καὶ τοῦτο οἷόν τε ἦν, ἄμεινον ἦν αὐτοὺς ὀνομάσαι τοὺς ἀνθρώπους. ἦ γὰρ οὐχ οὕτω κρεῖττον ἦν εἰπεῖν ἀνθρωπικὰ θεμένους ὀνόματα; μᾶλλον δὲ οὐδὲ θεμένους, ἤρκει γὰρ ὅσαπερ ἡμῖν οἱ γονεῖς ἔθεντο. ἀλλ’ εἰ μήτε μαθεῖν ἐστι ῥᾷον διὰ τοῦ πλάσματος μήτε τῷ Κυνικῷ πρέπον πλάττειν τὰ τοιαῦτα, τοῦ χάριν οὐκ ἐφεισάμεθα τοῦ πολυτελοῦς ἀναλώματος, πρὸς δὲ δὴ καὶ ἐφθείραμεν τὸν χρόνον πλάττοντες καὶ συντιθέντες μυθάρια, εἶτα λογογραφοῦντες καὶ ἐκμανθάνοντες; Ἀλλ’ ἴσως ὁ μὲν λόγος οὔ φησι δεῖν ἀντὶ τῶν ἀληθῶν καὶ μὴ πεπλασμένων τὰ ψευδῆ καὶ πεπλασμένα παρὰ τοῦ κυνός, ᾧ μόνῳ τῆς ἐλευθερίας μέτεστιν, ἐν τοῖς κοινοῖς ᾄδεσθαι συλλόγοις, ἡ συνήθεια δὲ οὕτω γέγονεν ἀπὸ Διογένους ἀρξαμένη καὶ Κράτητος ἄχρι τῶν ἐφεξῆς. οὐδὲν οὐδαμοῦ παράδειγμα τοιοῦτον εὑρήσεις· ἐκεῖνο γὰρ ἀφίημι τέως, ὅτι τῷ Κυνικῷ τὸ νόμισμα παραχαράττοντι3 τῇ συνηθείᾳ προσέχειν οὐδαμῶς προσήκει, τῷ λόγῳ δὲ αὐτῷ μόνῳ, καὶ τὸ ποιητέον εὑρίσκειν οἴκοθεν, ἀλλ’ οὐ μανθάνειν ἔξωθεν. εἰ δ’ Ἀντισθένης ὁ Σωκρατικὸς ὥσπερ ὁ Ξενοφῶν ἔνια διὰ τῶν μύθων ἀπήγγελλε, μήτι τοῦτό σε ἐξαπατάτω· καὶ γὰρ μικρὸν ὕστερον ὑπὲρ τούτου σοι διαλέξομαι·
因此,倘若这等奴性亦适用于犬儒,那就任他说去、任他写去吧,任何人尽可将讲神话的特权让渡于他;但若他自称唯有自己是自由人,我便不知他究竟为何要运用神话了。难道是为了用愉悦与韵味调和规劝的苦涩与辛辣,从而既能施益,又免遭受益者的伤害?但这未免太具奴颜婢色了。难道说,不直接听闻实情,也不依喜剧诗人所言“是盆就直呼为盆”那样听闻它们的名称,人反倒能受到更好的教导吗?但何须用“法厄同”来替代某某人的名讳?何须不洁地玷污赫利俄斯王的称号?在尘世行走的凡人中,又有谁配被称为潘神或宙斯,以致我们要将心智从〔神明〕那里转移到他们身上?退一步讲,纵使这可行,直呼那些人自身的名字也更为妥当。难道如此起些人类的名字来言说不更为高明吗?或者甚至毋庸另起名字,父母赐予我们的名字便已足够。然而,如果借由虚构既未能学得更加容易,犬儒编造这等事物又殊不相称,我们为何不省下这笔奢靡的耗费,反倒编排拼凑这些微末的神话,进而形诸文字、背诵默识,白白浪费光阴? 或许有人会说,尽管道理上讲,唯独享有自由的犬儒不应在公众集会中大唱虚假捏造之辞以替代真实无妄之言,然而从第欧根尼和克拉特斯肇始直至后继者,习俗向来如此。可是,你绝不可能在任何地方找到这等先例!因为我且先搁置这一点不谈:对于“重铸钱币”的犬儒而言,绝不应当理会习俗,而唯独应当听从理性本身,从自身内部探求应当行之事,而非向外求取。即使苏格拉底的门徒安提斯泰尼也曾像色诺芬那样通过神话转述过某些事理,你亦切莫为此所惑;因为稍后我将与你详论此事。
- 207aτὸ φανερῶν εἰπεῖν
手抄本中的 τὸ φανερῶν εἰπεῖν 作 εὐλαβῆται 的宾语成分。φανερῶν 可理解为中性复数属格名词化(“公开之事”),亦可能是副词 φανερῶς 或中性单数宾格 τὸ φανερόν 的异文或讹误,表“公开发言 / 直言”。
- 208aτὴν σκάφην σκάφην λέγοντα
出自希腊喜剧的著名谚语:“是盆就直呼为盆”(相当于汉语的“直言不讳、直呼其名”)。分词 λέγοντα 为阳性单数宾格,修饰前面的 τὸν κωμικὸν,指不加粉饰、直指实物的言说方式。
- 208dτὸ νόμισμα παραχαράττοντι
与德尔斐神谕及锡诺普的第欧根尼紧密相连的犬儒派著名格言:“重铸钱币 / 伪造货币”(比喻颠覆世俗规范与习俗)。与格分词修饰 τῷ Κυνικῷ,揭示了犬儒派本应打破习俗(συνήθεια)却反以习俗为借口的自相矛盾。
