- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安回忆日前听闻某犬儒派学者宣讲亵渎神明的拙劣神话时的反感,阐述自己登台论述神话在哲学中的正当运用及敬神之道的缘由,并探讨了神话的庸俗起源与抚慰心灵的作用。
Ἦ πολλὰ γίνεται ἐν μακρῷ χρόνῳ· τοῦτο ἐκ τῆς κωμῳδίας ἀκηκοότι μοι πρῴην ἐπῆλθεν ἐκβοῆσαι, ὁπηνίκα παρακληθέντες ἠκροώμεθα κυνὸς οὔτι τορὸν οὐδὲ γενναῖον ὑλακτοῦντος, ἀλλ’ ὥσπερ αἱ τίτθαι μύθους ᾄδοντος καὶ οὐδὲ τούτους ὑγιῶς διατιθεμένου. παραχρῆμα μὲν οὖν ἐπῆλθέ μοι διαναστάντι διαλῦσαι τὸν σύλλογον· ἐπεὶ δὲ ἐχρῆν ὥσπερ ἐν θεάτρῳ κωμῳδουμένων Ἡρακλέους καὶ Διονύσου παρὰ τῶν κωμῳδῶν ἀκούειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν συνειλεγμένων χάριν ὑπέμεινα, μάλλον δέ, εἰ χρή τι καὶ νεανικώτερον εἰπεῖν, ἡμῶν αὐτῶν ἕνεκα καὶ τοῦ μὴ δοκεῖν ὑπὸ δεισιδαιμονίας μᾶλλον ἢ διανοίας εὐσεβοῦς καὶ λελογισμένης, ὥσπερ αἱ πελειάδες, ὑπὸ τῶν ῥηματίων σοβηθεὶς ἀναπτῆναι.1 ἔμενον δὲ ἐκεῖνο πρὸς ἐμαυτὸν εἰπὼν "Τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης," ἀνάσχου καὶ κυνὸς ληροῦντος ὀλίγον ἡμέρας μόριον, οὐ πρῶτον ἀκούεις τῶν θεῶν βλασφημουμένων, οὐχ οὕτω τὰ κοινὰ πράττομεν καλῶς, οὐχ οὕτω τῶν ἰδίων ἕνεκα σωφρονοῦμεν, οὐ μὴν οὐδὲ εὐτυχεῖς ἐσμεν, ὥστε τὰς ἀκοὰς καθαρὰς ἔχειν ἢ τὸ τελευταῖον γοῦν τὰ ὄμματα μὴ κεχράνθαι τοῖς παντοδαποῖς τουτουὶ τοῦ σιδηροῦ γένους ἀσεβήμασιν. ἐπεὶ δὲ ὥσπερ ἐνδεεῖς ἡμᾶς τῶν τοιούτων κακῶν ἀνέπλησεν οὐκ εὐαγῶν ὁ κύων ῥημάτων τὸν ἄριστον τῶν θεῶν ὀνομάσας, ὡς μήποτε ὤφελε μήτ’ ἐκεῖνος εἰπεῖν μήτε ἡμεῖς ἀκοῦσαι, δεῦρο πειραθῶμεν αὐτὸν ἐφ’ ὑμῶν διδάξαι, πρῶτον μὲν ὅτι τῷ κυνὶ λόγους μᾶλλον ἢ μύθους προσήκει γράφειν, εἶτα ὁποίας καὶ τίνας χρὴ ποιεῖσθαι τὰς διασκευὰς τῶν μύθων, εἴ τι ἄρα καὶ φιλοσοφία προσδεῖται τῆς μυθογραφίας, ἐπὶ πᾶσι δὲ ὑπὲρ τῆς πρὸς τοὺς θεοὺς εὐλαβείας ὀλίγα διαλέξομαι· τοῦτο γάρ μοι καὶ τῆς εἰς ὑμᾶς παρόδου γέγονεν αἴτιον καίπερ οὐκ ὄντι συγγραφικῷ καὶ τὸ ἐν τῷ πλήθει λέγειν ὥσπερ ἄλλο τι τῶν ἐπαχθῶν καὶ σοφιστικῶν τὸν ἔμπροσθεν χρόνον παραιτησαμένῳ. μικρὰ δὲ ὑπὲρ τοῦ μύθου καθάπερ τινὰ γενεαλογίαν ἴσως οὐκ ἀνάρμοστον ἐμοί τε φάναι ὑμῖν τε ἀκοῦσαι.
“诚然,久历岁月,变故良多。”这句听自喜剧的话,日前在我们应邀聆听一只犬既不清亮亦不高贵地吠叫时,油然涌上心头,令我几乎要高呼出声——他宛如乳母般哼唱神话,且编排得毫无理致。当下我便起意拂衣而起,遣散集会;然而,正如在剧场中不得不忍听滑稽演员将赫拉克勒斯与狄奥尼索斯充作喜剧笑柄一般,我留了下来,并非为了演讲者,而是念及在场的众人;或者更确切地说,假若容我稍作豪迈之语,乃是为了我们自身,以免我们显得并非出于虔敬而明达的心意,反倒出于迷信,宛如鸽子受了微言惊吓便振翼飞遁。我留了下来,心中自忖道: “且忍耐吧,我的心,你曾忍受过更为犬类的不堪之事,”姑且忍耐这犬儒在半日片刻中的胡言乱语吧。你并非首次听闻神明遭受亵渎;我们治理公家之事未见得如此尽善,修饬私德未见得如此谨饬,更无这般福分,得以保持双耳纯净,或至少双眼不被这黑铁世代的种种不敬行径所玷污。然而,仿佛我们尚欠缺这等祸患似的,这只恶犬竟指称至尊之神的名讳,以不洁之辞玷污我们——但愿他未曾说出口,我们亦未曾听闻!且让我们尝试在诸位面前训导他:首先,犬儒宜著论辩而非神话;其次,倘若哲学果真需要神话创作,应当对神话进行何种改造与修饰;最后,我将略述敬神之义。正因为此,我才来到诸位面前,尽管我素非著书之士,以往向来视在公众前演说为某种烦难浮夸的智者伎俩而加以推辞。然而,关于神话略作一番类似谱系的考察,于我说来、于诸位听来,想必并非不宜。
Τὴν μὲν οὖν ἀρχὴν ὁπόθεν ηὑρέθη καὶ ὅστις ὁ πρῶτος ἐπιχειρήσας τὸ ψεῦδος πιθανῶς συνθεῖναι πρὸς ὠφέλειαν ἢ ψυχαγωγίαν τῶν ἀκροωμένων, οὐ μᾶλλον εὔροι τις ἂν ἢ εἴ τις ἐπιχειρήσειε τὸν πρῶτον πταρόντα ἢ χρεμψάμενον ἀναζητεῖν. εἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ καὶ Θετταλίᾳ, τοξόται δὲ καὶ τὰ κουφότερα τῶν ὅπλων ἐν Ἰνδίᾳ καὶ Κρήτῃ καὶ Καρίᾳ ἀνεφάνη, τῇ φύσει τῆς χώρας ἀκολουθούντων οἶμαι τῶν ἐπιτηδευμάτων, οὕτω τις ὑπολαμβάνει καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι· τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι2 τό γε ἐξ ἀρχῆς ὁ μῦθος εὕρημα, καὶ διαμένει ἐξ ἐκείνου μέχρι καὶ νῦν παρ’ αὐτοῖς πολιτευόμενον τὸ πρᾶγμα ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς καὶ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας. ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν οἱ ἰχθύες αἵ τε ἔλαφοι θεῖν ἐπειδὴ πεφύκασιν οὐδὲν τοῦ διδαχθῆναι προσδέονται, κἂν δήσῃ τις κἂν καθείρξῃ, πειρᾶται ὅμως χρῆσθαι τούτοις τοῖς μορίοις, πρὸς ἃ σύνοιδεν αὑτοῖς πεφυκόσι, ταυτὶ τὰ ζῷα, οὕτως οἶμαι καὶ τὸ τῶν ἀνθρώπων γένος οὐκ ἄλλο τι τὴν ψυχὴν ἔχον ἢ λόγον καὶ ἐπιστήμην ὥσπερ ἐγκαθειργμένην, ὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν,3 ἐπὶ τὸ μανθάνειν τε καὶ ζητεῖν καὶ πολυπραγμονεῖν, ὡς πρὸς οἰκειότατον ἑαυτῷ τῶν ἔργων, τρέπεται· καὶ ὅτῳ μὲν εὐμενὴς θεὸς ταχέως ἔλυσε τὰ δεσμὰ καὶ τὴν δύναμιν εἰς ἐνέργειαν ἤγαγε, τούτῳ πάρεστιν εὐθὺς ἐπιστήμη, τοῖς δεδεμένοις δὲ ἔτι, καθάπερ οἶμαι Ἰξίων νεφέλῃ τινὶ ἀντὶ τῆς θεοῦ λέγεται παραναπαύσασθαι, τούτοις ἀντ’ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα· γίνεται γὰρ ἐντεῦθεν αὐτοῖς τὰ ὑπηνέμια καὶ τερατώδη ταυτὶ τῆς ἀληθοῦς ἐπιστήμης οἷον εἴδωλα ἄττα καὶ σκιαί· πράττουσι γοῦν πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη καὶ διδάσκουσί γε μάλα προθύμως καὶ μανθάνουσιν ὥσπερ οἶμαι χρηστόν τι καὶ θαυμαστόν. εἰ δ’ ὅλως χρή τι καὶ ὑπὲρ τῶν τοὺς μύθους τὸ πρῶτον πλασάντων ἀπολογήσασθαι, δοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς, ὥσπερ αἱ τίτθαι περὶ τὰς ὀδοντοφυΐας κνησιῶσιν αὐτοῖς σκύτινα ἄττα προσαρτῶσι ταῖν χεροῖν, ἵνα αὐτῶν παραμυθήσωνται τὸ πάθος, οὕτω δὲ καὶ οὗτοι τῷ ψυχαρίῳ πτεροφυοῦντι καὶ ποθοῦντι πλέον εἰδέναι τι, διδάσκεσθαι δὲ οὔπω τἀληθῆ δυναμένῳ ταῦτα ἐποχετεύειν,4 ὥσπερ ἄρδοντες ἄρουραν διψῶσαν, ἵνα δὴ οἶμαι αὐτῶν τὸν γαργαλισμὸν καὶ τὴν ὀδύνην παραμυθήσωνται.
至于神话究从何处发源,何人首开机端,为了听众的裨益或娱情而将虚妄之辞敷演得娓娓动听,探究此事并不比追溯谁是首个打喷嚏或清嗓子的人更为可得。然而,正如色雷斯与色萨利出现了骑兵,印度、克里特与卡里亚出现了弓手与轻装步兵——我想技艺往往顺应地理天性——若人在其他事物上也同样认为,凡各物见重之处,必最先由当地之人创获;那么神话自始似乎便是庸庸碌碌的芸芸众生所发明,并且自彼时直至今日,如同双管笛、基塔拉琴等乐器清音一般,出于愉悦与解闷之故,一直在凡民中流传不绝。正如鸟类生而能飞,鱼类生而能游,鹿群生而能奔,无需受教,即使有人羁绊幽闭之,这些生灵仍图运用自知秉赋的器官;依我之见,人类亦复如是,心灵中除却深锁其中的理性与认知——智者们称之为潜能——别无他物,人类遂转向学习、求索与研考,视之为与自身最为相称的功业。凡蒙和善之神迅速解其桎梏、引其潜能入于现实者,当即坐拥真知;而对于仍遭禁锢者,正如相传伊克西翁依偎乌云以代女神,虚假妄见深植其心,替代了真理。因其由此生出者,不过是真知的虚妄不实与怪诞影象而已;他们终究在求取真知之前先行虚妄之事,极其热心于施教与受教,宛若那是极善极妙之物。然而,若果真要为神话的首创者们作些许辩护,依我看来,正如乳母在幼童出牙作痒之际,在他们双手系上皮制玩物以抚慰其苦楚,神话创作者们眼见幼弱的心灵初生羽翼、渴求多知,却尚无力领受真理之教,遂如同灌溉干涸之田般将这些神话倾注其中,以抚慰其心智之躁动与痛楚。
- 204bτοῦ μὴ δοκεῖν ὑπὸ δεισιδαιμονίας μᾶλλον ἢ διανοίας εὐσεβοῦς καὶ λελογισμένης, ὥσπερ αἱ πελειάδες, ὑπὸ τῶν ῥηματίων σοβηθεὶς ἀναπτῆναι
τοῦ μὴ δοκεῖν 是受 ἕνεκα 支配的冠词不定式属格,表示目的(“以免显得……”)。依存于 δοκεῖν 的补足不定式是 ἀναπτῆναι,分词 σοβηθείς(阳性单数主格)则在格上与主句主语(说话者“我”)一致,此处语法上由前面的复数 ἡμῶν αὐτῶν ἕνεκα 转为了单数分词。
- 205dεἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ ... ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι· τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι
这是一个结合了比较、条件从句与间接引语的复杂长句。条件从句 εἰ δέ... ὑπολαμβάνει(“倘若有人认为……”)统摄间接陈述的不定式短语 μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι;主句则由个人称谓构词的 ἔοικεν 引导,以 ὁ μῦθος 为主语,带表语名词 εὕρημα 及其属格定语 τῶν ἀγελαίων ... ἀνθρώπων(“神话似乎是庸众的发明”)。
- 206bὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν
双重宾格结构(λέγω + 宾格 + 宾语补足语宾格,“将A称为B”)。关系代词 ὃ 指代前文所述“深锁于心灵中的理性与知识”,作直接宾语,δύναμιν 则为其补足语宾格(“潜能”)。
- 206dδοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς ... ταῦτα ἐποχετεύειν
动词 δοκέω 的人称构词用法(δοκοῦσι 为第三人称复数,主语承前指“神话首创者们”)。句子的核心骨架为 οὗτοι δοκοῦσί μοι ... ἐποχετεύειν(“在我看来,他们似乎倾注了这些……”),中间插入了关于乳母抚慰婴儿的长比喻从句(ὥσπερ αἱ τίτθαι...)。
