← 朱利安

致犬儒主义者赫拉克里奥斯

§24

古代先哲对神明与神名的敬畏

作者中止了冗余的修辞赘述,转而引证毕达哥拉斯、柏拉图和亚里士多德的文献与行迹,论证先哲们对诸神及其名号怀有的极高敬畏与虔诚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

τῶν μὲν δὴ τοιούτων λόγων, εἰ καὶ πολὺ πλῆθος ἐπιρρεῖ· καὶ οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις ἐκ πάνυ δαψιλοῦς ἀντλήσειεν ἂν πίθου·1 τῆς προκειμένης ἡμῖν ἀσχολίας ἕνεκεν ἀφέξομαι. μικρὰ δὲ ἔτι τῷ λόγῳ προσθεὶς ὥσπερ ὀφλήματι τὸ ἐνδέον ἐπ’ ἄλλο τι τρέψομαι, ταυτηνὶ τὴν ξυγγραφὴν αὐτοῦ που πληρώσας. Τίς οὖν ἡ τῶν Πυθαγορικῶν εὐλάβεια περὶ τὰ τῶν θεῶν ὀνόματα, τίς δὲ ἡ Πλάτωνος; ποταπὸς δὲ ἦν ἐν τούτοις Ἀριστοτέλης; ἆρ’ οὐκ ἄξιον αὐτὸ ἰδεῖν; ἢ τὸν μὲν Σάμιον οὐδεὶς ἀντερεῖ τοιοῦτον γενέσθαι; καὶ γὰρ οὔτε τὸ ὀνόματα θεῶν ἐν τῇ σφραγῖδι φορεῖν ἐπέτρεπεν οὔτε τὸ ὅρκῳ χρῆσθαι προπετῶς τοῖς τῶν θεῶν ὀνόμασιν. εἰ δὲ νῦν λέγοιμι, ὅτι καὶ εἰς Αἴγυπτον ἐπορεύθη καὶ Πέρσας εἶδε καὶ πανταχοῦ πάντα ἐπειράθη τὰ μυστήρια τῶν θεῶν ἐποπτεῦσαι καὶ τελεσθῆναι παντοίας πανταχοῦ τελετάς, ἐρῶ μὲν ἴσως ἄγνωστά σοι, γνώριμα μέντοι καὶ σαφῆ τοῖς πολλοῖς. ἀλλὰ τοῦ Πλάτωνος ἄκουε· τὸ δ’ ἐμὸν δέος, ὦ Πρώταρχε, πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατ’ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δ’ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον· ταῦτα ἐν Φιλήβῳ λέγεται, καὶ τοιαῦτα ἕτερα πάλιν ἐν Τιμαίῳ· πιστεύειν γὰρ ἁπλῶς ἀξιοῖ καὶ χωρὶς ἀποδείξεως λεγομένοις, ὅσα ὑπὲρ τῶν θεῶν φασιν οἱ ποιηταί. ταῦτα δὲ παρέθηκα, μή ποτέ σοι παράσχῃ πρόφασιν, ὥσπερ οἶμαι τῶν Πλατωνικῶν πολλοῖς, ὁ Σωκράτης εἴρων ὢν φύσει τὴν Πλατωνικὴν ἀτιμάσαι δόξαν.2 ἐκεῖ γὰρ οὐχ ὁ Σωκράτης, ἀλλ’ ὁ Τίμαιος ταῦτα λέγει ἥκιστα ὢν εἴρων. καίτοι τοῦτό γέ ἐστιν οὐχ ὑγιὲς μὴ τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ τοὺς λέγοντας, καὶ τὸ πρὸς τίνας οἱ λόγοι γίγνονται. βούλει δῆτα τὸ μετὰ τοῦτο τὴν πάνσοφον ὑπαγορεύσω σειρῆνα,3 τὸν τοῦ λογίου τύπον Ἑρμοῦ, τὸν τῷ Ἀπόλλωνι καὶ ταῖς Μούσαις φίλον; ἐκεῖνος ἀξιοῖ τοὺς ἐπερωτῶντας ἢ ζητεῖν ὅλως ἐπιχειροῦντας, εἰ θεοί εἰσιν, οὐχ ὡς ἀνθρώπους ἀποκρίσεως τυγχάνειν, ἀλλ’ ὡς τὰ θηρία κολάσεως. εἰ δὲ ἀνεγνώκεις τὸν συστατικὸν αὐτοῦ λόγον, ὃς ὥσπερ τῆς Πλάτωνος, οὕτω δὴ καὶ τῆς ἐκείνου διατριβῆς προυγέγραπτο, ἔγνως ἂν πρὸ πάντων, ὅτι τὰ πρὸς τοὺς θεοὺς εὐσεβεῖς εἶναι καὶ μεμυῆσθαι πάντα τὰ μυστήρια καὶ τετελέσθαι τὰς ἁγιωτάτας τελετὰς καὶ διὰ πάντων τῶν μαθημάτων ἦχθαι τοῖς εἴσω τοῦ περιπάτου βαδίζουσι προηγόρευτο.

关于此类论辩,纵使滔滔不绝而来,且凡欲言者自那丰裕充盈之巨瓮中取之不尽,我亦因摆在我们面前的繁忙政务而就此作罢。然而,我还要为这篇言论略微增补数语,如同偿清债务之不足,随即将本著作在此处完结,转而论及其他事务。 那么,毕达哥拉斯学派对于诸神的名号怀有怎样的敬畏?柏拉图的敬畏又是如何?亚里士多德在这些事上又是何等人物?难道这不值得一观吗?莫非有人能否认萨摩斯人正是这样的人?因为他既不允许在印章上佩戴诸神的名号,也不允许在起誓中轻率使用诸神之名。倘若我如今提及他曾远赴埃及,拜访波斯人,并力图在各处亲见诸神的一切奥秘,在各地领受各类密仪,我所言者对你而言或许陌生,但对多数人而言却是人尽皆知且明晰不过的。且听柏拉图之言:“普罗塔库斯啊,我对诸神名号的敬畏非同常人,而是超越了最大的恐惧。如今对于阿佛洛狄忒,凡她所悦纳之名,我便依样称呼;然而对于快乐,我知晓它是千变万化的。”这些话是在《斐勒布篇》中所言,而在《蒂迈欧篇》中又有类似之论;因为他主张对于诗人们论及诸神的一切言说,纵无证明,亦当单纯信从。我之所以列出这些,是为了防止因苏格拉底生性惯于反讽,从而给你——如同我认为给许多柏拉图派门人一样——提供贬抑柏拉图学说的借口。因为在《蒂迈欧篇》中言说此事的并非苏格拉底,而是绝非反讽者的蒂迈欧。然而,不考察所言之事,反倒考察言说之人以及言论针对的对象,这本身便不是健康的见识。 那么在此之后,你是否愿意让我为你引出那位全智的塞壬、雄辩之神赫尔墨斯的化身、阿波罗与缪斯之友的言论?那人主张,凡发问或试图探究诸神是否存在之人,不配作为人类获得回答,而当如野兽般遭受惩罚。你若读过他那篇置于其学派之首、如同柏拉图学园之规引般的入门论著,你便会首要明白:凡步入逍遥学派内部之人,早被明文通告必须对神虔敬、受过一切秘仪启蒙、领受过最神圣的教仪,并且通晓全部学科。

语法注3 条
  1. 24οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις ἐκ πάνυ δαψιλοῦς ἀντλήσειεν ἂν πίθου

    短语 οὐκ ἔστιν ὅσον οὐ(χί) 为双重否定的惯用结构,意为“没有……不”,即“取之不尽”。此处与带有 ἄν 的潜能祈愿语气动词(ἀντλήσειεν ἄν)结合,表示“任何想要言说的人,纵使汲取再多也绝非不可能”,强烈肯定了论据的充裕繁多。

  2. 237bμή ποτέ σοι παράσχῃ πρόφασιν, ὥσπερ οἶμαι τῶν Πλατωνικῶν πολλοῖς, ὁ Σωκράτης εἴρων ὢν φύσει τὴν Πλατωνικὴν ἀτιμάσαι δόξαν

    此处为一个倒置与离隔结构(hyperbaton)。在由 μή 引导的目的从句中,主谓语 παράσχῃ 与其宾语 πρόφασιν 之间,被插入语以及主语短语 ὁ Σωκράτης εἴρων ὢν φύσει 隔开,而后才出现起说明作用的不定式短语 τὴν Πλατωνικὴν ἀτιμάσαι δόξαν。其核心句法框架为:μή ποτέ σοι παράσχῃ πρόφασιν ... ὁ Σωκράτης ... ἀτιμάσαι(免得苏格拉底……给你提供……贬抑柏拉图学说的借口)。

  3. 237cβούλει δῆτα τὸ μετὰ τοῦτο τὴν πάνσοφον ὑπαγορεύσω σειρῆνα

    此句采用 βούλει 搭配第一人称单数不定过去时主动虚拟语气(ὑπαγορεύσω)的句型,用以表达询问意向或提议:“你是否愿意让我道出……?”。其直接宾语“全智的塞壬”(τὴν πάνσοφον ... σειρῆνα)结合随后的同位语短语,是用来借指亚里士多德的尊称比喻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:24