- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安严厉斥责对方所作寓言中妄自尊大(自比为宙斯而将尤利安比作潘)的亵渎之举,引萨尔摩纽斯等神话先例抨击其缺乏教养。他通过对比自身所受的严谨哲学培育,尖锐批驳了对方伪犬儒式的狂妄自大与陈腐拙劣的修辞作风。
Τοῦτο εἴτε μῦθος εἴτε ἀληθής ἐστι λόγος οὐκ οἶδα. τὸ παρὰ σοῦ δὲ πεποιημένον,1 τίνα βούλει τὸν Πᾶνα, τίνα δὲ εἶναι τὸν Δία, εἰ μὴ τοῦτο, ὡς ἐσμὲν ἐγώ τε καὶ σύ, σὺ μὲν ὁ Ζεύς, ἐγὼ δὲ ὁ Πάν; ὢ τοῦ γελοίου Ψευδόπανος, γελοιοτέρου μέντοι νὴ τὸν Ἀσκληπιὸν τοῦ πάντα μᾶλλον ἢ Διὸς ἀνθρώπου.2 ταῦτα οὐκ ἔστιν ἀτεχνῶς ἐκ μαινομένου στόματος οὔτι τὴν ἔνθεον, ἀλλὰ τὴν ἔκπληκτον μανίαν;3 οὐκ οἶσθα, ὅτι καὶ ὁ Σαλμωνεὺς ἔδωκεν ὑπὲρ τούτων τοῖς θεοῖς δίκην, ὅτι ἄνθρωπος ὢν ἐπεχείρει Ζεὺς εἶναι; τὸ δὲ ἐκ τῶν Ἡσιόδου λεγόμενον ὑπὲρ τῶν ὀνομασάντων ἑαυτοὺς τοῖς τῶν θεῶν ὀνόμασιν, Ἥρας τε καὶ Διός, εἰ μήπω καὶ νῦν ἀκήκοας, ἔχω σοι συγγνῶναι· οὐδὲ γὰρ ἐπαιδοτριβήθης καλῶς οὐδὲ ἔτυχες καθηγεμόνος, ὁποίου περὶ τοὺς ποιητὰς ἐγὼ τουτουὶ τοῦ φιλοσόφου, μεθ’ ὃν ἐπὶ τὰ πρόθυρα τῆς φιλοσοφίας ἦλθον ὑπ’ ἀνδρὶ τελεσθησόμενος, ὃν νενόμικα τῶν κατ’ ἐμαυτὸν πάντων διαφέρειν. ὁ δέ με πρὸ πάντων ἀρετὴν ἀσκεῖν καὶ θεοὺς ἁπάντων τῶν καλῶν νομίζειν ἡγεμόνας ἐδίδασκεν. εἰ μὲν οὖν τι προὔργου πεποίηκεν, αὐτὸς ἂν εἰδείη καὶ πρὸ τούτου γε οἱ βασιλεῖς θεοί· τουτὶ δὲ ἐξῄρει τὸ μανιῶδες καὶ θρασύ, καὶ ἐπειρᾶτό με ποιεῖν ἐμαυτοῦ σωφρονέστερον. ἐγὼ δὲ καίπερ, ὡς οἶσθα, τοῖς ἔξωθεν πλεονεκτήμασιν ἐπτερωμένος ὑπέταξα ὅμως ἐμαυτὸν τῷ καθηγεμόνι καὶ τοῖς ἐκείνου φίλοις καὶ ἡλικιώταις καὶ συμφοιτηταῖς, καὶ ὧν ἤκουον ἐπαινουμένων παρ’ αὐτοῦ, τούτων ἔσπευδον ἀκροατὴς εἶναι, καὶ βιβλία ταῦτα ἀνεγίγνωσκον, ὁπόσα αὐτὸς δοκιμάσειεν. Οὕτως ἡμεῖς ὑφ’ ἡγεμόσι τελούμενοι, φιλοσόφῳ μὲν τῷ τὰ τῆς προπαιδείας με τελέσαντι, φιλοσοφωτάτῳ δὲ τῷ τὰ πρόθυρα τῆς φιλοσοφίας δείξαντι, σμικρὰ μὲν διὰ τὰς ἔξωθεν ἡμῖν προσπεσούσας ἀσχολίας, ὅμως δ’ οὖν ἀπελαύσαμεν τῆς ὀρθῆς ἀγωγῆς, οὐ τὴν σύντομον, ἣν σὺ φής, ἀλλὰ τὴν κύκλῳ πορευθέντες· καίτοι νὴ τοὺς θεοὺς ἐπὶ τὴν ἀρετὴν οἶμαι ὅτι σου συντομωτέραν ἐτραπόμην. ἐγὼ μὲν γὰρ αὐτῆς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐπὶ τοῖς προθύροις ἕστηκα, σὺ δὲ καὶ τῶν προθύρων εἶ πόρρω.· σοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς—, ἀφελὼν δὲ τὸ δύσφημον τὸ λειπόμενον αὐτὸς ἀναπλήρωσον· εἰ βούλει δέ, καὶ παρ’ ἡμῶν αὐτὸ ἀνάσχου πρᾴως λεγόμενον, — τίς μετουσία;4 πᾶσιν ἐπιτιμᾷς αὐτὸς οὐδὲν ἄξιον ἐπαίνου πράττων, ἐπαινεῖς φορτικῶς ὡς οὐδεὶς τῶν ἀμαθεστάτων ῥητόρων, οἷς διὰ τὴν τῶν λόγων ἀπορίαν καὶ τὸ μὴ ἔχειν εὑρεῖν ἐκ τῶν παρόντων ὅ, τι φῶσιν, ἡ Δῆλος ἐπέρχεται καὶ ἡ Λητὼ μετὰ τῶν παίδων, εἶτα κύκνοι λιγυρὸν ᾄδοντες καὶ ἐπηχοῦντα αὐτοῖς τὰ δένδρα, λειμῶνές τε ἔνδροσοι μαλακῆς πόας καὶ βαθείας πλήρεις, ἥ τε ἐκ τῶν ἀνθέων ὀδμὴ καὶ τὸ ἔαρ αὐτὸ καί τινες εἰκόνες τοιαῦται. ποῦ τοῦτο Ἰσοκράτης ἐν τοῖς ἐγκωμιαστικοῖς ἐποίησε λόγοις; ποῦ δὲ τῶν παλαιῶν τις ἀνδρῶν, οἳ ταῖς Μούσαις ἐτελοῦντο γνησίως, ἀλλ’ οὐχ ὥσπερ οἱ νῦν; ἀφίημι δὲ τὰ ἑξῆς, ἵνα μὴ καὶ πρὸς τούτους ἀπεχθανόμενος ἅμα τοῖς τε φαυλοτάτοις τῶν Κυνικῶν καὶ τῶν ῥητόρων προσκρούσαιμι· ὡς ἔμοιγε πρός τε τοὺς κρατίστους τῶν Κυνικῶν, εἴ τις ἄρα ἔστι νῦν τοιοῦτος, καὶ πρὸς τοὺς γενναίους ῥήτοράς ἐστι φίλα πάντα.
这究竟是神话还是真事,我并不知道。但在你所作的那篇作品中,你究竟意图让潘是谁,让宙斯又是谁,难道不正是指我们二人——你是宙斯,而我是潘吗?啊,这可笑的伪潘!然而凭阿斯克勒庇俄斯起誓,更可笑的乃是那个无论如何也成不了宙斯的人。这些话难道不完全出自疯狂之口——绝非出于神圣的迷狂,而是出于神智昏乱的发狂吗?难道你不知道,萨尔摩纽斯亦曾因身为凡人却企图成为宙斯,而向诸神抵偿罪责吗?至于赫西俄德诗中所载,关于那些用诸神的名号——赫拉与宙斯——自称之人的说法,你若至今尚未听闻,我尚可宽恕你;因为你既未受到良好的教育,也未曾遇见过良师,一如在诗歌方面我有幸遇见的这位哲人导师;继他之后,我来到了哲学的殿堂门前,由一位我认为超越了我同代所有人的导师引介入门。他教导我凡事当以修德为先,并当将诸神视作一切美善之事的引导者。他究竟是否成就了什么有益之举,他自身当晓得,而在他之前君王诸神亦晓得;但他确实消除了我内心的狂妄与冒进,竭力使我比原先的自己更加克己谨慎。至于我,正如你所知,尽管因外在的优越条件而曾心浮气躁,但依然顺服于这位导师及其友人、同辈与同窗;凡听闻蒙他称许之人,我都急切前往倾听;凡他所认可的书卷,我都一一研读。 我们便是这样在导师们的引领下领受启蒙,一位哲人在初级教育中培育我,而另一位最具哲学素养的人则为我指明了哲学的殿堂门径。尽管由于降临在我们身上的外在繁务,我们所得有限,但终究享有了正统的教养;我们所行的并非如你所称的捷径,而是迂回之路。然而指诸神起誓,我认为自己通往美德的道路实则比你更为迅捷。因为我自己若说出来不算狂妄,尚立于其门前,而你甚至距门前亦有千里之遥。对于你或你的弟兄们而言,在美德之中——除去那不祥之词,余下的你自己去补全吧;或者你若愿意,亦可忍耐听我们温和道来——究竟有何份呢?你自身毫无值得称赞的行径,却对众人横加指责;你又粗俗地加以赞颂,甚至连最无知的修辞学家也无一如此。那些修辞学家由于腹中空空、无词可表,且无法从眼前的题旨中找出话来,便搬出提洛岛和带着子女的勒托,继而又是清亮歌唱的天鹅与随之应和的林木、挂满朝露而草质柔嫩深茂的草甸、群芳散发的芬芳,以及春天本身,以及诸如此类的一些意象。伊索克拉底在颂辞中何曾如此行过?古代那些真诚受教于缪斯、绝非今日庸流之辈的先贤们,又有何人如此行过?后面的话我便不再赘述,免得在招致他们怨恨的同时,一次得罪了最恶劣的犬儒派与修辞学家;因为就我而言,对于至善的犬儒派学者(倘若当今果真尚有此辈),以及高尚的修辞学家,一切皆怀有友爱与善意。
- 23τὸ παρὰ σοῦ δὲ πεποιημένον
此处作为悬垂宾格(accusativus pendens)或表示话题的独立宾格短语,起引出讨论主题的作用,意为“至于你所作的作品……”,统摄后文的疑问句(τίνα βούλει...)。
- 234dὢ τοῦ γελοίου Ψευδόπανος, γελοιοτέρου μέντοι νὴ τὸν Ἀσκληπιὸν τοῦ πάντα μᾶλλον ἢ Διὸς ἀνθρώπου.
由感叹词 ὢ 引出感叹属格(τοῦ γελοίου Ψευδόπανος),其后紧随含比较级形容词的又一感叹属格(γελοιοτέρου... τοῦ... ἀνθρώπου)。习语 πάντα μᾶλλον ἢ Διός(“除了宙斯以外的任何事物”,即“最不像宙斯的”)在此作修饰语限定 ἀνθρώπου。
- 234dοὔτι τὴν ἔνθεον, ἀλλὰ τὴν ἔκπληκτον μανίαν
作为同源宾格或限定性副词宾格,呼应前文分词短语 ἐκ μαινομένου στόματος(“出自发狂之口”)所含的动词概念,限定说明这种疯狂的本质特征。
- 235dσοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς—, ἀφελὼν δὲ τὸ δύσφημον τὸ λειπόμενον αὐτὸς ἀναπλήρωσον· εἰ βούλει δέ, καὶ παρ’ ἡμῶν αὐτὸ ἀνάσχου πρᾴως λεγόμενον, — τίς μετουσία;
句子的核心骨架是“σοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς ... τίς μετουσία;”(“对于你或你的弟兄们而言,在美德中究竟有何份额?”),由表示所有的与格(σοί)、部分属格(ἀρετῆς)和名词 μετουσία 构成。中间插入了长插入语(ἀφελὼν δὲ ... πρᾴως λεγόμενον),造成了类似言内顿绝(aposiopesis)的句式中断。
