- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,第欧根尼未曾领受密仪并非出于不敬神,而是因为自视为宇宙公民而不愿屈从于单一城邦的律法与公民身份,同时也借此劝诫那些只凭仪式自满而忽视德行修养之人。
Σὺ δὲ ὅπως ἡμῖν μὴ τὸν Διογένη προβαλὼν ὥσπερ τι μορμολυκεῖον ἐκφοβήσεις.1 οὐ γὰρ ἐμυήθη, φασίν, ἀλλὰ καὶ πρὸς τὸν προτρεπόμενον μυηθῆναι, Γελοῖον, εἶπεν, ὦ νεανίσκε, εἰ τοὺς μὲν τελώνας οἴει ταύτης ἕνεκα τῆς τελετῆς κοινωνήσειν τοῖς ὁσίοις τῶν ἐν ᾄδου καλῶν, Ἀγησίλαον δὲ καὶ Ἐπαμεινώνδαν ἐν τῷ βορβόρῳ κείσεσθαι. τοῦτο, ὦ νεανίσκε, βαθὺ λίαν ἐστὶ καὶ δεόμενον ἐξηγήσεως, ὡς ἐμαυτὸν πείθω, μείζονος, ὁποίας ἡμῖν αὐταὶ δοῖεν αἱ θεαὶ τὴν ἐπίνοιαν· νομίζω δὲ αὐτὴν ἤδη καὶ δεδόσθαι. φαίνεται γὰρ ὁ Διογένης οὐχ, ὥσπερ ὑμεῖς ἀξιοῦτε, δυσσεβής, ἀλλ’ ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐπεμνήσθην, προσόμοιος. ἀπιδὼν γὰρ εἰς τὴν περίστασιν τὴν καταλαβοῦσαν αὐτόν, εἶτα εἰς τὰς ἐντολὰς βλέπων τοῦ Πυθίου καὶ συνιεὶς ὅτι τὸν μυούμενον ἐχρῆν πολιτογραφηθῆναι πρότερον καὶ Ἀθηναῖον, εἰ καὶ μὴ φύσει, τῷ νόμῳ γε γενέσθαι, τοῦτο ἔφυγεν, οὐ τὸ μυηθῆναι, νομίζων αὑτὸν εἶναι τοῦ κόσμου πολίτην, καὶ ταῖς ὅλαις τῶν θεῶν οὐσίαις, αἳ τὸν ὅλον κοινῇ κόσμον ἐπιτροπεύουσιν, ἀλλ’ οὐ ταῖς τὰ μέρη κατανειμαμέναις αὐτοῦ, διὰ μεγαλοφροσύνην ἀξιῶν συμπολιτεύεσθαι· τό τε νόμιμον οὐ παρέβη αἰδοῖ τῶν θεῶν, καίτοι τἆλλα πατῶν καὶ παραχαράττων· αὑτόν τε οὐκ ἐπανήγαγεν, ὅθεν ἄσμενος ἠλευθέρωτο. τί δ’ ἦν τοῦτο; τὸ πόλεως μιᾶς δουλεῦσαι νόμοις ἑαυτόν τε ὑποθεῖναι τούτῳ, ὅπερ ἦν ἀνάγκη παθεῖν Ἀθηναίῳ γενομένῳ. πῶς γὰρ οὐκ ἔμελλεν ὁ τῶν θεῶν ἕνεκεν εἰς Ὀλυμπίαν βαδίζων, ὁ τῷ Πυθίῳ πεισθεὶς καὶ φιλοσοφήσας ὥσπερ Σωκράτης· φησὶ γὰρ καὶ αὐτὸς εἶναι Πύθιον οἴκοι παρ’ ἑαυτῷ, ὅθεν αὐτῷ καὶ ἡ ὁρμὴ πρὸς φιλοσοφίαν ἐγένετο· παριέναι2 τῶν ἀνακτόρων εἴσω καὶ μάλα ἀσμένως, εἰ μὴ τοῦτο ἐξέκλινε τὸ ὑποθεῖναι νόμοις ἑαυτὸν καὶ δοῦλον ἀποφῆναι πολιτείας; ἀλλὰ διὰ τί μὴ ταύτην αὐτὴν εἶπε τὴν αἰτίαν, ἐκ τῶν ἐναντίων δὲ τὴν παραιρουμένην οὐ σμικρὰ τῆς τῶν μυστηρίων σεμνότητος; ἴσως μὲν ἄν τις τὰ τοιαῦτα καὶ Πυθαγόρᾳ μάλιστα ἐπισκήψειεν, οὐκ ὀρθῶς λογιζόμενος. οὔτε γὰρ ῥητέον πάντα ἐστίν, αὐτῶν τε οἶμαι τούτων, ὧν θέμις φάναι, ἔνια πρὸς τοὺς πολλοὺς σιωπητέον εἶναί μοι φαίνεται. φανερὰ δὲ ὅμως ἐστὶ καὶ τούτων ἡ αἰτία. κατανοήσας γὰρ ἀμελοῦντα μὲν τῆς περὶ τὸν βίον ὀρθότητος, ἐπὶ δὲ τῷ μεμυῆσθαι μέγα φρονοῦντα τὸν παραινοῦντα αὐτῷ τοιαῦτα, σωφρονίζων ἅμα καὶ διδάσκων αὐτόν, ὅτι τοῖς μέν, οἷς ἀξίως τοῦ μυηθῆναι βεβίωται, καὶ μὴ μυηθεῖσιν οἱ θεοὶ τὰς ἀμοιβὰς ἀκεραίους φυλάττουσι, τοῖς δὲ μοχθηροῖς οὐδέν ἐστι πλέον, κἂν εἴσω τῶν ἱερῶν εἰσφρήσωσι περιβόλων. ἢ γὰρ οὐ ταῦτα καὶ ὁ ἱεροφάντης προαγορεύει, ὅστις χεῖρα μὴ καθαρὸς καὶ ὅντινα μὴ χρή, τούτοις ἀπαγορεύων μὴ μυεῖσθαι;3 Τί πέρας ἡμῖν ἔσται τῶν λόγων, εἰ ταῦτα μήπω σε πείθει;
你可切莫把第欧根尼像妖怪般推到我们面前来恐吓我们。因为人们说“他未曾领受密仪启蒙”,甚至对劝他领受启蒙的人说:“年轻人,若是你以为税吏凭着这入会式便能在冥府中同虔敬之士平分享受美事,而阿格西劳斯与埃帕米农达却要卧于烂泥之中,那就太荒谬了。”年轻人啊,这番话极其深奥,正如我深信的那样,需要更深刻的解释,唯愿诸位女神亲自赐予我们此等领悟;而我认为这一领悟已经降临。因为第欧根尼显现出的并非如你们所认定的那样是不敬神的,反倒与我方才提及的那几位大为相似。他鉴于降临在自己身上的境遇,继而着眼于皮托神祇的诫命,并明白受启蒙者必须预先登记入籍,纵非生而为雅典人,至少在律法上也必须成为雅典人,于是他躲避的是此事,而非领受启蒙本身。他自认是宇宙的公民,并因志向远大,认为应当与共同掌管整个宇宙的诸神完整本性共享城邦公权,而非与那些仅分得其局部的诸神为伍;因对诸神的敬畏,他并未违背既定法则,尽管在其他事务上他践踏且更动定例;他也未将自己带回到他欣然摆脱的境地之中。而那究竟是什么呢?便是做单一城邦律法的奴隶,并将自身屈从于成为雅典人所必须承受的拘束之中。 一位为了诸神而奔赴奥林匹亚、遵奉皮托神谕且如苏格拉底般潜心哲学之人——他自己也声称在家中便有皮托神常驻身旁,他探求哲学的冲动亦由此而生——若非为了避开自屈于律法、自显为一国政制之奴仆,他又怎会不极乐意步入圣殿之内呢?然而,他为何不说出这真正的原因,反而从相反的角度,道出了一番极大地贬抑了密仪庄严性的言语呢?或许有人在未曾明审深思之下,亦会将此类罪责主要归诸毕达哥拉斯。因为并非万事皆可道出,即便在那些合于法度可讲的话语中,依我之见,对大众亦有若干不可言明之事。尽管如此,这番言论的原因仍是显而易见的。因为他察觉到如此劝告他的人疏于人生的德行修养,却仅凭领受了密仪而自命不凡,于是在规劝的同时也教导那人:对于那些过着配得上密仪生活的人,即使未曾受启蒙,诸神亦会保全其完好无缺的赏报;而对于卑鄙恶劣之人,即便溜进了神圣围墙之内,亦毫无益处。难道秘仪祭司在告诫那些手不洁净者以及不合规矩者不得领受密仪时,不也正是如此宣告的吗? 倘若这些话尚且不能说服你,我们的讨论究竟何处才是尽头呢?
- 238aὅπως ἡμῖν μὴ τὸν Διογένη προβαλὼν ὥσπερ τι μορμολυκεῖον ἐκφοβήσεις
ὅπως μή 后接将来时直陈式(ἐκφοβήσεις),省略了主句的表示留心、留意的动词(如 ὅρα),构成独立的告诫或禁止句(“切莫……”、“注意不要……”)。与格代词 ἡμῖν 为伦理与格,表示说话者的关切。
- 238dπῶς γὰρ οὐκ ἔμελλεν ... παριέναι
助动词性质的 ἔμελλεν 与其所带的不定式 παριέναι 之间发生了显著的离隔(hyperbaton)。二者之间插入了修饰主语的分词短语(ὁ τῶν θεῶν ἕνεκεν... βαδίζων, ὁ τῷ Πυθίῳ πεισθεὶς καὶ φιλοσοφήσας...)以及一个插入句(φησὶ γάρ...)。全句的骨干为反事实修辞疑问句:“(如此之人)若非避开……又怎会不进入圣殿呢?”
- 239cτούτοις ἀπαγορεύων μὴ μυεῖσθαι
表示禁止或拒绝的动词(ἀπαγορεύω)所带的不定式前附加了冗余否定词(redundant μή)。此处的 μή 并不构成“双重否定即肯定”,而是希腊语在阻碍或禁止类动词后的固定用法,意为“禁止他们领受密仪”。
