← 朱利安

致犬儒主义者赫拉克里奥斯

§22#3

雅典娜的训诫与青年受命重返人间

赫利俄斯与阿epa雅向青年揭示了现任统治者及其近从的堕落腐朽,并赋予他统领治理的使命;青年虽起初退缩,但终顺从神意,聆听了阿epa雅的三条训诫与赫利俄斯的鼓励,受赐神圣武装重返人间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22#3

δι’ ἧς ὥσπερ δι’ ὕδατος ἀμυδρὸν τὸ φῶς διικνεῖτο τῆς ἐκ τοῦ βασιλέως αὐγῆς Ἡλίου, Ὁρᾷς, εἶπε, τὸν ἀνεψιὸν τὸν κληρονόμον; καὶ ὅς, Ὁρῶ, ἔφη. Τί δέ; τοὺς βουκόλους τουτουσὶ καὶ τοὺς ποιμένας; καὶ τούτους ὁρᾶν εἶπεν ὁ νεανίσκος. Ποταπὸς οὖν τίς σοι ὁ κληρονόμος φαίνεται; ποταποὶ δ’ αὖ οἱ ποιμένες τε καὶ βουκόλοι; καὶ ὁ νεανίσκος, Ὁ μέν μοι, ἔφη, δοκεῖ νυστάζειν τὰ πολλὰ καὶ καταδυόμενος λεληθότως ἡδυπαθεῖν, τῶν ποιμένων δὲ ὀλίγον μέν ἐστι τὸ ἀστεῖον, τὸ πλῆθος δὲ μοχθηρὸν καὶ θηριῶδες. ἐσθίει γὰρ καὶ πιπράσκει τὰ πρόβατα καὶ ἀδικεῖ διπλῇ τὸν δεσπότην. τά τε γὰρ ποίμνια αὐτοῦ φθείρει καὶ ἐκ πολλῶν μικρὰ ἀποφέρον ἄμισθον εἶναί φησι καὶ ὀδύρεται. καίτοι κρεῖττον ἦν τοὺς μισθοὺς ἀπαιτεῖν ἐντελεῖς ἢ φθείρειν τὴν ποίμνην. Ἂν οὖν, ἔφη, σὲ ἐγὼ μετὰ ταυτησὶ τῆς Ἀθηνᾶς, ἐπιτάττοντος τοῦ Διός, ἀντὶ τοῦ κληρονόμου τούτου πάντων ἐπίτροπον τούτων καταστήσω1—; πάλιν ἐνταῦθα ὁ νεανίσκος ἀντείχετο καὶ πολλὰ ἱκέτευεν αὐτοῦ μένειν. ὁ δέ, Μὴ λίαν ἀπειθὴς ἔσο, φησί, μή ποτέ "ς’ ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ’ ἐφίλησα." καὶ ὁ νεανίσκος, Ἀλλ’, ὦ μέγιστε, εἶπεν, Ἥλιε καὶ Ἀθηνᾶ, σέ τε καὶ αὐτὸν ἐπιμαρτύρομαι τὸν Δία, χρῆσθέ μοι πρὸς ὅ, τι βούλεσθε. πάλιν οὖν ὁ Ἑρμῆς ἄφνω φανεὶς ἐποίησε τὸν νεανίσκον θαρραλεώτερον. ἤδη γὰρ διενοεῖτο τῆς τε ὀπίσω πορείας καὶ τῆς ἐκεῖσε διατριβῆς ηὑρηκέναι τὸν ἡγεμόνα. καὶ ἡ Ἀθηνᾶ, Μάνθανε, εἶπεν, ὦ λῷστε, πατρὸς ἀγαθοῦ τουτουὶ τοῦ θεοῦ καὶ ἐμὸν βλάστημα.2 τοῦτον, ἔφη, τὸν κληρονόμον οἱ βέλτιστοι μὲν οὐκ εὐφραίνουσι τῶν ποιμένων, οἱ κόλακες δὲ καὶ οἱ μοχθηροὶ δοῦλον καὶ ὑποχείριον πεποίηνται. συμβαίνει οὖν αὐτῷ παρὰ μὲν τῶν ἐπιεικῶν μὴ φιλεῖσθαι, παρὰ δὲ τῶν νομιζομένων φιλεῖν εἰς τὰ μέγιστα ἀδικεῖσθαι. σκόπει οὖν ὅπως ἐπανελθὼν μὴ πρὸ τοῦ φίλου θήσει τὸν κόλακα. δευτέραν ἄκουέ μου παραίνεσιν, ὦ παῖ. νυστάζων οὗτος ἐξαπατᾶται τὰ πολλά· σὺ δὲ νῆφε καὶ γρηγόρει, μή σε διὰ τῆς τοῦ φίλου παρρησίας ὁ κόλαξ ἐξαπατήσας λάθοι, χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης, ἔχων ἱμάτιον λευκὸν καὶ τὰ πρόσωπα τῷ ψιμυθίῳ κεχρισμένος, εἶτα αὐτῷ δοίης γῆμαί τινα τῶν σῶν θυγατέρων. τρίτης ἐπάκουέ μου παραινέσεως, καὶ μάλα ἰσχυρῶς φύλαττε σαυτόν, αἰδοῦ δὲ καὶ ἡμᾶς μόνον, ἀνδρῶν δὲ ὅστις ἡμῖν προσόμοιός ἐστιν, ἄλλον δὲ μηδένα. ὁρᾷς ὅπως τοῦτον τὸν ἠλίθιον ἔβλαψεν αἰσχύνη καὶ τὸ λίαν ἄγαν εἶναι καταπλῆγα; Καὶ ὁ μέγας Ἥλιος αὖθις τὸν λόγον διαδεξάμενος εἶπεν. Ἑλόμενος φίλους ὡς φίλοις χρῶ, μηδὲ αὐτοὺς οἰκέτας μηδὲ θεράποντας νόμιζε, πρόσιθι δὲ αὐτοῖς ἐλευθέρως τε καὶ ἁπλούστατα καὶ γενναίως, μὴ λέγων μὲν ἄλλα, φρονῶν δὲ ἕτερα περὶ αὐτῶν. ὁρᾷς ὅτι καὶ τοῦτον τὸν κληρονόμον τοῦτο ἐπέτριψεν, ἡ πρὸς τοὺς φίλους ἀπιστία; φίλει τοὺς ἀρχομένους ὥσπερ ἡμεῖς σέ. τὰ πρὸς ἡμᾶς ἡγείσθω σοι τῶν καλῶν ἁπάντων· ἐσμὲν γάρ σου καὶ εὐεργέται καὶ φίλοι καὶ σωτῆρες. ἀκούσας ταῦτα ὁ νεανίσκος διεχύθη καὶ δῆλος ἦν ἅπαντα ἤδη τοῖς θεοῖς πειθόμενος. Ἀλλ’ ἴθι, ἔφη, πορεύου μετὰ ἀγαθῆς ἐλπίδος. ἡμεῖς γάρ σοι πανταχοῦ συνεσόμεθα ἐγώ τε καὶ Ἀθηνᾶ καὶ Ἑρμῆς ὅδε καὶ σὺν ἡμῖν οἱ θεοὶ πάντες οἱ ἐν Ὀλύμπῳ καὶ οἱ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ πᾶν πανταχοῦ τὸ θεῖον γένος, ἕως ἂν τά τε πρὸς ἡμᾶς ὅσιος ᾖς καὶ τὰ πρὸς τοὺς φίλους πιστὸς καὶ τὰ πρὸς τοὺς ὑπηκόους φιλάνθρωπος, ἄρχων αὐτῶν καὶ ἡγούμενος ἐπὶ τὰ βέλτιστα· ἀλλὰ μήτε ταῖς σεαυτοῦ μήτε ταῖς ἐκείνων ἐπιθυμίαις δουλεύων ὑπεικάθῃς. ἔχων οὖν τὴν πανοπλίαν, ἣν ἐκόμισας πρὸς ἡμᾶς, ἄπιθι προσλαβὼν ταύτην μὲν τὴν δᾷδα παρ’ ἐμοῦ, ἵνα σοι καὶ ἐν τῇ γῇ φῶς λάμπῃ μέγα καὶ μηδὲν ἐπιποθῇς τῶν τῇδε, ταυτησὶ δὲ Ἀθηνᾶς τῆς καλῆς τό τε Γοργόνειον καὶ τὸ κράνος· πολλὰ γάρ, ὁρᾷς, ἐστὶν αὐτῇ, καὶ δίδωσιν οἷς ἂν ἐθέλῃ. δώσει δέ σοι καὶ Ἑρμῆς χρυσῆν ῥάβδον. ἔρχου οὖν τῇ πανοπλίᾳ κοσμηθεὶς ταύτῃ διὰ πάσης μὲν γῆς, διὰ πάσης δὲ θαλάττης, ἀμετακινήτως τοῖς ἡμετέροις πειθόμενος νόμοις, καὶ μηδείς σε μήτε ἀνδρῶν μήτε γυναικῶν, μήτε τῶν οἰκείων μήτε τῶν ξένων ἀναπείσῃ τῶν ἐντολῶν ἐκλαθέσθαι τῶν ἡμετέρων. ἐμμένων γὰρ αὐταῖς ἡμῖν μὲν ἔσῃ φίλος καὶ τίμιος, αἰδοῖος δὲ τοῖς ἀγαθοῖς ἡμῶν ὑπηρέταις, φοβερὸς δὲ ἀνθρώποις πονηροῖς καὶ κακοδαίμοσιν. ἴσθι δὲ σεαυτῷ τὰ σαρκία δεδόσθαι τῆς λειτουργίας ἕνεκα ταυτησί.3 βουλόμεθα γάρ σοι τὴν προγονικὴν οἰκίαν αἰδοῖ τῶν προγόνων ἀποκαθῆραι. μέμνησο οὖν, ὅτι τὴν ψυχὴν ἀθάνατον ἔχεις καὶ ἔκγονον ἡμετέραν, ἑπόμενός τε ἡμῖν ὅτι θεὸς ἔσῃ καὶ τὸν ἡμέτερον ὄψει σὺν ἡμῖν πατέρα.

透过它,赫利俄斯王的光芒犹如透过水波一般微弱地穿透进来,他说道:“你看到那位作为继承人的堂兄了吗?”青年答道:“我看到了。”“那么,你看到这边的牛倌与羊倌了吗?”青年说他也看见了。“那么,在你看来这继承人是怎样一个人?而这些羊倌与牛倌又是怎样的人呢?”青年答道:“依我看,他多半时候都在打瞌睡,深居简出、暗自沉溺于享乐;而牧羊人中,温文通达之人寥寥无几,绝大多数都是卑劣残暴之徒。因为他们吞食并变卖羊群,双重地亏待了主人:他们不仅败坏了主人的羊群,而且从大量出产中只交纳极少部分,却口口声声叫嚷着未得报酬并哀叹不已。然而,与其败坏羊群,倒不如要求全额的报酬。”神便说道:“那么,倘若我协同眼前的雅典娜,奉宙斯之命,立你替代这继承人作为这一切的主管——?”青年在此又再度抗拒,苦苦哀求留在此处。赫利俄斯说道:“切莫过于抗拒不从,免得有朝一日 ‘我憎恨你,犹如我现在对你的挚爱深沉。’” 青年于是说:“至大的赫利俄斯与雅典娜啊,我请你们并请宙斯亲自为证:请随你们的意愿任意使用我吧。”于是赫尔墨斯突然再度显现,使青年变得更加勇敢;因为他意识到自己已经寻得返回之途以及在那里度日的向导。雅典娜说道:“明白吧,至善之人,你这出自这位尊善之父神与我自身的苗裔!牧羊人中最优秀的人并未讨得这位继承人的欢心,反倒是阿谀奉承者与卑鄙之徒使他沦为了奴隶与受操纵的工具。因此他落得既不为公正通达之人所爱,又被那些被认为爱他的人极力侵害的下场。所以你务必留意,返回之后切不可将谄媚者置于朋友之上。孩子,听我的第二项训谕:此人由于打瞌睡而多受蒙蔽;你却要清醒警觉,免得谄媚者借着朋友的坦诚暗中欺骗你——如同某个满身烟尘煤灰的铁匠,身披白袍,脸上涂抹铅粉,随后你便将自己的一个女儿许配给他。听我的第三项训谕,务当极力自守:唯当敬畏我们,以及凡与我们相仿的人,此外别无他人。你难道没看见,过度的羞怯与过分的畏缩是如何毁了那个愚人吗?” 伟大的赫利俄斯再次接过话茬说道:“既已择定朋友,便当以朋友相待;不可将他们视作仆役或随从,而当以自由人的态度、至为纯朴且高贵地与他们交往,不可对他们口是心非。你难道没看见,对朋友的不信任也是毁掉那位继承人的原因吗?要爱你的臣民,犹如我们爱你一般。要让你对我们的敬畏居于一切美事之首;因为我们是你的施恩者、朋友与救主。”青年听毕心胸舒畅,显然如今已在凡事上顺从诸神。“那么去吧,”赫利俄斯说,“怀着美好的希望前行。因为无论在何处,我们都将与你同在——我、雅典娜以及眼前的赫尔墨斯,连同奥林匹斯山上的诸神、环绕虚空与大地的诸神,以及各处的整个神圣种族,只要你对我们虔敬,对朋友诚信,对臣民仁爱,治理他们并引导他们趋向至善;但决不可屈从于你自己或他们的欲望做其奴隶。因此,携带着你带到我们这里的全副武装,从我这里领受这支火炬离去吧,好让巨大的光明在地上也为你照耀,使你不至留恋此处的任何事物;从美丽的雅典娜这里领受戈耳工头像与头盔——因为如你所见,她拥有的甚多,并愿赐给任何她所喜悦的人。赫尔墨斯亦将赐你一把金杖。那么,披戴这全副武装行遍所有的陆地与海洋吧,坚定不移地遵从我们的律法;无论是男人还是女人,亲属还是异乡人,切不可让任何人劝诱你遗忘我们的诫命。因为只要恪守这些诫命,你于我们便将是亲爱尊贵的,于我们良善的仆役将是受人敬畏的,于恶人与不幸之辈将是令人生畏的。你当知道,给你这副肉躯正是为了这项公职服务;因为出于对先祖的崇敬,我们愿为你洁净这祖传的家室。因此,务必牢记你的灵魂是不朽的,是我们自身的苗裔;只要顺从我们,你便将成为神,并将与我们一同得见我们的父神。”

语法注3 条
  1. 232cἊν οὖν, ἔφη, σὲ ἐγὼ μετὰ ταυτησὶ τῆς Ἀθηνᾶς, ἐπιτάττοντος τοῦ Διός, ἀντὶ τοῦ κληρονόμου τούτου πάντων ἐπίτροπον τούτων καταστήσω—;

    属于顿绝法(aposiopesis)构文,仅给出了由 ἄν 与虚拟式 καταστήσω 构成的条件从句,而省略了结果主句。这构成了一个悬置的设问(“倘若我立你……又将如何?”),紧接着青年抗拒(ἀντείχετο)并苦苦哀求留下的反应接续了这一语意空白。

  2. 232dΜάνθανε, εἶπεν, ὦ λῷστε, πατρὸς ἀγαθοῦ τουτουὶ τοῦ θεοῦ καὶ ἐμὸν βλάστημα.

    呼格 ὦ λῷστε 与中性名词 βλάστημα(在此作呼格同位语)同位,而 βλάστημα 同时支配表示源出者的属格 πατρὸς ἀγαθοῦ τουτουὶ τοῦ θεοῦ 与物主形容词 ἐμόν(“出自这位尊善父神以及我自身的苗裔”)。属格 πατρός 严格依附于 βλάστημα。

  3. 234cἴσθι δὲ σεαυτῷ τὰ σαρκία δεδόσθαι τῆς λειτουργίας ἕνεκα ταυτησί.

    由 ἴσθι 引导的“宾格加不定式”构文,其中 τὰ σαρκία 为完成时被动态不定式 δεδόσθαι 的主语宾格。与格反身代词 σεαυτῷ 是 δεδόσθαι 的利益与格或所属与格(“要知道给你这具肉躯,正是为了此项公职奉献”)。中性复数指小词 τὰ σαρκία 意指相对于不朽灵魂而言卑微的“血肉躯体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:22#3