- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:22#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在宙斯的吩咐下由赫利俄斯与雅典娜抚养长大的青年因目睹家族惨剧而意欲轻生,但在赫尔墨斯的引导下登峰祈祷,得见赫利俄斯,并受命重返人间荡涤不敬之罪。
Λέγειν δὲ ὁ Ζεὺς ἄρχεται πρὸς τὸν Ἥλιον· τουτὶ τὸ παιδίον, ἔφη· ξυγγενὲς δὲ ἦν αὐτῶν ἄρα παρερριμμένον που καὶ ἀμελούμενον, ἀδελφιδοῦς ἐκείνου τοῦ πλουσίου καὶ ἀνεψιὸς τῶν κληρονόμων· τοῦτο, ἔφη, σόν ἐστιν ἔκγονον. ὄμοσον οὖν τὸ ἐμόν τε καὶ τὸ σὸν σκῆπτρον,1 ἦ μὴν ἐπιμελήσεσθαι διαφερόντως αὐτοῦ καὶ ποιμανεῖν αὐτὸ καὶ θεραπεύσειν τῆς νόσου. ὁρᾷς γὰρ ὅπως οἷον ὑπὸ καπνοῦ ῥύπου τε ἀναπέπλησται καὶ λιγνύος, κίνδυνός τε τὸ ὑπὸ σοῦ σπαρὲν ἐν αὐτῷ πῦρ ἀποσβῆναι, ἢν μὴ σύ γε δύσεαι ἀλκήν. σοὶ δὲ ἐγώ τε ξυγχωρῶ καὶ αἱ Μοῖραι· κόμιζε οὖν αὐτὸ καὶ τρέφε. ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἥλιος ηὐφράνθη τε ἡσθεὶς τῷ βρέφει, σωζόμενον ἔτι καθορῶν ἐν αὐτῷ σπινθῆρα μικρὸν ἐξ ἑαυτοῦ, καὶ τὸ ἐντεῦθεν ἔτρεφεν ἐκεῖνο τὸ παιδίον, ἐξαγαγὼν "ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ Ἔκ τ’ ἀνδροκτασίης." ὁ πατὴρ δὲ ὁ Ζεὺς ἐκέλευσε καὶ τὴν Ἀθηνᾶν τὴν ἀμήτορα, τὴν παρθένον ἅμα τῷ Ἡλίῳ τὸ παιδάριον ἐκτρέφειν. ἐπεὶ δὲ ἐτράφη καὶ νεανίας ἐγένετο "Πρῶτον ὑπηνήτης, τοῦπερ χαριεστάτη ἥβη," κατανοήσας τῶν κακῶν τὸ πλῆθος, ὁπόσον τι περὶ τοὺς ξυγγενεῖς αὐτοῦ καὶ τοὺς ἀνεψιοὺς ἐγεγόνει, ἐδέησε μὲν αὑτὸν εἰς τὸν τάρταρον προέσθαι2 πρὸς τὸ μέγεθος τῶν κακῶν ἐκπλαγείς. ἐπεὶ δὲ Ἥλιος εὐμενὴς ὢν μετὰ τῆς Προνοίας Ἀθηνᾶς ὕπνον τινὰ καὶ κάρον ἐμβαλὼν τῆς ἐπινοίας ταύτης ἀπήγαγεν, αὖθις ἀνεγερθεὶς ἄπεισιν εἰς ἐρημίαν. εἶτα ἐκεῖ λίθον τινὰ εὑρὼν μικρὸν ἀνεπαύσατο καὶ πρὸς αὑτὸν ἐσκόπει, τίνα τρόπον ἐκφεύξεται τῶν τοσούτων κακῶν τὸ μέγεθος· ἤδη γὰρ αὐτῷ πάντα ἐφαίνετο μοχθηρά, καλὸν δὲ οὐδὲν οὐδαμοῦ τέως. Ἑρμῆς οὖν αὐτῷ· καὶ γὰρ εἶχεν οἰκείως πρὸς αὐτόν· ὥσπερ ἡλικιώτης νεανίσκος φανεὶς ἠσπάσατό τε φιλοφρόνως καί, Δεῦρο, εἶπεν, ἡγεμών σοι ἐγὼ ἔσομαι λειοτέρας καὶ ὁμαλεστέρας ὁδοῦ τουτὶ τὸ μικρὸν ὑπερβάντι τὸ σκολιὸν καὶ ἀπότομον χωρίον,3 οὗ πάντας ὁρᾶς προσπταίοντας καὶ ἀπιόντας ἐντεῦθεν ὀπίσω. καὶ ὁ νεανίσκος ἀπιὼν ᾤχετο μετὰ πολλῆς εὐλαβείας ἔχων παρ’ ἑαυτῷ ξίφος τε καὶ ἀσπίδα καὶ δόρυ, γυμνὰ δὲ αὐτῷ τέως ἦν τὰ περὶ τὴν κεφαλήν. πεποιθὼς οὖν αὐτῷ προῆγεν εἰς τὸ πρόσω διὰ λείας ὁδοῦ καὶ ἀθρύπτου καθαρᾶς τε πάνυ καὶ καρποῖς βριθούσης ἄνθεσί τε πολλοῖς καὶ ἀγαθοῖς, ὅσα ἐστὶ θεοῖς φίλα, καὶ δένδρεσι κιττοῦ καὶ δάφνης καὶ μυρρίνης. ἀγαγὼν δὲ αὐτὸν ἐπί τι μέγα καὶ ὑψηλὸν ὄρος, Ἐπὶ τούτου, ἔφη, τῆς κορυφῆς ὁ πατὴρ πάντων κάθηται τῶν θεῶν. ὅρα οὖν· ἐνταῦθά ἐστιν ὁ μέγας κίνδυνος· ὅπως αὐτὸν ὡς εὐαγέστατα προσκυνήσεις, αἰτήσῃ δὲ παρ’ αὐτοῦ ὅ, τι ἂν ἐθέλῃς· ἕλοιο δέ, ὦ παῖ, τὰ βέλτιστα. ταῦτα εἰπὼν ἀπέκρυψεν ἑαυτὸν Ἑρμῆς πάλιν. ὁ δὲ ἐβούλετο μὲν παρὰ τοῦ Ἑρμοῦ πυθέσθαι, τί ποτε αἰτήσασθαι χρὴ παρὰ τοῦ πατρὸς τῶν θεῶν, ὡς δὲ πλησίον ὄντα οὐ κατεῖδεν, Ἐνδεὴς μέν, ἔφη, καλὴ δὲ ὅμως ἡ ξυμβουλή. αἰτώμεθα οὖν ἀγαθῇ τύχῃ τὰ κράτιστα καίπερ οὔπω σαφῶς τὸν πατέρα τῶν θεῶν ὁρῶντες. Ὦ Ζεῦ πάτερ ἢ ὅ, τι σοι φίλον ὄνομα καὶ ὅπως ὀνομάζεσθαι· δείκνυέ μοι τὴν ἐπὶ σὲ φέρουσαν ὁδὸν ἄνω. κρείττονα γάρ μοι τὰ ἐκεῖ φαίνεται χωρία παρὰ σὲ μαντευομένῳ τὸ παρὰ σοὶ κάλλος ἀπὸ τῆς ἐν τούτοις ὅθεν πεπορεύμεθα τέως ἀγλαΐας. Εὐξαμένῳ ταῦτα εἴτε ὕπνος τις εἴτε ἔκστασις ἐπῆλθεν. ὁ δὲ αὐτῷ δείκνυσιν αὐτὸν τὸν Ἥλιον. ἐκπλαγεὶς οὖν ὁ νεανίσκος ὑπὸ τῆς θέας, Ἀλλὰ σοὶ μέν, εἶπεν, ὦ θεῶν πάτερ, τῶν τε ἄλλων καὶ τούτων ἕνεκα πάντων ἐμαυτὸν φέρων ἀναθήσω. περιβαλὼν δὲ τοῖς γόνασι τοῦ Ἡλίου τὰς χεῖρας ἀπρὶξ εἴχετο σώζειν ἑαυτὸν δεόμενος. ὁ δὲ καλέσας τὴν Ἀθηνᾶν ἐκέλευε πρῶτον ἀνακρίνειν αὐτόν, ὁπόσα ἐκόμισεν ὅπλα. ἐπεὶ δὲ ἑώρα τήν τε ἀσπίδα καὶ τὸ ξίφος μετὰ τοῦ δόρατος, Ἀλλὰ ποῦ σοι, ἔφη, ὦ παῖ, τὸ Γοργόνειον καὶ τὸ κράνος; ὁ δέ, Καὶ ταῦτα, εἶπε, μόγις ἐκτησάμην· οὐδεὶς γὰρ ἦν ὁ ξυμπονῶν ἐν τῇ τῶν συγγενῶν οἰκίᾳ παρερριμμένῳ. Ἴσθι οὖν, εἶπεν ὁ μέγας Ἥλιος, ὅτι σε πάντως χρὴ ἐπανελθεῖν ἐκεῖσε. ἐνταῦθα ἐδεῖτο μὴ πέμπειν αὐτὸν ἐκεῖσε πάλιν, ἀλλὰ κατέχειν, ὡς οὐκέθ’ ὕστερον ἐπανήξοντα, ἀπολούμενον δὲ ὑπὸ τῶν ἐκεῖ κακῶν.4 ὡς δὲ ἐλιπάρει δακρύων, Ἀλλὰ νέος εἶ, ἔφη, καὶ ἀμύητος. ἴθι οὖν παρ’ ὑμᾶς, ὡς ἂν μυηθείης ἀσφαλῶς τε ἐκεῖ διάγοις· χρὴ γάρ ς’ ἀπιέναι καὶ καθαίρειν ἐκεῖνα πάντα τὰ ἀσεβήματα, παρακαλεῖν δὲ ἐμέ τε καὶ τὴν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεούς. ἀκούσας ταῦτα ὁ νεανίσκος εἱστήκει σιωπῇ. καὶ ὁ μέγας Ἥλιος ἐπί τινα σκοπιὰν ἀγαγὼν αὐτόν, ἧς τὸ μὲν ἄνω φωτὸς ἦν πλῆρες, τὸ δὲ ὑποκάτω μυρίας ἀχλύος,
宙斯便开始对赫利俄斯说道:“这个孩童,”他说——因为他是他们的亲属,不知被抛弃在何处而无人照料,是那个富翁的侄儿,也是那些继承人们的堂兄弟——“这个孩子,”他说,“是你的后裔。那么,请指着我与你的权杖起誓,你必定会特别关照他,牧养他,医治他的病痛。因为你看到,他仿佛已被烟尘、污垢与油烟所浸透,若非你亲自抖擞精神,你在他体内播下的火种便有熄灭之虞。我和命运三女神都准许你;那么,带他去并抚养他吧。”赫利俄斯王听罢欢欣鼓舞,喜爱这婴孩,察觉到源自自身的微小火花仍在孩子体内留存;自那时起,他便抚养那孩子,将他领出‘远离血腥与喧嚣,远离杀戮。’ 而父神宙斯还命令无母的处女雅典娜与赫利俄斯一同抚育这幼童。当他被养大并成为一个‘初蓄须髯、青春最为动人的’青年时,他洞察到了诸般祸害的严重,洞察到了降临在他亲属与堂兄弟身上的灾难有多么深重,在巨大祸难的震撼之下,他几乎要将自己投进塔尔塔罗斯。然而赫利俄斯心怀仁慈,与深谋远虑的雅典娜一同降下睡眠与昏睡,使他打消了这一企图;当他再次醒来后,便走向了一片荒野。随后他在那里寻得一块小石头坐下休息,独自思忖着怎样才能摆脱如此巨大的祸害;因为此时在他眼中一切都显得可恶,在此期间到处都见不到美好的事物。此时赫尔墨斯——因为他本就对他深怀关照——化身为同龄青年的模样显现,亲切地向他致意并说道:“来吧,当你跨过这片狭小、曲折而陡峭的处所——正如你所见,人人都在那里失足受阻而从那里退回——我将指引你走上一条更平滑、更坦荡的道路。”青年便怀着极大的谨慎前行,身旁携带着剑、盾和矛,而他的头部在此期间仍是毫无防护的。于是他信赖赫尔墨斯,踏着平坦未受践踏、极其纯净的道路向前行进;道路上缀满了神明所喜爱的果实与众多美好的花朵,生满常春藤、月桂与香桃木的树木。赫尔墨斯将他引至一座高大险峻的山上,说道:“在这座山顶上,坐着诸神之父。因此务必留意——此处存在着巨大的危险——你要以至为虔敬的方式崇拜他,并向他求取你所渴望的一切;孩子,务必选择至善之物。”说完这番话,赫尔墨斯便再次隐去了身形。青年本想向赫尔墨斯请教究竟该向诸神之父祈求何物,但见赫尔墨斯已不在身旁,便说:“这建议虽有缺漏,却依然美好。那么,就凭着好运祈求至高之物吧,尽管我们尚未清晰得见诸神之父:‘天父宙斯,或任何您所喜悦的名号及无论您愿如何被称呼,请向我指明通往您那里的上升之路。因为从迄今为止我们行经此处的辉煌来推测您身旁的荣美,依我看来,您身旁的境地远为美好。’” 当他如此祈愿时,一阵沉睡或出神状态袭来。神向他显现了赫利俄斯本尊。青年被这景象所震撼,说道:“诸神之父啊,为了这一切并为了一切其他的事,我愿将自己奉献于您。”他双臂紧紧搂住赫利俄斯的膝盖,死死抱住,恳求神明拯救自己。赫利俄斯唤来雅典娜,命她首先检视青年带来了多少武器。当她看到盾、剑与矛时,说道:“孩子,你的戈耳工头像与头盔在哪里?”青年答道:“连这些都是我好不容易才得来的;因为被抛弃在亲属家中的我,无人与我同甘共苦。”伟大的赫利俄斯于是说:“那么你当明白,你无论如何必须返回那里。”此时青年哀求不要再将自己送回那里,而要留住他,以为自己日后必定无法生还,而会被那里的邪恶毁灭。见他流泪苦苦哀求,赫利俄斯说:“但你尚且年轻,未受秘仪启蒙。因此,回到你们人中去吧,以便受秘仪启蒙并在那里安全度日;因为你必须离去,涤除所有那些不敬之罪,并向我、雅典娜以及其他诸神祈援。”听闻这番话,青年默然肃立。伟大的赫利俄斯便将他引至一处了望台,其上方充满了光明,而下方则笼罩着无尽的幽暗,
- 22ὄμοσον οὖν τὸ ἐμόν τε καὶ τὸ σὸν σκῆπτρον
动词 ὄμνυμι(发誓)直接支配起誓所凭之物(权杖)作宾格,意为“指着我的权杖和你的权杖起誓”。此处宾格名词 σκῆπτρον 前省略了 πρός 或 κατά 等通常用于誓言的前置词。
- 230aἐδέησε μὲν αὑτὸν εἰς τὸν τάρταρον προέσθαι
动词 δέω(缺少)的人称不定过去时形式 ἐδέησε(主语为青年,与主格分词 κατανοήσας、ἐκπλαγείς 一致)支配带反身宾语 αὑτόν 的不定式 προέσθαι。通常在表达“差一点做某事”时与 ὀλίγου 连用(ὀλίγου ἐδέησε),此处省略了 ὀλίγου,在语境中同样表达他“几乎要将自己投入塔尔塔罗斯”的危急情态。
- 230cτουτὶ τὸ μικρὸν ὑπερβάντι τὸ σκολιὸν καὶ ἀπότομον χωρίον
与格分词 ὑπερβάντι 与主句中的与格代词 σοι(ἡγεμών σοι ἐγὼ ἔσομαι)保持一致,作表示条件或时间(“当你/如果你跨过……”)的状语分词。指示短语 τουτὶ τὸ μικρόν 与后面的 τὸ σκολιὸν καὶ ἀπότομον χωρίον 句法一致,意为“这片狭小、曲折而陡峭的处所”。
- 231dὡς οὐκέθ’ ὕστερον ἐπανήξοντα, ἀπολούμενον δὲ ὑπὸ τῶν ἐκεῖ κακῶν
小词 ὡς 与将来的宾格分词(ἐπανήξοντα, ἀπολούμενον)连用。它们在句法上与不定式 κατέχειν 的省略宾语(青年自身 αὑτόν)一致,表达青年主观上的想法或依据(“认为自己绝不可能再生还,而必定会被那里的恶行摧毁”)。
