← 朱利安

致犬儒主义者赫拉克里奥斯

§22#1

富翁诸子的争斗与众神干预的寓言

作者讲述了一个寓言:一位富翁在未教导子嗣德行的情况下留下庞大遗产,导致骨肉相残与神殿尽毁;宙斯目睹乱象后,与赫利俄斯、命运女神及虔敬和正义二神商议并决定干预。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22#1

Πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλὰ καὶ ἀγέλαι βοῶν καὶ αἰπόλια πλατέ’ αἰγῶν, ἵπποι δὲ αὐτῷ πολλάκις μυρίαι ἕλος κάτα βουκολέοντο, καὶ ποιμένες δοῦλοί τε καὶ ἐλεύθεροι μισθωτοί, καὶ βουκόλοι βοῶν καὶ αἰγῶν αἰπόλοι καὶ ἱπποφορβοὶ τῶν ἵππων, καὶ πλεῖστα κτήματα. τούτων δὲ αὐτῷ πολλὰ μὲν ὁ πατὴρ ἀπελελοίπει, πολλαπλάσια δὲ αὐτὸς ἐπεκτήσατο, πλουτεῖν θέλων ἐν δίκῃ τε καὶ παρὰ δίκην· ἔμελε γὰρ αὐτῷ τῶν θεῶν ὀλίγον. ἐγένοντο δὲ αὐτῷ γυναῖκες πολλαὶ καὶ υἱεῖς ἐξ αὐτῶν καὶ θυγατέρες, οἷς ἐκεῖνος διανείμας τὴν οὐσίαν ἔπειτα ἐτελεύτησεν, οὐδὲν αὐτοὺς οἰκονομίας πέρι διδάξας, οὐδ’ ὅπως ἄν τις δύναιτο τὰ τοιαῦτα κτᾶσθαι μὴ παρόντα ἢ παρόντα διαφυλάττειν. ᾤετο γὰρ ὑπὸ ἀμαθίας ἀρκεῖν τὸ πλῆθος, ἐπεὶ καὶ αὐτὸς ἦν οὐ μάλα ἐπιστήμων τῆς τοιαύτης τέχνης, ἅτε μὴ λόγῳ προσειληφὼς αὐτήν, ἀλλὰ συνηθείᾳ τινὶ καὶ πείρᾳ μᾶλλον, ὥσπερ οἱ φαῦλοι τῶν ἰατρῶν ἐκ τῆς ἐμπειρίας μόνον ἰώμενοι τοὺς ἀνθρώπους, ὅθεν καὶ διαφεύγει τὰ πολλὰ τῶν νοσημάτων αὐτούς. ἀρκεῖν οὖν νομίσας τὸ πλῆθος τῶν υἱέων πρὸς τὸ φυλάξαι τὴν οὐσίαν οὐδὲν ἐφρόντισεν ὅπως ἔσονται σπουδαῖοι. τὸ δὲ ἄρα αὐτοῖς ἦρξε πρῶτον μὲν τῶν εἰς ἀλλήλους ἀδικημάτων.1 ἐπιθυμῶν γὰρ ἕκαστος ὥσπερ ὁ πατὴρ πολλὰ ἔχειν καὶ μόνος πάντα ἐπὶ τὸν πέλας ἐτράπετο. τέως μὲν οὖν τοῦτο ἐπράττετο. προσαπέλαυον δὲ καὶ οἱ ξυγγενεῖς, οὐδ’ αὐτοὶ παιδευθέντες καλῶς, τῆς τῶν παίδων ἀνοίας τε καὶ ἀμαθίας.2 εἶτα ἐπίμπλατο φόνων πάντα, καὶ ἡ τραγικὴ κατάρα ὑπὸ τοῦ δαίμονος εἰς ἔργον ἤγετο· τὰ πατρῷα γὰρ θηκτῷ σιδήρῳ διελάγχανον,3 καὶ ἦν πάντα ἀκοσμίας πλήρη· πατρῷα μὲν ἱερὰ κατεσκάπτετο παρὰ τῶν παίδων ὀλιγωρηθέντα πρότερον ὑπὸ τοῦ πατρὸς καὶ ἀποσυληθέντα τῶν ἀναθημάτων, ἃ ἐτέθειτο παρὰ πολλῶν μὲν καὶ ἄλλων, οὐχ ἥκιστα δὲ τῶν προπατόρων αὐτοῦ. καθαιρουμένων δὲ τῶν ἱερῶν ἀνῳκοδομεῖτο παλαιὰ καὶ νέα μνήματα, προαγορεύοντος αὐτοῖς τοῦ αὐτομάτου καὶ τῆς τύχης, ὅτι ἄρα πολλῶν αὐτοῖς δεήσει μνημάτων οὐκ εἰς μακράν, ἐπειδήπερ αὐτοῖς ὀλίγον ἔμελε τῶν θεῶν. Πάντων οὖν ὁμοῦ φυρομένων καὶ ξυντελουμένων γάμων τε οὐ γάμων καὶ βεβηλουμένων ὁμοῦ τοῖς θείοις τῶν ἀνθρωπίνων, τὸν Δία ἔλεος ὑπῆλθεν· εἶτα ἀπιδὼν πρὸς τὸν Ἥλιον· ὦ παῖ, εἶπεν, οὐρανοῦ καὶ γῆς ἀρχαιότερον ἐν θεοῖς βλάστημα, μνησικακεῖν ἔτι διανοῇ τῆς ὑπεροψίας ἀνδρὶ αὐθάδει καὶ τολμηρῷ, ὅς σε ἀπολιπὼν αὑτῷ τε καὶ γένει αἴτιος ἐγένετο τῶν τηλικούτων παθημάτων; ἢ νομίζεις, ὅτι μὴ χαλεπαίνεις αὐτῷ μηδ’ ἀγανακτεῖς μηδ’ ἐπὶ τὸ γένος αὐτοῦ τοὺς οἰστοὺς θήγεις, ἔλαττον εἶναι ταύτης αἴτιος αὐτῷ τῆς ξυμφορᾶς, ἔρημον αὐτοῦ τὴν οἰκίαν ἀφείς; ἀλλ’, ἔφη, καλῶμεν τὰς Μοίρας, εἴ πῃ βοηθητέος ὁ ἀνήρ ἐστιν. αἱ δὲ ὑπήκουσαν αὐτίκα τῷ Διί. καὶ ὁ μὲν Ἥλιος, ὥσπερ ἐννοῶν τι καὶ λογιζόμενος αὐτὸς ἐν ἑαυτῷ, προσεῖχεν εἰς τὸν Δία πήξας τὰ ὄμματα. τῶν Μοιρῶν δὲ ἡ πρεσβυτάτη· Κωλύετον, ἔφη, ὦ πάτερ, ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ.4 σὸν οὖν ἔργον ἐστίν, ἐπείπερ ἡμᾶς ἐκέλευσας ὑπεικαθεῖν αὐταῖς, πεῖσαι καὶ ἐκείνας. ἀλλ’ ἐμαὶ γάρ εἰσιν, ἔφη, θυγατέρες, καὶ ἄξιον δὴ ἐρέσθαι αὐτάς· τί τοίνυν, ὦ ποτνία, φατόν; ἀλλὰ τούτου μέν, εἰπέτην, ὦ πάτερ, αὐτὸς εἶ κύριος. σκόπει δὲ ὅπως ἐν ἀνθρώποις ὁ πονηρὸς οὑτοσὶ τῆς ἀνοσιουργίας ζῆλος μὴ παντάπασιν ἐπικρατήσει. πρὸς ἀμφότερα, εἶπεν, ἐγὼ σκέψομαι. καὶ αἱ Μοῖραι πλησίον παροῦσαι πάντα ἐπέκλωθον, ὡς ὁ πατὴρ ἐβούλετο.

有个富翁拥有许多绵羊、牛群以及漫山遍野的羊群,他的成万匹马常常在沼泽地放牧,他拥有奴隶和自由雇工充当羊夫,拥有放牛人放牛、放羊人放羊、牧马人牧马,以及极其丰厚的财产。在这些财产中,父亲虽然留给他许多,但他自己却添置了成倍的产业,一心想发财,无论合乎正道还是背离正道;因为他极少把神明放在心上。他娶了许多妻子,与她们生下了儿子和女儿,他在把财产分给他们之后便去世了,既未曾教给他们任何治家理财之道,也未曾教给他们在没有此类产业时如何获取、在拥有时又如何守护。由于愚昧,他以为只要人多就足够了,因为他自己对这种技艺也算不上精通,并未通过理性掌握它,而更多是凭着某种习惯与经验,就像那些仅凭经验为人治病的劣医一样,正因如此大部分疾病才超出了他们的医治范围。因此,他以为儿子的数量足以保住家业,全然不曾操心如何使他们成为品行端正之人。然而这正是他们之间彼此相残侵夺的最初开端。因为每个人都渴望像父亲那样占有许多,甚至妄图独占一切,于是纷纷向邻人(弟兄)下手。有一段时间情形便是如此。而亲属们自己也未受过良好的教育,同样遭到了这些年轻人的愚蠢与无知的殃及。随后,到处都充斥着杀戮,悲剧中的诅咒被神灵化为了现实;因为他们用磨快的钢铁瓜分了父辈的遗产,四处满是混乱不堪:祖传的神庙原先已被父亲轻视,并被剥夺了由许多其他人尤其是他自己的先祖所奉献的祭品,如今更是被儿子们彻底夷平。在神殿被拆毁的同时,古老与新建的坟墓拔地而起,冥冥中的天意与命运向他们预示着,由于他们极少敬重神明,不久之后他们就将需要大量的坟墓。 当一切都陷入混局,不成婚姻的婚姻纷纷缔结,人事与神圣之事一同遭到亵渎时,怜悯涌上了宙斯的心头;随后他看着赫利俄斯说:‘孩子啊,诸神之中比天地更为古老的后裔,对于那个顽梗放肆、背弃了你从而给自己和家族招致如此巨祸的人,你难道还打算因他的傲慢而怀恨在心吗?难道你以为,仅仅因为你不对他发怒,不愤恨,也不针对他的族系磨砺箭镞,在撇下他的家宅使之荒芜之后,你作为这场灾祸之起因的罪责就会减轻不成?相反,’他说,‘让我们召见命运三女神,看看是否还能以某种方式施以援手。’她们立即顺从了宙斯。赫利俄斯仿佛独自在心中思量盘算着什么,将双目凝视在宙斯身上。命运三女神中最年长者说道:‘父亲,虔敬与正义两位女神正在加以阻拦。既然你曾命令我们要顺从她们,那么说服她们也是你的事情了。’‘然而,’他说,‘她们是我的女儿,确实值得问问她们。那么,二位尊贵的女神,你们意下如何?’‘然而对此事,父亲,’二位女神说,‘你自己便是主宰。但请你务必留心,切勿让人间这股作恶不敬的恶劣狂热彻底占了上风。’‘对于这两件事,’他说,‘我都将予以通盘考量。’命运三女神侍立在旁,按照父亲的心愿纺织起了一切。

语法注4 条
  1. 228aτὸ δὲ ἄρα αὐτοῖς ἦρξε πρῶτον μὲν τῶν εἰς ἀλλήλους ἀδικημάτων

    中性单数代词 τὸ δὲ 作主语,指代前句所述的整个情况(即父亲以为子嗣人数众多便足以保住家业,因而未顾及培养其优良品德)。动词 ἦρξε 接属格补足语 τῶν... ἀδικημάτων,意为“成为……的开端/起因”。

  2. 228bπροσαπέλαυον δὲ καὶ οἱ ξυγγενεῖς... τῆς τῶν παίδων ἀνοίας τε καὶ ἀμαθίας

    动词 προσαπολαύω 通常意为“兼得……的好处”,但此处用于反讽或否定语境中,接属格 τῆς... ἀνοίας τε καὶ ἀμαθίας,表示“蒙受……之害/遭受连带波及”。

  3. 228bτὰ πατρῷα γὰρ θηκτῷ σιδήρῳ διελάγχανον

    “用磨快的钢铁瓜分父业”一语脱胎于希腊悲剧,化用了埃斯库罗斯《七雄攻忒拜》(第727–733行,描写厄忒俄克勒斯与波吕涅克斯兄弟相残)中的经典诗句。在寓意上,此句暗指君士坦丁一世死后诸子与亲属之间的血腥屠杀和内战冲突。

  4. 229aΚωλύετον, ἔφη, ὦ πάτερ, ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ

    主语形式上为单数名词加介词短语(ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ,“虔敬与正义”),但因指代二神,谓语动词采用了双数形式 Κωλύετον(第三人称双数现在时)。与此呼应,后文对话中连续使用了双数呼格 ὦ ποτνία、双数动词 φατόν(第二人称双数)以及 εἰπέτην(第三人称双数不定过去时)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:22#1