- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:19-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安谴责了徒具外表与粗鄙举止、败坏哲学校风的伪犬儒派,阐明真正的犬儒捷径在于自知与神化。随后他斥责赫拉克利乌斯将古老寓言冒充为己作,并指明了正当的比喻性神话构思方式。
Οὐκ ἀπάξετε ταῦτα; οὐ καταβαλεῖτε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ὅτε ὑμῖν οὐδέν ἐστι πλέον ἀπὸ τῆς κόμης καὶ τῆς βακτηρίας; πῶς δὲ καὶ γέγονεν ὑφ’ ὑμῶν εὐκαταφρόνητος ἡ φιλοσοφία; τῶν ῥητορικῶν οἱ δυσμαθέστατοι καὶ οὐδ’ ὑπ’ αὐτοῦ τοῦ βασιλέως Ἑρμοῦ τὴν γλῶτταν ἐκκαθαρθῆναι δυνάμενοι, φρενωθῆναι δὲ οὐδὲ πρὸς αὐτῆς τῆς Ἀθηνᾶς σὺν τῷ Ἑρμῇ, τοῦτο ἐκ τῆς ἀγοραίου καὶ περιτρεχούσης ἁρπάσαντες ἐντρεχείας· οὐδὲ γὰρ ἐν παροιμίᾳ περιφερόμενον αὐτὸ γιγνώσκουσι τὸ ὅτι βότρυς πρὸς βότρυν πεπαίνεται· ὁρμῶσιν ἐπὶ τὸν Κυνισμόν· βακτηρία, τρίβων, κόμη, τὸ ἐντεῦθεν ἀμαθία, θράσος, ἰταμότης καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. τὴν σύντομον, φασίν, ὁδὸν καὶ σύντονον ἐπὶ τὴν ἀρετὴν ἰέναι ὄφελον καὶ ὑμεῖς τὴν μακρὰν ἐπορεύεσθε·1 ῥᾷον ἂν δι’ ἐκείνης ἢ διὰ ταύτης ἤλθετε. οὐκ ἴστε, ὅτι μεγάλας ἔχουσιν αἱ σύντομοι τὰς χαλεπότητας; καὶ ὥσπερ ἐν ταῖς λεωφόροις ὁ μὲν τὴν σύντομον ἐλθεῖν δυνηθεὶς ῥᾷον ἐκπερίεισι τὴν κύκλῳ, οὐκέτι μέντοι τὸ ἀνάπαλιν ὁ κύκλῳ πορευθεὶς ἔλθοι ἂν πάντως καὶ τὴν ἐπίτομον, οὕτω δὴ καὶ ἐν τῇ φιλοσοφίᾳ τέλος τέ ἐστι καὶ ἀρχὴ μία γνῶναί τε ἑαυτὸν καὶ ἀφομοιωθῆναι τοῖς θεοῖς· ἀρχὴ μὲν οὖν ἑαυτὸν γνῶναι, τέλος δὲ ἡ πρὸς τοὺς κρείττονας ὁμοιότης.
你们难道不把这些行头拿走吗?即便以前没有,如今你们从长发和木杖中捞不到任何好处,至少现在难道还不扔掉它们吗?哲学怎么竟因你们而被贬得如此为人鄙弃?修辞学学生中最愚笨者,既不能由赫尔墨斯王亲自荡涤其舌,甚至也不能由雅典娜联手赫尔墨斯启迪其心智,他们从市井游走的轻巧敏捷中攫取了这一点——因为他们甚至不知道那句广为流传的谚语‘葡萄挨着葡萄方能成熟’——便一头扎进犬儒主义:木杖、粗袍、长发,自此便是无知、鲁莽、横暴以及诸如此类的一切。他们说:‘应当走通向美德的简捷紧凑之路。’但愿你们当初也走了那条迂回的长路!你们走那条路本会比走这条路更容易抵达目标。难道你们不知道,捷径潜藏着极大的艰辛吗?正如在大道上,能走捷径的人更容易走完迂回路,反之走迂回路的人却绝不一定总能走捷径;在哲学中同样如此,其终极目标与起点本为一体,即认识自己并同化于神:起点是认识自己,而终极目标则是与更优越者相似。
Ὅστις οὖν Κυνικὸς εἶναι ἐθέλει, πάντων ὑπεριδὼν τῶν νομισμάτων καὶ τῶν ἀνθρωπίνων δοξῶν, εἰς ἑαυτὸν καὶ τὸν θεὸν ἐπέστραπται πρότερον. ἐκείνῳ τὸ χρυσίον οὐκ ἔστι χρυσίον, οὐχ ἡ ψάμμος ψάμμος, εἰ πρὸς ἀμοιβήν τις αὐτὰ ἐξετάζοι καὶ τῆς ἀξίας αὐτῶν ἐπιτρέψειεν αὐτῷ τιμητῇ γενέσθαι· γῆν γὰρ αὐτὰ οἶδεν ἀμφότερα. τὸ σπανιώτερον δὲ καὶ τὸ ῥᾷον ἀνθρώπων εἶναι κενοδοξίας ταῦτα καὶ ἀμαθίας νενόμικεν ἔργα·2 τὸ αἰσχρὸν ἢ καλὸν οὐκ ἐν τοῖς ἐπαινουμένοις ἢ ψεγομένοις τίθεται, ἀλλ’ ἐν τῇ φύσει· φεύγει τὰς περιττὰς τροφάς· ἀποστρέφεται δὲ τὰ ἀφροδίσια. βιαζομένου δὲ τοῦ σώματος, οὐ δόξῃ προστέτηκεν οὐδὲ περιμένει τὸν μάγειρον καὶ τὰ ὑποτρίμματα καὶ τὴν κνίσσαν, οὐδὲ τὴν Φρύνην οὐδὲ τὴν Λαΐδα οὐδὲ τὴν τοῦ δεῖνος περιβλέπεται γαμετὴν οὐδὲ τὸ θυγάτριον οὐδὲ τὴν θεράπαιναν· ἀλλ’ ὡς ἔνι μάλιστα ἐκ τῶν προστυχόντων ἀποπλήσας τὴν θεραπείαν τοῦ σώματος καὶ τὸ ἐνοχλοῦν ἐξ αὐτοῦ παρωσάμενος, ἄνωθεν ἐκ τῆς Ὀλύμπου κορυφῆς ἐπιβλέπει τοὺς ἄλλους "Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκοντας," ὑπὲρ ὀλίγων παντάπασιν ἀπολαύσεων ὑπομένοντας ὅσα οὐδὲ παρὰ τὸν Κωκυτὸν καὶ τὸν Ἀχέροντα θρυλοῦσιν οἱ κομψότεροι τῶν ποιητῶν. ἡ σύντομος ὁδός ἐστιν αὕτη. δεῖ γὰρ αὐτὸν ἀθρόως ἐκστῆναι ἑαυτοῦ καὶ γνῶναι, ὅτι θεῖός ἐστι, καὶ τὸν νοῦν μὲν τὸν ἑαυτοῦ ἀτρύτως καὶ ἀμετακινήτως συνέχειν ἐν τοῖς θείοις καὶ ἀχράντοις καὶ καθαροῖς νοήμασιν, ὀλιγωρεῖν δὲ πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κατὰ τὸν Ἡράκλειτον κοπρίων ἐκβλητότερον, ἐκ τοῦ ῥᾴστου δὲ αὑτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ. Ταῦτα μὲν οὖν ὡς φασὶ ταύτῃ. ἐπανάξω δὲ ὅθεν ἐξέβην.
因此,凡欲成为真正犬儒派者,必先蔑视一切世俗风俗与人间成见,首先转向自己与神。对那人而言,若有人为了交易而审验它们,并委托他充当其价值的估定者,黄金便不是黄金,沙土也不是沙土;因为他知道这两者皆是泥土。稀有抑或易得,他皆视之为人类虚荣与无知的产物;美丑并不取决于受赞还是遭贬,而在乎自然。他避开多余的饮食,弃绝肉欲。当肉体受到煎熬时,他绝不执迷于虚誉,既不等待厨子、调味汁和油脂香气,也不四顾寻觅弗里妮或拉伊丝,或某人的妻子、幼女与侍婢;而是尽可能就地取材以满足肉体的调理,排遣其带来的烦扰,随后自奥林波斯之巅俯视其他人‘在阿忒的荒原上,于黑暗中迷离彷徨’,为了微不足道的享乐,忍受着就连最巧妙的诗人们描绘科库托斯与阿刻戎河畔时也未曾道出的诸多苦难。这才是简捷之路。因为人必须猛然超拔自身,体认到自己是神圣的,使自己的心灵不知疲倦且坚定不移地维系在神圣、无瑕与纯洁的思想中,彻底轻视肉体,依照赫拉克利特的说法认为它比粪土更该抛弃,并以最简便的方式满足肉体所需,只要神仍指令将肉体用作器具。 这些事正如俗语所说,就谈到这里吧。我且回到刚才脱离的话题。
ἐπειδὴ γὰρ τοὺς μύθους προσήκει πρὸς παῖδας ἤτοι τῷ φρονεῖν, κἂν ἄνδρες ὦσιν, ἢ καὶ τοῖς καθ’ ἡλικίαν παιδαρίοις ἀπαγγέλλειν, ἐξεταστέον ὅπως μήτε εἰς θεοὺς μήτε εἰς ἀνθρώπους πλημμελὲς ἤ, καθάπερ ἔναγχος, δυσσεβές τι ῥηθείη· καὶ προσέτι τοῦτο ἐν ἅπασιν ἀκριβῶς βασανιστέον, εἰ πιθανός, εἰ τοῖς πράγμασι προσφυής, εἰ μῦθός ἐστιν ἀληθῶς ὁ πλαττόμενος. ἐπεὶ τό γε νῦν ὑπὸ σοῦ πεποιημένον οὐ μῦθός ἐστι σός· καίτοι τοῦτό γε ἐνεανιεύσω· ἀλλ’ ὁ μὲν μῦθος ἐστι παλαιός, ἐφήρμοσας δὲ αὐτὸν σὺ πράγμασιν ἑτέροις, ὅπερ οἶμαι ποιεῖν εἰώθασιν οἱ τῇ τροπικῇ χρώμενοι τῶν νοημάτων κατασκευῇ· πολὺς δὲ ἐν τούτοις ὁ Πάριός ἐστι ποιητής. ἔοικας οὖν οὐδὲ πεποιηκὼς μῦθον, ὦ ξυνετώτατε, μάτην νεανιεύεσθαι· καίτοι τοῦτο τίτθης ἔργον ἐστὶν εὐτραπέλου. Πλουτάρχου δὲ εἰ τὰ μυθικὰ διηγήματα τῶν σῶν εἴσω χειρῶν ἀφῖκτο, οὔποτ’ ἂν ἐλελήθει σε, τίνι διαφέρει πλάσαι τε ἐξ ἀρχῆς μῦθον καὶ τὸν κείμενον ἐφαρμόσαι πράγμασιν οἰκείοις. ἀλλ’ ἵνα μή σε τὴν σύντομον ὁδεύοντα βίβλοις ἐμβαλὼν μακραῖς καὶ δυσελίκτοις ἐπίσχω μικρὰ καὶ πεδήσω·3 σὺ δὲ οὐδὲ τὸν Δημοσθένους ἀκήκοας μῦθον, ὃν ἐποίησεν ὁ Παιανιεὺς πρὸς τοὺς Ἀθηναίους, ἡνίκα ὁ Μακεδὼν ἐξῄτει τοὺς Ἀθηναίους ῥήτορας. ἐχρῆν οὖν τι τοιοῦτο πλάσαι· ἢ πρὸς τῶν θεῶν ἔργον ἦν εἰπεῖν μυθάριόν τι τοιοῦτον; ἀναγκάσεις δέ με καὶ μυθοποιὸν γενέσθαι.
因为既然神话理应讲给孩童听——无论是在心智上为孩童(哪怕已是成年人),抑或在年龄上确实是幼童——便必须审验,以免对神或对人说出任何不妥之辞,或如方才那样说出大逆不道之语;此外还必须在一切细节上严格推敲:所构思之物是否合乎情理,是否契合事实,是否真是神话。因为你如今所做的并非你自己创造的神话——尽管在这件事上你曾大言不惭——这神话实为古物,你只是将其套用于别的事情上,这我想正是那些善用比喻手法构思意象之人惯用的做法;而在这些事上,帕罗斯的诗人用得极多。因此,最聪明的人啊,你甚至没有创作神话,看来却在徒然夸耀轻狂;然而这不过是个风趣乳母的作为罢了。如果普鲁塔克的神话故事集曾到过你的手中,你就绝不会不明白,从头创作一个神话与将现成的神话附会于切近的事物之间究竟有多大差别。然而,为了不至于把你这位正走捷径的人投入冗长繁复的书卷中从而稍加阻拦与束缚——难道你连德摩斯梯尼的神话都未曾听闻过吗?就是那位培尼亚区人在马其顿人索要雅典演说家时为雅典人所作的那个神话。你本该编造那样一个故事;或者凭诸神起誓,讲出那样一个小神话难道是一桩难事吗?而你将逼得我甚至成为神话作者。
- 225cὄφελον καὶ ὑμεῖς τὴν μακρὰν ἐπορεύεσθε
ὄφελον 后接直陈式未完成过去时(ἐπορεύεσθε),表示对过去未曾实现之事的愿望(即与过去事实相反的愿望,“要是你们……就好了”)。τὴν μακράν 之后承前省略了名词 ὁδόν。
- 226aτὸ σπανιώτερον δὲ καὶ τὸ ῥᾷον ἀνθρώπων εἶναι κενοδοξίας ταῦτα καὶ ἀμαθίας νενόμικεν ἔργα
主动词 νενόμικεν 带对格不定式结构。中性比较级形容词实质化作主语 τὸ σπανιώτερον καὶ τὸ ῥᾷον(“较为罕见与较为易得”),εἶναι 的表语为 ἀνθρώπων κενοδοξίας καὶ ἀμαθίας ἔργα(“人类虚荣与无知的产物”),代词 ταῦτα 则起到承前总结的同位语作用。
- 227bἀλλ’ ἵνα μή σε τὴν σύντομον ὁδεύοντα βίβλοις ἐμβαλὼν μακραῖς καὶ δυσελίκτοις ἐπίσχω μικρὰ καὶ πεδήσω·
此处为一个省略结构(顿跌/托辞断句,aposiopesis),目的从句(ἵνα μή... ἐπίσχω καὶ πεδήσω)在没有出现主句的情况下直接中止(意为“但为了不……[我就不多说了]”),随后紧接着以 σὺ δὲ οὐδὲ... 转入新的话题。
