- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:14-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出神话中思想上的悖谬因其启发探求深义的功用而当被采纳,并通过对比保留凡人框架的赫拉克勒斯与绝非凡人诞生而是纯粹神灵显现的狄奥尼索斯,驳斥了将酒神神话字面化、庸俗化的解读。
τὸ δὲ κατὰ τὴν διάνοιαν ἀπεμφαῖνον τοῦ χρησίμου γιγνόμενον χάριν ἐγκριτέον, ὡς ἂν μή τινος ὑπομνήσεως ἔξωθεν οἱ ἄνθρωποι δεόμενοι, ἀλλ’ ὑπὸ τῶν ἐν αὐτῷ λεγομένων τῷ μύθῳ διδασκόμενοι τὸ λανθάνον μῶσθαι καὶ πολυπραγμονεῖν ὑφ’ ἡγεμόσι τοῖς θεοῖς προθυμηθεῖεν. ἰδοῦ γὰρ ἔγωγε πολλῶν ἤκουσα λεγόντων ἄνθρωπον μὲν τὸν Διόνυσον, ἐπείπερ ἐκ Σεμέλης ἐγένετο, θεὸν δὲ διὰ θεουργίας καὶ τελεστικῆς, ὥσπερ τὸν δεσπότην Ἡρακλέα διὰ τῆς βασιλικῆς ἀρετῆς εἰς τὸν Ὄλυμπον ὑπὸ τοῦ πατρὸς ἀνῆχθαι τοῦ Διός. ἀλλ’, ὦ τάν, εἶπον, οὐ ξυνίετε τοῦ μύθου φανερῶς αἰνιττομένου. ποῦ γὰρ ἡ γένεσίς ἐστιν ὥσπερ Ἡρακλέους, οὕτω δὴ καὶ Διονύσου, ἔχουσα μὲν τὸ κρεῖττον καὶ ὑπερέχον καὶ ἐξῃρημένον, ἐν τῷ μετρίῳ δὲ ὅμως ἔτι τῆς ἀνθρωπίνης φύσεως μένουσα καί πως ἀφομοιουμένη πρὸς ἡμᾶς; Ἡρακλῆς δὲ λέγεται παιδίον γενέσθαι καὶ κατὰ μικρὸν αὐτῷ τὸ σῶμα τὸ θεῖον ἐπιδοῦναι, καὶ φοιτῆσαι διδασκάλοις ἱστόρηται, καὶ στρατεύσασθαι λέγεται καὶ κρατῆσαι πάντων, καμεῖν δὲ ὅμως κατὰ τὸ σῶμα. καίτοι αὐτῷ ταῦτα μὲν ὑπῆρξε, μειζόνως δὲ ἢ κατ’ ἄνθρωπον. ὅτε γὰρ ἐν τοῖς σπαργάνοις ἀποπνίγων τοὺς δράκοντας καὶ πρὸς αὐτὰ παραταττόμενος τὰ τῆς φύσεως στοιχεῖα, θάλπη καὶ κρυμούς, εἶτα τοῖς ἀπορωτάτοις καὶ ἀμαχωτάτοις, ἐνδείᾳ λέγω τροφῆς καὶ ἐρημίᾳ, καὶ τὴν δι’ αὐτοῦ πορείαν οἶμαι τοῦ πελάγους ἐπὶ τῆς χρυσῆς κύλικος, ἣν ἐγὼ νομίζω μὰ τοὺς θεοὺς οὐ κύλικα εἶναι, βαδίσαι δὲ αὐτὸν ὡς ἐπὶ ξηρᾶς τῆς θαλάττης νενόμικα.1 τὶ γὰρ ἄπορον ἦν Ἡρακλεῖ; τί δ’ οὐχ ὑπήκουσεν αὐτοῦ τῷ θείῳ καὶ καθαρωτάτῳ σώματι, τῶν λεγομένων τούτων στοιχείων δουλευόντων αὐτοῦ τῇ δημιουργικῇ καὶ τελεσιουργῷ τοῦ ἀχράντου καὶ καθαροῦ νοῦ δυνάμει; ὃν ὁ μέγας Ζεὺς διὰ τῆς Προνοίας Ἀθηνᾶς, ἐπιστήσας αὐτῷ φύλακα τὴν θεὸν ταύτην, ὅλην ἐξ ὅλου προέμενος αὑτοῦ, τῷ κόσμῳ σωτῆρα ἐφύτευσεν, εἶτ’ ἐπανήγαγε διὰ τοῦ κεραυνίου πυρὸς πρὸς ἑαυτόν, ὑπὸ τῷ θείῳ συνθήματι τῆς αἰθερίας αὐγῆς ἥκειν παρ’ ἑαυτὸν τῷ παιδὶ κελεύσας. ἀλλ’ ὑπὲρ μὲν τούτων ἐμοί τε καὶ ὑμῖν ἵλεως Ἡρακλῆς εἴη.
另一方面,思想上的悖谬不经之物应当为了功用之故而予以采纳,以便人们无需来自外部的任何提醒,而是由神话自身中所述之理受到教导,在诸神的引导下热切地探求和穷究深藏的奥秘。看啊,至少我曾听许多人说过,狄奥尼索斯固然是一个人,因为他由塞墨勒所生,但通过神术与密仪而成为了神,正如我们的主赫拉克勒斯因其王者的美德被其父宙斯接引至奥林匹斯山一样。然而我说道:“朋友啊,你们不明白神话分明是在打着隐语。因为就像赫拉克勒斯那样,狄奥尼索斯又在哪里有这样的诞生呢?它既拥有卓越、超绝和殊胜的品质,却又仍停留在人性适度的限度之内,并在某种程度上与我们相似?赫拉克勒斯被说成曾是一个孩童,其神圣的肉体逐渐生长,据记载他曾求学于师长,据说他曾出征并征服了一切,然而肉体上仍承受着劳顿。诚然,他身上确实存在这些情况,然而其程度却远超凡人。因为当他在襁褓中掐死双蛇时,当他对抗自然本身的诸元素——即炎热与严寒时,以及随后对抗最不可克服且最不可抗拒的困境——我指的是匮乏食物与孤立无援——以及他乘着金杯穿越大海本身的行程——凭诸神起誓,我认为那根本不是杯子,而是断定他在大海上行走如同在旱地上一般。因为对赫拉克勒斯而言何事堪称绝境?既然这些所谓的元素都臣服于他不染且纯洁的心智所具有的创世与成全之力,又有什么不顺从于他那神圣且极尽纯洁的肉体呢?伟大的宙斯通过‘摄理’雅典娜,派遣这位他从自身的全部中完整遣出的女神作为其守护者,将他作为宇宙的救主植入世间,随后通过雷火将他接引回自身身边,在以太光辉的神圣信标下命这位爱子来到自己身旁。然而关于这些事,愿赫拉克勒斯对我及对你们皆施以仁慈。
Τὰ δὲ τῆς Διονύσου θρυλουμένης μὲν γενέσεως, οὔσης δὲ οὐ γενέσεως, ἀλλὰ δαιμονίας ἐκφάνσεως κατὰ τί τοῖς ἀνθρωπικοῖς προσέοικεν; ἡ μήτηρ αὐτὸν κύουσα, φασίν, ὑπὸ τῆς Ἥρας ζηλοτυπούσης ἐξαπατηθεῖσα τὸν ἐραστὴν ἐξελιπάρησεν ἥκειν, ὡς παρὰ τὴν γαμετὴν εἴωθε φοιτᾶν, πρὸς ἑαυτήν· εἶτα οὐκ ἀνασχόμενον τὸ σωμάτιον τῶν κτυπημάτων τοῦ Διὸς ὑπὸ τοῦ κεραυνοῦ κατεφλέγετο. πάντων δ’ ὁμοῦ πυρουμένων, Ἑρμῇ κελεύσας ὁ Ζεὺς ἁρπάσαι τὸν Διόνυσον καὶ τεμὼν τὸν αὑτοῦ μηρὸν ἐρράπτει· εἶτα ἐκεῖθεν, ἡνίκα ἐτελεσφορήθη τὸ βρέφος, ὠδίνων ὁ Ζεὺς ἐπὶ τὰς νύμφας ἔρχεται· τὸ Λῦθι ῥάμμα2 δὲ αὗται τῷ μηρῷ προσεπᾴδουσαι τὸν διθύραμβον ἡμῖν εἰς φῶς προήγαγον· εἶτα ἐμάνη, φασίν, ὁ θεὸς ὑπὸ τῆς Ἥρας, ἔπαυσε δ’ αὐτῷ τὴν νόσον ἡ Μήτηρ τῶν θεῶν, ὁ δὲ ἦν αὐτίκα θεός. εἵποντο γοῦν οὐ Λίχας αὐτῷ καθάπερ Ἡρακλεῖ οὐδὲ Ἰόλεως οὐδὲ Τελαμὼν οὐδ’ Ὕλας οὐδ’ Ἄβδηρος, ἀλλὰ Σάτυροι καὶ Βακχαὶ καὶ Πᾶνες καὶ δαιμόνων στρατιά. ὁρᾷς ὅπως ἀνθρωπικὴ μὲν ἡ σπορὰ διὰ τῶν κεραυνίων, ἡ δ’ ἀποκύησις ἀνθρωπικωτέρα, ἀμφοῖν δὲ τοῖν εἰρημένοιν προσομοιότερα τοῖς ἀνθρωπίνοις τὰ ἔργα; τί οὖν οὐ καταβάλλοντες τὸν λῆρον ἐκεῖνο πρῶτον ὑπὲρ τούτων ἴσμεν,3 ὡς Σεμέλη σοφὴ τὰ θεῖα; παῖς γὰρ ἦν Κάδμου τοῦ Φοίνικος, τούτοις δὲ καὶ ὁ θεὸς σοφίαν μαρτυρεῖ "Πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν" λέγων.
然而,关于狄奥尼索斯那被广为流传的诞生——实则并非诞生,而是一种神灵的显现——其细节究竟在何种程度上与凡人相似?他们说,怀着他的母亲受嫉妒的赫拉欺骗,恳求她的情人来到她这里,如同他惯常去见结发之妻那样;随后,那娇弱的躯体承受不住宙斯的轰击,被雷霆焚烧殆尽。在万物一齐被烈火吞噬之际,宙斯命令赫尔墨斯夺下狄奥尼索斯,切开自己的大腿并将他缝了进去;随后从那里,当婴儿足月发育成熟时,处于分娩之痛中的宙斯来到了宁芙仙女们那里;而她们对着大腿附和着唱道‘解开缝线’(Lythi ramma),为我们把狄梯兰博斯(酒神颂)引向了光明;随后他们说,这位神明被赫拉逼得陷入癫狂,但诸神之母为他止息了疾患,他便立刻成为了神。跟随他的无论如何都不是像跟随赫拉克勒斯那样的利卡斯、伊奥劳斯、忒拉蒙、许拉斯或阿布德罗斯,而是萨堤洛斯、巴克科斯女巫、潘神们以及神灵的大军。你难道看不出,那通过雷霆的播种是何其‘凡人性’,那分娩又何其‘更加凡人性’,其事迹比起上述两者又何其‘更加切合凡人之事’吗?那么,我们为何不抛弃那番荒唐之谈,而首先在这类事上明白塞墨勒在神圣之事上极有智慧呢?因为她是腓尼基人卡德摩斯的女儿,而关于他们,神明自身亦见证其智慧,说道:‘腓尼基人亦通晓诸多福乐之途。’
- 219cὅτε γὰρ ἐν τοῖς σπαργάνοις ἀποπνίγων... νενόμικα
破格句(anakolouthon):全句以 ὅτε(当……时)引导的时间从句开始,接连累积了分词短语(ἀποπνίγων, παραταττόμενος),随后句式转入宾格短语(καὶ τὴν ... πορείαν),最终未出现主句主要动词,而是由作者插入式的断言(ἣν ἐγὼ νομίζω ... νενόμικα)收束。这种语法脱节是修辞性激情的体现,用以论证前文所述赫拉克勒斯的事迹乃是“远超凡人”(μειζόνως ἢ κατ’ ἄνθρωπον)。
- 220cτὸ Λῦθι ῥάμμα
字面意为“解开缝线”,是一个祈使短语,前置中性定冠词 τό 作为直接引语的名词化成分。这反映了新柏拉图主义及奥耳甫斯教派将“酒神颂”(διθύραμβος)的词源附会为 λῦθι ῥάμμα(解开缝线)的语源双关趣解。
- 220dτί οὖν οὐ καταβάλλοντες τὸν λῆρον ἐκεῖνο πρῶτον ὑπὲρ τούτων ἴσμεν
τί οὐ 搭配直陈式动词(ἴσμεν)及副词性分词(καταβάλλοντες)的惯用句式。该结构表面为修辞疑问(“我们为何不……”),实则表达强烈的劝告或提议,意即“我们理应抛弃……并明白……”。
