← 朱利安

致犬儒主义者赫拉克里奥斯

§16-17

塞墨勒与狄奥尼索斯的寓意与神话功用

作者阐述了塞墨勒的预言与死亡以及狄奥尼索斯教化人类、传授葡萄栽培的历史真相如何被编织成神话,并论证神话中悖谬不经的成分恰恰能警示人心,促使人们超越表面字义而升华至对超越性神圣本相的纯粹思惟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου πρώτη1 παρ’ Ἕλλησι καὶ τὴν ἐσομένην ἐπιφάνειαν αὐτοῦ οὐκ εἰς μακρὰν προαγορεύσασα κινῆσαι μὲν θᾶττον ἢ προσῆκον ἦν τινὰ τῶν περὶ αὐτὸν ὀργίων, οὐκ ἀνασχομένη τὸν εἱμαρμένον περιμεῖναι χρόνον, εἶτα ἀναλωθῆναι πρὸς τοῦ πυρὸς τοῦ ῥυέντος ἐπ’ αὐτήν. ἐπεὶ δὲ ἐδέδοκτο τῷ Διὶ κοινῇ πᾶσιν ἀνθρώποις ἐνδοῦναι ἀρχὴν καταστάσεως ἑτέρας καὶ μεταβαλεῖν αὐτοὺς ἐκ τοῦ νομαδικοῦ βίου πρὸς τὸν ἡμερώτερον, ἐξ Ἰνδῶν ὁ Διόνυσος αὔτοπτος ἐφαίνετο δαίμων, ἐπιφοιτῶν τὰς πόλεις, ἄγων μεθ’ ἑαυτοῦ στρατιὰν πολλὴν δαιμονίων τινῶν καὶ διδοὺς ἀνθρώποις κοινῇ μὲν ἅπασι σύμβολον τῆς ἐπιφανείας αὐτοῦ τὸ τῆς ἡμερίδος φυτόν, ὑφ’ οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι,2 μητέρα δ’ αὐτοῦ προσειπεῖν τὴν Σεμέλην διὰ τὴν πρόρρησιν, ἄλλως τε καὶ τοῦ θεοῦ τιμῶντος αὐτήν, ἅτε πρώτην ἱερόφαντιν τῆς ἔτι μελλούσης ἐπιφοιτήσεως. Οὔσης δέ, ὡς ἄν τις ἀκριβῶς σκοπῶν ἐξετάσειε, τῆς ἱστορίας τοιαύτης, οἱ τὸν Διόνυσον ὅστις ποτ’ ἐστὶ θεῶν ζητοῦντες τἀληθὲς ἔχον ὡς ἔφην εἰς μῦθον διεσκεύασαν, αἰνιττόμενοι τήν τε οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐν τοῖς νοητοῖς παρὰ τῷ πατρὶ κύησιν καὶ τὸν ἀγέννητον αὐτοῦ τόκον ἐν τῷ κόσμῳ... ἐν τῷ παντί, καὶ τἆλλα ἐφεξῆς ὅσα τοῦ ζητεῖν ἦν ἄξια, φράζειν δέ γ’ οὐ ῥᾴδια ἐμοί, τυχὸν μὲν καὶ διὰ τὸ ἀγνοεῖν ἔτι περὶ αὐτῶν τὸ ἀκριβές, τυχὸν δὲ καὶ οὐκ ἐθέλοντι τὸν κρύφιον ἅμα καὶ φανερὸν θεὸν ὥσπερ ἐν θεάτρῳ προβάλλειν ἀκοαῖς ἀνεξετάστοις καὶ διανοίαις ἐπὶ πάντα μᾶλλον ἢ τὸ φιλοσοφεῖν τετραμμέναις. Ἀλλ’ ὑπὲρ μὲν τούτων ἴστω Διόνυσος αὐτός, ᾧ καὶ προσεύχομαι τάς τε ἐμὰς καὶ τὰς ὑμετέρας ἐκβακχεῦσαι φρένας ἐπὶ τὴν ἀληθῆ τῶν θεῶν γνῶσιν, ὡς ἂν μὴ πολὺν ἀβάκχευτοι χρόνον τῷ θεῷ μένοντες ὁπόσα ὁ Πενθεὺς πάθωμεν, ἴσως μὲν καὶ ζῶντες, πάντως δὲ ἀπαλλαγέντες τοῦ σώματος. ὅτῳ γὰρ ἂν μὴ τὸ πεπληθυσμένον τῆς ζωῆς ὑπὸ τῆς ἑνοειδοῦς καὶ ἐν τῷ μεριστῷ παντελῶς ἀδιαιρέτου ὅλης τε ἐν πᾶσιν ἀμιγοῦς προϋπαρχούσης οὐσίας τοῦ Διονύσου τελεσιουργηθῇ διὰ τῆς περὶ τὸν θεὸν ἐνθέου βακχείας, τούτῳ κίνδυνος ἐπὶ πολλὰ ῥυῆναι τὴν ζωήν, ῥυεῖσαν δὲ διεσπάσθαι καὶ διασπασθεῖσαν οἴχεσθαι· τὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν3 μὴ προσέχων τις τοῖς ῥήμασιν ὑδάτιον μηδὲ λίνου μήρινθον ἀκροάσθω, ξυνιέτω δὲ τὰ λεγόμενα τρόπον ἄλλον, ὃν Πλάτων, ὃν Πλωτῖνος, ὃν Πορφύριος, ὃν ὁ δαιμόνιος Ἰάμβλιχος. ὃς δ’ ἂν μὴ ταύτῃ ποιῇ, γελάσεται μέν, ἴστω μέντοι Σαρδώνιον γελῶν ἔρημος ὢν ἀεὶ τῆς τῶν θεῶν γνώσεως, ἧς ἀντάξιον οὐδὲ τὸ πᾶσαν ὁμοῦ μετὰ τῆς τῶν Ῥωμαίων ἐπιτροπεῦσαι τὴν βαρβάρων ἔγωγε θείμην ἄν, οὐ μὰ τὸν ἐμὸν δεσπότην Ἥλιον. ἀλλά με πάλιν οὐκ οἶδ’ ὅστις θεῶν ἐπὶ ταῦτ’ ἐβάκχευσεν οὐ προελόμενον.

因此在我看来,〔塞墨勒〕在希腊人中最早感知到了这位神明,并预告了他那为期不远的显现;但她未耐住性子等待命中注定的时机,过早地引发了关于他的某些密仪,随后被冲向她的烈火焚烧殆尽。当宙斯决定为全人类共同赋予另一种生活秩序的开端,将他们从游牧生活转变为更加文明温和的生活时,狄奥尼索斯作为显灵的神明从印度显现,巡访诸城,身旁率领着由若干神灵组成的庞大军队,并将驯化葡萄藤作为其显现的象征赋予全人类;因其生活境况得以教化温和,在我看来希腊人正是据此认为该植物配得上这一称呼(驯化之木),并且由于塞墨勒的预言而称她为他的母亲,尤其是因为神明将她作为其未来巡临的最初传授者而予以尊崇。 若有人精密考察即可明了,历史实情既是如此,那些探究狄奥尼索斯在诸神中究竟是何者的人,便如我所说将实际真理编织成神话,隐约暗示了这位神明的本质、在父神身旁的理智界中的孕育、在宇宙中……在万有中他那非受造的出生,以及接续而来的所有值得探究的奥秘。然而将这些讲述出来对我而言并非易事,或许是由于对这些事尚缺乏精密的认识,或许也是因为我不愿将这位既隐秘又显豁的神明,如同置于剧场之中一般,抛向未经审视的耳朵与醉心于一切却唯独不愿从事哲思的心灵。 然而关于这些事,且任凭狄奥尼索斯自己知晓,我也向他祈求,愿他以狂喜的神力启迪我与你们的心灵,走向对诸神的真正认识,以免我们因长久未受神明的神圣狂喜灌注而遭受彭透斯所遭受的一切——也许尚在活着时,但必在脱离肉体之后。因为凡其生活中繁复多歧之部分,若未曾通过关于神明的神圣狂喜、由狄奥尼索斯那在受分割之物中亦全然不可分割且在万物中整体不杂先在的单一本质予以成全者,其生命便有流向诸多歧途之险,并在流下后被撕裂,在被撕裂后归于泯灭。但听者切勿执着于字面而将‘流下’与‘撕裂’听成水流或麻线,而应以另一种方式理解所述之意,即柏拉图、普罗提诺、波菲利以及如神般的扬布里柯所理解的方式。凡不依此而行者固然会发笑,但他应当知道,他在发出冷酷惨笑的同时永远匮乏对诸神的认识;就对诸神的认识而言,凭我的主人赫利俄斯起誓,我甚至认为与罗马人的疆土一同治理所有蛮族的一切土地都无法与之比拟。然而我不知究竟是哪位神明,竟又将并未作此打算的我驱动狂喜于这些话语之中。

§17

Οὗ δὲ ἕνεκεν ἔφην αὐτά· κατὰ μὲν τὴν διάνοιαν ἀπεμφαίνοντες ὅταν οἱ μῦθοι γίγνωνται περὶ τῶν θείων, αὐτόθεν ἡμῖν ὥσπερ βοῶσι καὶ διαμαρτύρονται μὴ πιστεύειν ἁπλῶς, ἀλλὰ τὸ λεληθὸς σκοπεῖν καὶ διερευνᾶσθαι. τοσούτῳ δ’ ἐστὶ κρεῖττον ἐν τούτοις τοῦ σεμνοῦ τὸ ἀπεμφαῖνον, ὅσῳ διὰ μὲν ἐκείνου καλοὺς λίαν καὶ μεγάλους καὶ ἀγαθούς, ἀνθρώπους δὲ ὅμως τοὺς θεοὺς κίνδυνος νομίσαι, διὰ δὲ τῶν ἀπεμφαινόντων ὑπεριδόντας τῶν ἐν τῷ φανερῷ λεγομένων ἐπὶ τὴν ἐξῃρημένην αὐτῶν οὐσίαν καὶ ὑπερέχουσαν πάντα τὰ ὄντα καθαρὰν νόησιν ἐλπὶς ἀναδραμεῖν. Αἴτιαι μὲν οὖν αὗται τοῦ τὴν τελεστικὴν καὶ μυσταγωγὸν φιλοσοφίαν τὰ μὲν ῥήματα παντὸς μᾶλλον εὐαγῆ καὶ σεμνὰ προφέρεσθαι,4 κατὰ δὲ τὴν διάνοιαν ἀλλοιοτέραν ποιεῖσθαι τὴν ἐξήγησιν τῶν τοιούτων.

而我说出这些话的原因乃是:当关于神圣事物的神话在思想上显得悖谬不经时,它们便在当下仿佛向我们呼喊并告诫,切勿单凭字面相信,而当探寻和穷究隐秘之理。在这些事中,悖谬不经之物胜过崇高庄重之物,其差距正如通过后者人们有可能将神明视作极美、极大、极善但终究仍是凡人;而通过悖谬不经之物,人们得以轻蔑表面陈述之词,寄望于升华至神明超越的本质及超越一切实存的纯粹思维。 因此,这些便是为何密仪与玄义哲学在言辞上宣讲极度圣洁庄重之语,但在深层思想上却对此类事物作出截然不同之阐释的原因。

语法注4 条
  1. 16αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου πρώτη

    不定词 αἰσθέσθαι 的逻辑主语承接上文的塞墨勒(ὡς Σεμέλη σοφὴ τὰ θεῖα)。此处与 δοκεῖ μοι 搭配构成人称句结构,以主格阴性单数形容词 πρώτη(作为最初者)作主语补足语,在语法上明确指示了主语为塞墨勒。

  2. 221bτὸ τῆς ἡμερίδος φυτόν, ὑφ’ οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι

    此处包含将 ἡμερίς(栽培葡萄树)与 ἐξημερόω(驯化、教化)相联系的哲学词源学构拟。关系代词短语 ὑφ’ οὗ 的先行词为 τὸ φυτόν;从句中插入了独立属格结构 ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον(因为他们生活中相关的事物被教化温和),以 Ἕλληνες 为主语的 δοκοῦσιν 支配不定词 ἀξιῶσαι(认为配得上)。

  3. 222bτὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν

    中性单数定冠词 τὸ 将前句中出现的被动分词短语 ῥυεῖσαν καὶ διασπασθεῖσαν(流下并被撕裂)加上引用意味予以名词化,在句首充当表示话题或限制的宾格(“至于‘流下并被撕裂’这一说法”)。

  4. 223aΑἴτιαι μὲν οὖν αὗται τοῦ... προφέρεσθαι

    作表语的形容词/阴性名词 αἴτιαι(原因)与作主语的指示代词 αὗται(这些)结合,系动词 εἰσίν 省略。其后接带属格冠词的不定词短语 τοῦ... προφέρεσθαι... ποιεῖσθαι,充当说明性或同位语性的属格,表示“……的原因/理由”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:16-17