← 朱利安

致犬儒主义者赫拉克里奥斯

§12-13

密仪神话的悖谬与神圣语辞的崇高

文中指出密仪神话中看似荒诞的成分恰恰能引导心智探寻真理,并阐明在构成神话的思想与文辞之中,凡论及神圣事物时文辞必须杜绝悖谬而竭尽崇高。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

Ἐπεὶ δὲ καὶ τῶν τελεστικῶν μύθων ἐπεμνήσθην, φέρε νῦν ὁποίους εἶναι χρὴ τοὺς ἑκατέρῳ τῶν μερῶν ἁρμόττοντας αὐτοὶ καθ’ ἑαυτοὺς ἰδεῖν πειραθῶμεν, οὐκέτι μαρτύρων παλαιῶν ἐν πᾶσι προσδεόμενοι, ἑπόμενοι δὲ νέοις ἴχνεσιν ἀνδρός, ὃν ἐγὼ μετὰ τοὺς θεοὺς ἐξ ἴσης Ἀριστοτέλει καὶ Πλάτωνι ἄγαμαί τε τέθηπά τε. φησὶ δὲ οὐχ ὑπὲρ πάντων οὗτος, ἀλλ’ ὑπὲρ τῶν τελεστικῶν, οὓς παρέδωκεν ἡμῖν Ὀρφεὺς ὁ τὰς ἁγιωτάτας τελετὰς καταστησάμενος. τὸ γὰρ ἐν τοῖς μύθοις ἀπεμφαῖνον1 αὐτῷ τούτῳ προοδοποιεῖ πρὸς τὴν ἀλήθειαν. ὅσῳ γὰρ μᾶλλον παράδοξόν ἐστι καὶ τερατῶδες τὸ αἴνιγμα, τοσούτῳ μᾶλλον ἔοικε διαμαρτύρεσθαι, μὴ τοῖς αὐτόθεν λεγομένοις πιστεύειν, ἀλλὰ τὰ λεληθότα περιεργάζεσθαι καὶ μὴ πρότερον ἀφίστασθαι, πρὶν ἂν ὑπὸ θεοῖς ἡγεμόσιν ἐκφανῆ γενόμενα τὸν ἐν ἡμῖν τελέσῃ, μᾶλλον δὲ τελειώσῃ νοῦν2 καὶ εἰ δή τι κρεῖττον ἡμῖν ὑπάρχει τοῦ νοῦ, αὐτοῦ τοῦ ἑνὸς καὶ τἀγαθοῦ μοῖρά τις ὀλίγη τὸ πᾶν ἀμερίστως ἔχουσα, τῆς ψυχῆς πλήρωμα καὶ ἐν τῷ ἑνὶ καὶ ἀγαθῷ συνέχουσα πᾶσαν αὐτὴν διὰ τῆς ὑπερεχούσης καὶ χωριστῆς αὐτοῦ καὶ ἐξῃρημένης παρουσίας. ἀλλὰ ταῦτα μὲν ἀμφὶ τὸν μέγαν Διόνυσον οὐκ οἶδ’ ὅπως ἐπῆλθέ μοι βακχεύοντι μανῆναι· τὸν βοῦν δὲ ἐπιτίθημι τῇ γλώττῃ·3 περὶ τῶν ἀρρήτων γὰρ οὐδὲν χρὴ λέγειν. ἀλλά μοι θεοὶ μὲν ἐκείνων καὶ ὑμῶν δὲ τοῖς πολλοῖς, ὅσοι τέως ἐστὲ τούτων ἀμύητοι, τὴν ὄνησιν δοῖεν.

既然我也提到了密仪神话,那么且让我们自己尝试考察,适宜于这两个分支各自的神话应当具有怎样的性质;我们不再在一切事上依赖古代的见证人,而是追随一位人物崭新的足迹——除了诸神之外,我对他的赞叹与敬畏堪比对待亚里士多德和柏拉图。然而此人所言并非关乎所有神话,而是关乎密仪神话,即由创立了至圣密仪的奥耳甫斯传授给我们的神话。因为神话中那些悖谬不经的成分,恰恰以此为真理开辟道路。盖因谜语越是反常和怪诞,就越显得是在强烈昭示:不可轻信表面字句,而要穷究深藏之理,且在神明指引之下,当这些隐秘事物显露出来、启蒙或莫如说成全我们内在的心智之前,绝不可半途而废;不仅如此,若我们内在还存有某种优于心智之物——即那“一”与“善”自身的微小份额,不可分割地包含整体,作为灵魂的充实,并以其超绝、离世且崇高的临在将整个灵魂维系在“一”与“善”之中——亦当予以成全。然而关于伟大的狄奥尼索斯周围的这些事,不知何故我竟在狂喜中陷入了癫狂;但我且将牛置于舌上,因为凡不可言说之奥秘皆不可宣泄。但愿诸神将那些奥秘的益处赐予我,也赐予你们当中至今仍未入密仪的众人。

§13

Ὑπὲρ δὲ ὧν εἰπεῖν τε καὶ ἀκοῦσαι θέμις καὶ ἀνεμέσητον ἀμφοτέροις ἐστί, πᾶς λόγος ὁ προφερόμενος ἔκ τε λέξεως καὶ διανοίας σύγκειται. οὐκοῦν ἐπειδὴ καὶ ὁ μῦθος λόγος τίς ἐστιν, ἐκ δυοῖν τούτοιν συγκείσεται. σκοπῶμεν δὲ ἑκάτερον αὐτῶν. ἔστιν ἁπλῆ τις ἐν λόγῳ παντὶ διάνοια, καὶ μέντοι καὶ κατὰ σχῆμα προάγεται, τὰ παραδείγματα δὲ ἀμφοῖν ἐστι πολλά. τὸ μὲν οὖν ἓν ἁπλοῦν ἐστι καὶ οὐδὲν δεῖται ποικιλίας, τὸ δ’ ἐσχηματισμένον ἔχει διαφορὰς ἐν ἑαυτῷ πολλάς, ὧν, εἴ τί σοι τῆς ῥητορικῆς ἐμέλησεν, οὐκ ἀξύνετος εἶ. τούτων δὴ τῶν κατὰ διάνοιαν σχημάτων ἁρμόττει τῷ μύθῳ τὰ πλεῖστα· πλὴν ἔμοιγε οὔθ’ ὑπὲρ τῶν πολλῶν οὔθ’ ὑπὲρ τῶν ἁπάντων ἐστὶ τά γε νῦν ῥητέον, ἀλλ’ ὑπὲρ δυοῖν, τοῦ τε σεμνοῦ κατὰ τὴν διάνοιαν καὶ τοῦ ἀπεμφαίνοντος. τὰ δὲ αὐτὰ ταῦτα καὶ περὶ τὴν λέξιν γίνεται. μορφοῦται γάρ πως καὶ σχηματίζεται παρὰ τῶν μὴ προφερομένων εἰκῇ μηδ’ ὥσπερ χειμάρρους ἑλκόντων συρφετοὺς ῥημάτων ἐκ τῆς τριόδου· ἀλλὰ τοῖν δυοῖν τούτοιν,4 ὅταν μὲν ὑπὲρ τῶν θείων πλάττωμεν, σεμνὰ χρὴ πάνυ τὰ ῥήματα εἶναι καὶ τὴν λέξιν ὡς ἔνι μάλιστα σώφρονα καὶ καλὴν καὶ τοῖς θεοῖς πρεπωδεστάτην, τῶν αἰσχρῶν δὲ μηδὲν καὶ βλασφήμων ἢ δυσσεβῶν, ὅπως μὴ τῷ πλήθει τῆς τοιαύτης ἀρχηγοὶ θρασύτητος γενώμεθα, μᾶλλον δὲ καὶ πρὸ τοῦ πλήθους αὐτοὶ τὸ περὶ τοὺς θεοὺς ἠσεβηκέναι προλάβωμεν. οὐδὲν οὖν ἀπεμφαῖνον εἶναι χρὴ περὶ τὰς τοιαύτας λέξεις, ἀλλὰ σεμνὰ πάντα καὶ καλὰ καὶ μεγαλοπρεπῆ καὶ θεῖα καὶ καθαρὰ καὶ τῆς τῶν θεῶν οὐσίας εἰς δύναμιν ἐστοχασμένα·

至于那些无论言说还是听闻皆属合乎神法、对双方而言无可指责之事:一切被表达出来的言论皆由文辞与思想构成。既然神话也是一种言论,它自当由这两者构成。且让我们考察其中的每一项。在一切言论中,思想既有质朴者,亦有依凭修辞格局(文彩)而推进者,两者的例证皆不胜枚举。因此,其一质朴而无需文饰,而出于文彩者其自身则包含诸多差异;若你曾稍留意于修辞学,便不至于对此茫然不知。在这些思想的文彩中,绝大多数适宜于神话;然而就我而言,眼下既无需谈论繁多之项,亦无需尽述全部,而只需论及两者:思想上的崇高者与悖谬者。这完全相同的情况亦见于文辞。因为文辞亦在某种程度上由那些不随意发言、也不如山洪般从十字路口席卷言辞糟粕的人塑造并赋予形态;然而在这两类之中,当我们关于神圣事物进行虚构创作时,言词必须极尽崇高,文辞须竭尽所能地克制、优美且与诸神相称,绝不可带有分毫丑恶、亵渎或不敬,以免我们成为引致庸众产生如此狂妄的祸首,甚至莫如说,在庸众之前我们自身便已先对诸神犯下了不敬之罪。因此,在这些文辞中决不可有任何悖谬不经之物,而一切皆须崇高、优美、宏伟、神圣、纯洁,并竭尽所能地切合诸神的本质。

语法注4 条
  1. 217cτὸ γὰρ ἐν τοῖς μύθοις ἀπεμφαῖνον

    中性单数实质化分词 τὸ ἀπεμφαῖνον 作为动词 προοδοποιεῖ 的主语。该词意为“不协调之物”、“荒谬不经之物”,指神话字面叙述中看似离奇悖理的成分,新柏拉图主义认为正是这些成分促使人们不囿于字面而寻求背后的哲学真理。

  2. 217dπρὶν ἂν ὑπὸ θεοῖς ἡγεμόσιν ἐκφανῆ γενόμενα τὸν ἐν ἡμῖν τελέσῃ, μᾶλλον δὲ τελειώσῃ νοῦν

    在由连词 πρὶν ἄν 引导的时间从句中,动词 τελέσῃ 与 τελειώσῃ 均为单数不定过去时虚拟式。其主语是承前指代 τὰ λεληθότα 的中性复数分词短语 ἐκφανῆ γενόμενα,符合古典希腊语中“中性复数主语搭配单数动词”的雅典句式(schema Atticum)。宾语则是被隔开的 τὸν ἐν ἡμῖν ... νοῦν(以及后接的 καὶ εἴ δή τι... 分句)。

  3. 218aτὸν βοῦν δὲ ἐπιτίθημι τῇ γλώττῃ

    希腊语成语“把牛置于舌上”(参见埃斯库罗斯《阿伽门农》第36行),是一种比喻用法,表示在涉及不可公开宣泄的密仪奥秘(ἀπόρρητα)时,对自己施加严格的缄默。

  4. 218cτοῖν δυοῖν τούτοιν

    双数属格/与格短语 τοῖν δυοῖν τούτοιν 置于句首,充当部分属格或关涉属格(意为“在这两者之中/关于这两者”)。它承接前文列出的两种文彩范畴(崇高者与悖谬者),用以引出在关乎神圣事物的神话创作中,文辞(λέξις)所必须遵循的原则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:12-13