- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg006.humanitext-grc2:8-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安援引柏拉图与亚里士多德的论述,并以梭伦的历史教训为例,阐明完善的立法与统治对凡人而言极为艰难;他向特米斯提乌斯倾诉,对方要求他效法古代哲人君王,无异于将一个仅在家中勉强健身的人猛然推向奥林匹亚大竞技场,令他承受了巨大的恐惧与重压。
ταῦτα ἐμοὶ δοκεῖ τοῖς τοῦ Πλάτωνος ἄκρως ὁμολογεῖν, πρῶτον μὲν ὅτι κρείττονα χρὴ τῶν ἀρχομένων εἶναι τὸν ἄρχοντα, οὐκ ἐπιτηδεύσει μόνον, ἀλλὰ καὶ φύσει διαφέροντα· ὅπερ εὑρεῖν ἐν ἀνθρώποις οὐ ῥᾴδιον·... καὶ τρίτον ὅτι πάσῃ μηχανῇ κατὰ δύναμιν νόμοις προσεκτέον οὐκ ἐκ τοῦ παραχρῆμα κειμένοις οὐδὲ ὡς ἔοικε νῦν τεθεῖσιν ὑπ’ ἀνδρῶν οὐ πάντη κατὰ νοῦν βεβιωκότων, ἀλλ’ ὅστις μᾶλλον τὸν νοῦν καθαρθεὶς καὶ τὴν ψυχὴν οὐκ εἰς τὰ παρόντα ἀφορῶν ἀδικήματα οὐδὲ εἰς τὰς παρεστώσας τύχας τίθησι τοὺς νόμους,1 ἀλλὰ τὴν τῆς πολιτείας φύσιν καταμαθὼν καὶ τὸ δίκαιον οἷόν ἐστι τῇ φύσει καὶ ποταπόν ἐστι τἀδίκημα τεθεαμένος τῇ φύσει, εἶθ’ ὅσα δυνατόν ἐστιν ἐκεῖθεν ἐνταῦθα μεταφέρων καὶ τιθεὶς νόμους τοῖς πολίταις κοινούς, οὔτε εἰς φιλίαν οὔτε εἰς ἔχθραν ἀφορῶν οὔτε εἰς γείτονα καὶ ξυγγενῆ· κρεῖσσον δέ, εἰ μηδὲ τοῖς καθ’ ἑαυτὸν ἀνθρώποις, ἀλλὰ τοῖς ὕστερον ἢ ξένοις γράψας ἀποπέμποι νόμους, ἔχων γε οὐδὲν οὐδὲ ἐλπίζων πρὸς αὐτοὺς ἕξειν ἰδιωτικὸν συνάλλαγμα. ἐπεὶ καὶ τὸν Σόλωνα τὸν σοφὸν ἀκούω μετὰ τῶν φίλων συμβουλευσάμενον ὑπὲρ τῆς τῶν χρεῶν ἀναιρέσεως τοῖς μὲν εὐπορίας ἀφορμήν, αὑτῷ δὲ αἰσχύνης αἰτίαν παρασχεῖν, καὶ ταῦτα τῷ πολιτεύματι τὸν δῆμον ἐλευθερώσαντα. οὕτως οὐ ῥᾴδιόν ἐστι τὰς τοιαύτας ἐκφυγεῖν κῆρας, κἂν τὸν αὑτοῦ νοῦν παράσχῃ τις ἀπαθῆ πρὸς τὴν πολιτείαν.
在我看来,这些论断与柏拉图的观点极其吻合:首先,统治者必须优于被统治者,不仅在后天的修养上,而且在天赋本性上也卓尔不群——而这在凡人之中是极难寻获的;……第三,必须竭尽全力、尽己所能地顺从法律,但不是顺从那些草率立下的法律,亦非顺从如今看来由那些未曾完全依照理智生活的人所制定的法律,毋宁是顺从这样的人所立之法:他净化了自己的理智与灵魂,立法时不着眼于眼前的过失或当下的境遇,而是洞悉政体的本质,照见本性上的正义为何物、本性上的不正义是何等样貌,然后将那里的一切尽可能移置于此世,为全体公民制定公正划一的法律,既不顾及私交亦不顾及仇怨,既不偏袒邻人亦不偏袒亲眷。更为甚者,若他所书写并交付的法律甚至不是为了同代之人,而是为了后世之人或异邦之人,与他们毫无私人交易往来,亦不指望与其发生往来,那便更显崇高。因为我听说,即便聪慧的梭伦在与朋友们商议废除债务之际,也给朋友们提供了致富的契机,却给自己带来了招致羞辱的罪名,而且这还是在他通过那项宪制举措解放民众之时发生的。由此可见,哪怕有人向城邦政事奉献出自己绝无私欲的纯粹理智,要想避开此类祸端也绝非易事。
Ἃ δεδιὼς ἐγὼ πολλάκις εἰκότως ἐπαινῶ τὸν ἔμπροσθεν βίον, καὶ σοὶ πειθόμενος μάλιστα ταῦτα ἐγὼ διανοοῦμαι, οὐχ ὅτι μοι τὸν ζῆλον πρὸς ἐκείνους μόνον ἔφης προκεῖσθαι τοὺς ἄνδρας, Σόλωνα καὶ Λυκοῦργον καὶ Πιττακόν, ἀλλὰ καὶ ὅτι μεταβῆναί με φὴς ἐκ τῆς ὑποστέγου φιλοσοφίας πρὸς τὴν ὑπαίθριον. ὥσπερ οὖν, εἰ τῷ χαλεπῶς καὶ μόλις ὑγιείας ἕνεκα τῆς αὑτοῦ γυμναζομένῳ μετρίως οἴκαδε προύλεγες, ὅτι Νῦν ἥκεις εἰς Ὀλυμπίαν καὶ μεταβέβηκας ἐκ τῆς ἐν τῷ δωματίῳ παλαίστρας ἐπὶ τὸ στάδιον τοῦ Διός, οὗ θεατὰς ἕξεις τούς τε ἁπανταχόθεν Ἕλληνας καὶ πρώτους γε τοὺς σαυτοῦ πολίτας, ὑπὲρ ὧν ἀγωνίζεσθαι χρή, τινὰς δὲ καὶ τῶν βαρβάρων, οὓς ἐκπλῆξαι χρεών, φοβερωτέραν αὐτοῖς τὴν πατρίδα τό γε εἰς σὲ νῦν ἧκον2 ἐπιδείξαντα, κατέβαλες ἂν εὐθέως καὶ τρέμειν ἐποίησας πρὸ τῆς ἀγωνίας· οὕτω κἀμὲ νῦν νόμιζε διατεθῆναι τοῖς τοιούτοις λόγοις. καὶ περὶ μὲν τούτων εἴτε ὀρθῶς ἔγνωκα νῦν εἴτε ἐν μέρει σφάλλομαι τοῦ προσήκοντος εἴτε καὶ τοῦ παντὸς διαμαρτάνω, διδάξεις αὐτίκα μάλα.
正因惧怕这些,我常常理所当然地赞美先前的生活;而正是由于听从了你的劝言,我才最深刻地思索这些事情,不仅因为你说我应当以那些先贤——梭伦、莱库古和庇塔库斯——为效法楷模,更因为你说我已从“屋檐下的哲学”转入了“露天之下的哲学”。这就如同你若预先对一个在自己家中勉强为了自身健康而略作锻炼的人说: “如今你来到了奥林匹亚,从斗室之中的角力场转到了宙斯的大竞技场;在那里,来自各方的希腊人,尤其是你必须为之奋战的本国同胞,将成为你的观众;此外还有部分异族人,你必须令他们震慑惊服,至少就如今涉及你的范围而言,向他们展示一个更为威严令人生畏的祖国”,你定会瞬间击垮他的信心,令他在比赛前便浑身战栗;请相信我如今也正被这类话语置于同样的境地。至于关于这些问题,我如今究竟判断得当,还是在适宜的路径上有所偏颇,亦或全然陷入了谬误,你立刻便会教导于我。
- 262aἀλλ’ ὅστις μᾶλλον τὸν νοῦν καθαρθεὶς καὶ τὴν ψυχὴν οὐκ εἰς τὰ παρόντα ἀφορῶν ἀδικήματα οὐδὲ εἰς τὰς παρεστώσας τύχας τίθησι τοὺς νόμους
破格构文(anakolouthon)。顺应前文的“νόμοις προσεκτέον οὐκ ἐκ τοῦ παραχρῆμα κειμένοις οὐδὲ... τεθεῖσιν”(顺从法律,但不是顺从草率立下的法律,亦非顺从……由某些人制定的法律),后半句按严格文法本应承接为“ἀλλὰ τοῖς ὑπὸ τοιούτου τινὸς τεθεῖσιν ὅστις...”(而是顺从由这样的人所制定的法律);然而此处转折词 ἀλλά 之后直接引出关系代词 ὅστις 并支配直陈式动词 τίθησι,脱离了原有的与与格分词平行的句法框架。
- 263aτό γε εἰς σὲ νῦν ἧκον
限制性副词性宾格短语。中性分词 ἧκον 与介词短语 εἰς σὲ νῦν(涉及你、取决于你)连用,构成习语,意为“至少在如今涉及你本人的限度内”或“就你力所能及的范围而言”,用于限定修饰后文的分词 ἐπιδείξαντα。
