- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg006.humanitext-grc2:6-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者回顾了自己以往为了朋友不避劳苦与危险的经历,辩明自己畏惧大位并非出于怠惰,而是自知君王重任与人性局限。随后他引述亚里士多德《政治学》,阐明不应由受激情摆布的凡人统治,而当由摒除欲求的理智之法统领城邦。
ἥδιστα ἄν σοι τοὺς ἐμαυτοῦ πόνους διεξῆλθον καὶ τὰ ἐπικρεμασθέντα παρὰ τῶν φίλων καὶ ξυγγενῶν, ὅτε τῆς παρ’ ὑμῖν ἠρχόμην παιδείας, δείματα,1 εἰ μὴ σφόδρα αὐτὸς ἠπίστασο. τὰ δὲ ἐν Ἰωνίᾳ πρὸς τὸν καὶ γένει προσήκοντα καὶ φιλίᾳ μᾶλλον οἰκεῖον ὄντα μοι πραχθέντα πρότερον ὑπὲρ ἀνδρὸς ξένου μικρὰ παντελῶς γνωρίμου μοι γενομένου, τοῦ σοφιστοῦ φημί, λέληθεν οὐδέν σε. ἀποδημίας δὲ οὐχ ὑπέστην τῶν φίλων ἕνεκα; καίτοι Καρτερίῳ μὲν οἶσθ’ ὅπως συνηράμην πρὸς τὸν ἑταῖρον ἡμῖν ἀφικόμενος Ἀράξιον ἄκλητος, ὑπὲρ αὐτοῦ δεησόμενος. ὑπὲρ δὲ τῶν τῆς θαυμασίας Ἀρετῆς κτημάτων καὶ ὧν ἐπεπόνθει παρὰ τῶν γειτόνων οὐκ εἰς τὴν Φρυγίαν τὸ δεύτερον ἀφικόμην ἐν οὐδὲ ὅλοις μησὶ δύο, ἀσθενοῦς ἤδη μοι παντελῶς ὄντος τοῦ σώματος διὰ τὴν ἐπιγενομένην ὑπὸ τῆς πρότερον κακοπαθείας ἀρρωστίαν; ἀλλὰ δὴ τὸ τελευταῖον πρὸ τῆς εἰς τὴν Ἑλλάδα γενομένης ἡμῖν ἀφίξεως, ὅτε περὶ τῶν ἐσχάτων, ὡς ἂν εἴποιεν οἱ πολλοί, κινδυνεύων ἐγὼ τῷ στρατοπέδῳ παρέμενον, ὁποίας ἔγραφον ἐπιστολὰς πρὸς σὲ νῦν ὑπομνήσθητι, μήποτε ὀδυρμῶν πλήρεις, μήτι μικρὸν ἢ ταπεινὸν ἢ λίαν ἀγεννὲς ἐχούσας.2 ἀπιὼν δὲ ἐπὶ τὴν Ἑλλάδα πάλιν, ὅτε με φεύγειν ἐνόμιζον πάντες, οὐχ ὡς ἐν ἑορτῇ τῇ μεγίστῃ τὴν τύχην ἐπαινῶν ἡδίστην ἔφην εἶναι τὴν ἀμοιβὴν ἐμοὶ καὶ τὸ δὴ λεγόμενον "χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων" ἔφην ἀντηλλάχθαι; οὕτως ἀντὶ τῆς ἐμαυτοῦ ἑστίας τὴν Ἑλλάδα λαχὼν ἐγανύμην, οὐκ ἀγρόν, οὐ κῆπον, οὐ δωμάτιον ἐκεῖ κεκτημένος. Ἀλλὰ ἴσως ἔοικα ἐγὼ τὰς μὲν δυσπραγίας οὐκ ἀγεννῶς φέρειν, πρὸς δὲ τὰς παρὰ τῆς τύχης δωρεὰς ἀγεννής τις εἶναι καὶ μικρός, ὅ γε ἀγαπῶν τὰς Ἀθήνας μᾶλλον τοῦ νῦν περὶ ἡμᾶς ὄγκου, τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν, διὰ δὲ τὸ πλῆθος τῶν πράξεων τοῦτον αἰτιώμενος τὸν βίον;
若非你自身早已了如指掌,我本会极其乐意向你详述我自己的劳苦,以及当初我在你们那里开始求学之时,亲友们悬置在我头上的种种恐惧。至于我从前在爱奥尼亚,为了一个与我全然仅有点头之交的外乡人——我说的是那位智者——而在那既与我有血缘之亲、在友谊上也更为亲近的人面前所作的周旋,你也绝无不知之理。难道我不曾为了朋友们而忍受远行之苦吗?然而你知道,我是如何未蒙召唤便赶到我们的同伴阿拉克修斯那里,去协助卡特里乌斯,准备为他求情的。为了杰出的阿瑞忒的财产以及她所遭受邻人的侵害,我难道不是在不足整整两月的时间内再度奔赴弗里吉亚吗?那时我的身体因前番劳顿所引发的疾病早已全然虚弱不堪。而最终,在我们动身前往希腊之前,正如常人所言我冒着性命攸关的危险留守军营之际,请你现在回想一下,我写给你的都是怎样的信函——绝无满纸哀叹,也未带有任何卑琐、低下或过分委靡之态。而在再度启程前往希腊、所有人都以为我是去流亡之时,我难道不是如同欢度盛大节日般赞美命运,宣称这对我而言是最惬意的回报,正如俗话所说: “以青铜换黄金,以九牛之值换百牛之值”,宣称作了交换吗?我就这样因为获得了希腊而非自己的家园而欢欣鼓舞,尽管在那里我既无田产,亦无花园,甚至连一间小屋也未曾拥有。 然而或许我显得能以不失尊严的态度承受厄运,面对命运的馈赠却显得卑微而器量狭小,因为我喜爱雅典胜过如今环绕着我们的显赫地位,赞美那份闲暇,却因政务纷纭而归咎于如今的生活?
ἀλλὰ μή ποτε χρὴ περὶ ἡμῶν ἄμεινον κρίνειν,3 οὐκ εἰς ἀπραξίαν καὶ πρᾶξιν βλέποντας, μᾶλλον δὲ εἰς τὸ Γνῶθι σαυτὸν καὶ τὸ "Ἔρδοι δ’ ἕκαστος ἥντιν’ εἰδείη τέχνην." Μεῖζον ἔμοιγε φαίνεται τὸ βασιλεύειν ἢ κατ’ ἄνθρωπον καὶ φύσεως δεῖσθαι δαιμονιωτέρας βασιλεύς, ὥσπερ οὖν καὶ Πλάτων ἔλεγε· καὶ νῦν Ἀριστοτέλους εἰς ταὐτὸ συντείνοντα παραγράψω λόγον, οὐ γλαῦκα Ἀθηναίοις ἄγων, ἀλλ’ ὅτι μὴ παντάπασιν ἀμελῶ τῶν ἐκείνου λόγων ἐπιδεικνύμενος. φησὶ δὲ ὁ ἀνὴρ ἐν τοῖς πολιτικοῖς συγγράμμασιν· Εἰ δὲ δή τις ἄριστον θείη τὸ βασιλεύεσθαι ταῖς πόλεσι, πῶς ἕξει τὰ περὶ τῶν τέκνων; πότερον καὶ τὸ γένος δεῖ βασιλεύειν; ἀλλὰ γιγνομένων ὁποῖοί τινες ἔτυχον, βλαβερόν. ἀλλὰ οὐ παραδώσει κύριος ὢν τοῖς τέκνοις; ἀλλ’ οὐκ ἔτι ῥᾴδιον τοῦτο πιστεῦσαι· χαλεπὸν γὰρ καὶ μείζονος ἀρετῆς ἢ κατ’ ἀνθρωπίνην φύσιν. ἑξῆς δὲ περὶ τοῦ κατὰ νόμον λεγομένου βασιλέως διεξελθών, ὡς ἐστὶν ὑπηρέτης καὶ φύλαξ τῶν νόμων, καὶ τοῦτον οὐδὲ βασιλέα καλῶν, οὐδὲ τὸν τοιοῦτον εἶδος πολιτείας οἰόμενος, προστίθησι· Περὶ δὲ τῆς παμβασιλείας καλουμένης, αὕτη δ’ ἐστὶ καθ’ ἣν ἄρχει πάντων κατὰ τὴν αὑτοῦ βούλησιν ὁ βασιλεύς, δοκεῖ τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν· τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον εἶναι. εἶτα μετ’ ὀλίγον φησίν· Ὁ μὲν οὖν τὸν νοῦν κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τοὺς νόμους· ὁ δὲ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρία·4 ἥ τε γὰρ ἐπιθυμία τοιοῦτον καὶ ὁ θυμὸς ὃς διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρας· διόπερ ἄνευ ὀρέξεως ὁ νοῦς νόμος ἐστίν. ὁρᾷς, ὁ φιλόσοφος ἔοικεν ἐνταῦθα σαφῶς ἀπιστοῦντι καὶ κατεγνωκότι τῆς ἀνθρωπίνης φύσεως. φησὶ γὰρ οὕτω ῥήματι τοῦτο λέγων· οὐδεμίαν ἀξιόχρεων εἶναι φύσιν ἀνθρωπίνην πρὸς τοσαύτην τύχης ὑπεροχήν· οὔτε γὰρ τῶν παίδων τὸ κοινῇ τοῖς πολίταις συμφέρον προτιμᾶν ἄνθρωπόν γε ὄντα ῥᾴδιον ὑπολαμβάνει, καὶ πολλῶν ὁμοίων ἄρχειν οὐ δίκαιον εἶναί φησι, καὶ τέλος ἐπιθεὶς τὸν κολοφῶνα τοῖς ἔμπροσθεν λόγοις νόμον μὲν εἶναί φησι τὸν νοῦν χωρὶς ὀρέξεως, ᾧ μόνῳ τὰς πολιτείας ἐπιτρέπειν χρῆναι, ἀνδρῶν δὲ οὐδενί. ὁ γὰρ ἐν αὐτοῖς νοῦς, κἂν ὦσιν ἀγαθοί, συμπέπλεκται θυμῷ καὶ ἐπιθυμίᾳ, θηρίοις χαλεπωτάτοις.
但是,难道我们不该对自身作出更好的判断,不着眼于无为与作为,而是着眼于“认识你自己”以及: “各人当行其所晓之技艺”? 在我看来,为王统治实乃超越人之常情之事,而国王正如柏拉图所说,需要一种更为超绝的神灵本性。如今我也要誊抄一段亚里士多德指向同一旨趣的言论,并非为了向雅典运送猫头鹰,而是为了表明我并未全然忽视他的著作。这位学者在其《政治学》论著中说道: “如果有人断定由国王统治对城邦是最好的,那么关于子嗣的事又当如何?难道家族也应当世袭统治吗?但若生下来的后嗣恰如常人那样平庸,那便有害无益。然而身为君主,难道他不传位给子女吗?但这却不再令人信服;因为这是艰难的,所要求的德性超越了人的本性。” 接着,在阐述了所谓的依法设立之王,指出他只是法律的仆役与卫士,甚至不称其为国王,亦不认为此类制度算得上一种政体之后,他又补充道: “至于所谓的绝对王权——即国王依凭自身意志统治一切的制度——在某些人看来,由一人成为全体公民的主宰甚至是不合乎自然的;因为对于本性平等的人而言,拥有相同的权利乃是必然的。” 随后不久他又说道: “因此,那命令理智统治的人,似乎就是命令神与法律统治;而那令人统治的人,则是连同野兽也一并加了进来。因为欲望以及那会使最优秀的人也陷入偏颇的激情,皆是如此;是以法律乃是摒除了欲求的理智。” 你看,这位哲学家在这里显然流露出对人之本性的不信任与否定。因为他用这番话明确表达了这一点:没有任何人的本性足以胜任命运如此巨大的隆盛;因为他认为,生而为人,要将公民的公共利益置于子女之上绝非易事;他又说统治众多平等之人是不合乎正义的;最终,他为先前的论述画龙点睛,指出唯有摒除欲求的理智才是法律,且唯有将城邦政务托付于它才是应当的,绝不可托付给任何凡人。因为在凡人心中,即便他们是善人,理智也已与激情和欲望——这些最难驯服的野兽——交织在一起。
- 6τὰ ἐπικρεμασθέντα παρὰ τῶν φίλων καὶ ξυγγενῶν, ὅτε τῆς παρ’ ὑμῖν ἠρχόμην παιδείας, δείματα
此句包含显著的隔置修辞(hyperbaton)。名词 δείματα 与前文的 τοὺς ἐμαυτοῦ πόνους 并列充当 διεξῆλθον ἄν 的直接宾语,却被推移至从句末尾,中间插入了修饰它的分词短语 τὰ ἐπικρεμασθέντα... 以及时间状语从句 ὅτε...。其核心骨架为 διεξῆλθον ἄν... τοὺς πόνους καὶ τὰ... δείματα。
- 260aμήποτε ὀδυρμῶν πλήρεις, μήτι μικρὸν ἢ ταπεινὸν ἢ λίαν ἀγεννὲς ἐχούσας
由祈使动词 ὑπομνήσθητι(请回忆)引出的间接疑问或求证结构。μήποτε 与 μήτι 带有一种修辞色彩,旨在提醒对方回想那些信件“绝非满纸哀怨,亦绝无卑琐之处”。
- 260cἀλλὰ μή ποτε χρὴ περὶ ἡμῶν ἄμεινον κρίνειν
μή(或 μήποτε)与直陈式现在时 χρὴ 结合的习用句式,用于表达委婉的提议或审慎的断言(“难道不更应该……吗?”)。形式上虽含犹豫或疑问,实则在引导对方采纳这一看法。
- 261bὁ δὲ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρία
引自亚里士多德《政治学》1287a。实体化分词 ὁ κελεύων 作主语(“那命令……之人”)。其逻辑在于:主张让人类进行统治,就不可避免地将野兽(θηρία)一并引入统治权中,因为人心中除了理智之外,必然还盘踞着欲望与激情这些野兽般的要素。
