- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg006.humanitext-grc2:10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者反驳了泰米斯提乌斯援引亚里士多德将统治者的行动生活置于观照生活之上的观点,指出“行为的构建者”实指以理智行动的立法者与哲学家,而非政治的具体操作者。作者进而以苏格拉底为例,论证未掌握权势的哲学家比建立征服功业的亚历山大成就了更为伟大的事业。
Ὑπὲρ δὲ ὧν ἀπορῆσαί μοι πρὸς τὴν ἐπιστολὴν τὴν σὴν παρέστη, ὦ φίλη κεφαλὴ καὶ πάσης ἔμοιγε τιμῆς ἀξία, βούλομαι δηλῶσαι· σαφέστερον γάρ πως ὑπὲρ αὐτῶν ἐπιθυμῶ μαθεῖν. ἔφησθα ὅτι τὸν ἐν τῇ πράξει παρὰ τὸν φιλόσοφον ἐπαινεῖς βίον, καὶ τὸν Ἀριστοτέλη τὸν σοφὸν ἐκάλεις μάρτυρα, τὴν εὐδαιμονίαν ἐν τῷ πράττειν εὖ τιθέμενον, καὶ τὴν διαφορὰν σκοποῦντα τοῦ τε πολιτικοῦ βίου καὶ τῆς ἐν τῇ θεωρίᾳ ζωῆς, διαπορεῖν ἄττα περὶ αὐτῶν, καὶ τὴν μὲν θεωρίαν ἐν ἄλλοις προτιμᾶν, ἐπαινεῖν δὲ ἐνταῦθα τοὺς τῶν καλῶν πράξεων ἀρχιτέκτονας. τούτους δὲ αὐτὸς μὲν εἶναι φὴς τοὺς βασιλέας, Ἀριστοτέλης δὲ εἴρηκεν οὐδαμοῦ κατὰ τὴν ὑπὸ σοῦ προστεθεῖσαν λέξιν, πλέον δὲ θάτερον ἐξ ὧν παραγέγραφας ἄν τις νοήσειε.1 τὸ γὰρ Μάλιστα δὲ πράττειν λέγομεν κυρίως καὶ τῶν ἐξωτερικῶν πράξεων τοὺς ταῖς διανοίαις ἀρχιτέκτονας εἰς τοὺς νομοθέτας καὶ τοὺς πολιτικοὺς φιλοσόφους καὶ πάντας ἁπλῶς τοὺς νῷ τε καὶ λόγῳ πράττοντας, οὐχὶ δὲ εἰς τοὺς αὐτουργοὺς καὶ τῶν πολιτικῶν πράξεων ἐργάτας εἰρῆσθαι νομιστέον·2 οἷς οὐκ ἀπόχρη μόνον ἐνθυμηθῆναι καὶ κατανοῆσαι καὶ τὸ πρακτέον τοῖς ἄλλοις φράσαι, προσήκει δὲ αὐτοῖς ἕκαστα μεταχειρίζεσθαι καὶ πράττειν ὧν οἱ νόμοι διαγορεύουσι καὶ πολλάκις οἱ καιροὶ προσαναγκάζουσι, πλὴν εἰ μὴ τὸν ἀρχιτέκτονα καλοῦμεν, καθάπερ Ὅμηρος τὸν Ἡρακλέα καλεῖν εἴωθεν ἐν τῇ ποιήσει μεγάλων ἐπιίστορα ἔργων, αὐτουργότατον ἁπάντων γενόμενον. Εἰ δὲ τοῦτ’ ἀληθὲς ὑπολαμβάνομεν ἢ καὶ μόνον ἐν τῷ πράττειν τὰ κοινά φαμεν εὐδαίμονας τοὺς κυρίους ὄντας καὶ βασιλεύοντας πολλῶν, τί ποτε περὶ Σωκράτους ἐροῦμεν; Πυθαγόραν δὲ καὶ Δημόκριτον καὶ τὸν Κλαζομένιον Ἀναξαγόραν ἴσως διὰ τὴν θεωρίαν κατ’ ἄλλο φήσεις εὐδαίμονας· Σωκράτης δὲ τὴν θεωρίαν παραιτησάμενος καὶ τὸν πρακτικὸν ἀγαπήσας βίον οὐδὲ τῆς γαμετῆς ἦν τῆς αὑτοῦ κύριος οὐδὲ τοῦ παιδός· ἦπού γε δυοῖν ἢ τριῶν πολιτῶν ἐκείνῳ κρατεῖν ὑπῆρχεν; ἆρ’ οὖν οὐκ ἦν ἐκεῖνος πρακτικός, ἐπεὶ μηδενὸς ἦν κύριος; ἐγὼ μὲν οὖν Ἀλεξάνδρου φημὶ μείζονα τὸν Σωφρονίσκου κατεργάσασθαι, τὴν Πλάτωνος αὐτῷ σοφίαν ἀνατιθείς, τὴν Ξενοφῶντος στρατηγίαν, τὴν Ἀντισθένους ἀνδρείαν, τὴν Ἐρετρικὴν φιλοσοφίαν, τὴν Μεγαρικήν, τὸν Κέβητα, τὸν Σιμμίαν, τὸν Φαίδωνα, μυρίους ἄλλους· καὶ οὔπω φημὶ τὰς γενομένας ἡμῖν ἐνθένδ’ ἀποικίας, τὸ Λύκειον, τὴν Στοάν, τὰς Ἀκαδημείας. τίς οὖν ἐσώθη διὰ τὴν Ἀλεξάνδρου νίκην; τίς πόλις ἄμεινον ᾠκήθη; τίς αὑτοῦ γέγονε βελτίων ἰδιώτης ἀνήρ; πλουσιωτέρους μὲν γὰρ πολλοὺς ἂν εὕροις, σοφώτερον δὲ οὐδένα οὐδὲ σωφρονέστερον αὐτὸν αὑτοῦ, εἰ μὴ καὶ μᾶλλον ἀλαζόνα καὶ ὑπερόπτην. ὅσοι δὲ σώζονται νῦν ἐκ φιλοσοφίας, διὰ τὸν Σωκράτη σώζονται. καὶ τοῦτο οὐκ ἐγὼ μόνος, Ἀριστοτέλης δὲ πρότερος ἔοικεν ἐννοήσας εἰπεῖν, ὅτι μὴ μεῖον αὐτῷ προσήκει φρονεῖν ἐπὶ τῇ θεολογικῇ συγγραφῇ τοῦ καθελόντος τὴν Περσῶν δύναμιν.3 καί μοι δοκεῖ τοῦτο ἐκεῖνος ὀρθῶς ξυννοῆσαι· νικᾶν μὲν γὰρ ἀνδρείας ἐστὶ μάλιστα καὶ τῆς τύχης, κείσθω δέ, εἰ βούλει, καὶ τῆς ἐντρεχοῦς ταύτης φρονήσεως, ἀληθεῖς δὲ ὑπὲρ τοῦ θεοῦ δόξας ἀναλαβεῖν οὐκ ἀρετῆς μόνον τῆς τελείας ἔργον ἐστίν, ἀλλ’ ἐπιστήσειεν ἄν τις εἰκότως, πότερον χρὴ τὸν τοιοῦτον ἄνδρα ἢ θεὸν καλεῖν. εἰ γὰρ ὀρθῶς ἔχει τὸ λεγόμενον, ὅτι πέφυκεν ἕκαστον ὑπὸ τῶν οἰκείων γνωρίζεσθαι, τὴν θείαν οὐσίαν ὁ γνωρίσας θεῖός τις ἂν εἰκότως νομίζοιτο.
至于针对你的来信令我心生疑惑的问题,我亲爱的朋友,对我而言配受一切尊荣的人,我希望予以说明;因为我渴望以某种方式更清晰地了解它们。你说你赞美行动的生活更胜于哲学家的生活,并且引证聪慧的亚里士多德作为见证人——他将幸福置于善行之中,在审视政治生活与观照生活的差异时,对它们提出若干质疑,在别处他虽更看重观照,在此处却赞美高尚行为的构建者。你自己说这些构建者就是君王,但亚里士多德在你所附加的字句中绝未曾这样说过;相反,从你所引述的话中,人们更会理解为另一种情况。因为那句: “最主要的,即使在外在的行为中,我们也称那些以思想为主导的构建者为最本真意义上的行动者”,应当被认为是指立法者、政治哲学家,以及简而言之所有以理智和理性去行动的人,而不是指亲力亲为者和政治行动的具体工匠。对后者而言,仅仅思索、理解并告知他人应行何事是不够的,他们理当亲自处置并实行法律所规定、时局屡屡强求的每一件事——除非我们像荷马在史诗中习惯称呼赫拉克勒斯为“熟知大业者”那样来称呼一位构建者,尽管他才是所有人中最亲力亲为之人。 如果我们认为这是真实的,或者断言唯有在处理公共事务中,那些支配并统治众人的主宰者才是幸福的,那么关于苏格拉底,我们究竟该说些什么呢?至于毕达哥拉斯、德谟克利特和克拉佐美奈的阿那克萨戈拉,你或许会说他们因观照而在另一种意义上是幸福的;然而苏格拉底拒绝了观照而倾心于实践的生活,却连自己的妻子和孩子都无法主宰;难道他竟曾有过统辖两三个公民的权力吗?难道他仅仅因为不是任何人的主宰,就不是实践的吗?我反而断言,索弗罗尼斯科斯之子成就了比亚历山大更伟大的事业,我将柏拉图的智慧、色诺芬的统帅之才、安提斯泰尼的勇敢、埃雷特里亚哲学、墨加拉哲学、凯贝斯、西米亚斯、斐多以及无数其他人归功于他;我甚至尚未提及从那里为我们衍生出的诸多殖民地——吕克昂、斯多亚和各学园。那么,究竟有谁因亚历山大的胜利而得救?哪座城邦得到了更好的治理?哪个平民变得比先前的自己更优秀了?你或许能找到许多变得更加富有的人,但绝找不到一个比以前更聪慧、更节制的人,除非他们变得更加浮夸与傲慢。然而,如今凡是靠哲学得救的人,皆因苏格拉底而得救。这样想的不仅我一人,亚里士多德似乎更早便思及并说过:他因自己的神学著作而自负,绝不应逊色于那个摧毁波斯权势之人。在我看来,他的领悟是正确的。因为获胜主要属于勇气和运气,如果你愿意,也可以算作属于这种敏捷机巧的明智;但掌握关于神的真理观念,不仅是完满德性的功业,更会让人理所当然地驻足深思,究竟应当称这样的人为凡人还是神。因为若“万物本性上皆由同类之物所认知”的说法是正确的,那么认识了神圣本质的人,理所当然会被视为某种神圣的存在。
- 263dπλέον δὲ θάτερον ἐξ ὧν παραγέγραφας ἄν τις νοήσειε
θάτερον 为 τὸ ἕτερον 的融合法(crasis),意为“另一者”或“相反之物”。πλέον 作副词用,表“更”或“反而”。全句借助潜在希求法(ἄν + 希求法 νοήσειε),表示从对方引述的文字中,人们反而更容易得出截然相反的理解(即指思想家与立法者而非行使权力的君王)。
- 263dτὸ γὰρ Μάλιστα δὲ πράττειν λέγομεν κυρίως καὶ τῶν ἐξωτερικῶν πράξεων τοὺς ταῖς διανοίαις ἀρχιτέκτονας εἰς τοὺς νομοθέτας ... εἰρῆσθαι νομιστέον
由中性定冠词 τὸ 引出的整句引文(Μάλιστα δὲ ... ἀρχιτέκτονας)作动词性形容词 νομιστέον 所带的宾格不定式结构(引文 + εἰρῆσθαι)的主语。介词短语 εἰς τοὺς νομοθέτας ... 修饰不定式 εἰρῆσθαι,表“针对立法者……而言”。全句骨干意为“必须认为该引文是针对立法者们所说的”。
- 265aμὴ μεῖον αὐτῷ προσήκει φρονεῖν ἐπὶ τῇ θεολογικῇ συγγραφῇ τοῦ καθελόντος τὴν Περσῶν δύναμιν
短语 φρονεῖν ἐπί 接与格表示“以……为傲/自负”。τοῦ καθελόντος 是由比较级表达 μὴ μεῖον(不亚于)所引导的比较属格。尽管从句中的逻辑主语是与格 αὐτῷ,但此处的属格简洁地代表了被比较的对象(即“不亚于那个摧毁波斯权势之人[亚历山大]所能怀有的自豪”)。
